Judith 6

Greek OT: LXX [A] Unaccented

← Judith 5   Judith 7 →

1 και ως κατεπαυσεν ο θορυβος των ανδρων των κυκλω της συνεδριας και ειπεν ολοφερνης αρχιστρατηγος δυναμεως ασσουρ προς αχιωρ εναντιον παντος του δημου αλλοφυλων και προς παντας υιους μωαβ

2 και τις ει συ αχιωρ και οι μισθωτοι του εφραιμ οτι επροφητευσας εν ημιν καθως σημερον και ειπας το γενος ισραηλ μη πολεμησαι οτι ο θεος αυτων υπερασπιει αυτων και τις θεος ει μη ναβουχοδονοσορ ουτος αποστελει το κρατος αυτου και εξολεθρευσει αυτους απο προσωπου της γης και ου ρυσεται αυτους ο θεος αυτων

3 αλλ' ημεις οι δουλοι αυτου παταξομεν αυτους ως ανθρωπον ενα και ουχ υποστησονται το κρατος των ιππων ημων

4 κατακαυσομεν γαρ αυτους εν αυτοις και τα ορη αυτων μεθυσθησεται εν τω αιματι αυτων και τα πεδια αυτων πληρωθησεται των νεκρων αυτων και ουκ αντιστησεται το ιχνος των ποδων αυτων κατα προσωπον ημων αλλα απωλεια απολουνται λεγει ο βασιλευς ναβουχοδονοσορ ο κυριος πασης της γης ειπεν γαρ ου ματαιωθησεται τα ρηματα των λογων αυτου

5 συ δε αχιωρ μισθωτε του αμμων ος ελαλησας τους λογους τουτους εν ημερα αδικιας σου ουκ οψει ετι το προσωπον μου απο της ημερας ταυτης εως ου εκδικησω το γενος των εξ αιγυπτου

6 και τοτε διελευσεται ο σιδηρος της στρατιας μου και ο λαος των θεραποντων μου τας πλευρας σου και πεση εν τοις τραυματιαις αυτων οταν επιστρεψω

7 και αποκαταστησουσιν σε οι δουλοι μου εις την ορεινην και θησουσιν σε εν μια των πολεων των αναβασεων

8 και ουκ απολη εως ου εξολεθρευθης μετ' αυτων

9 και ειπερ ελπιζεις τη καρδια σου οτι ου συλλημφθησονται μη συμπεσετω σου το προσωπον ελαλησα και ουδεν διαπεσειται των ρηματων μου

10 και προσεταξεν ολοφερνης τοις δουλοις αυτου οι ησαν παρεστηκοτες εν τη σκηνη αυτου συλλαβειν τον αχιωρ και αποκαταστησαι αυτον εις βαιτυλουα και παραδουναι εις χειρας υιων ισραηλ

11 και συνελαβον αυτον οι δουλοι αυτου και ηγαγον αυτον εξω της παρεμβολης εις το πεδιον και απηραν εκ μεσου της πεδινης εις την ορεινην και παρεγενοντο επι τας πηγας αι ησαν υποκατω βαιτυλουα

12 και ως ειδαν αυτους οι ανδρες της πολεως επι την κορυφην του ορους ανελαβον τα οπλα αυτων και απηλθον εξω της πολεως επι την κορυφην του ορους και πας ανηρ σφενδονητης διεκρατησαν την αναβασιν αυτων και εβαλλον εν λιθοις επ' αυτους

13 και υποδυσαντες υποκατω του ορους εδησαν τον αχιωρ και αφηκαν ερριμμενον υπο την ριζαν του ορους και απωχοντο προς τον κυριον αυτων

14 καταβαντες δε οι υιοι ισραηλ εκ της πολεως αυτων επεστησαν αυτω και λυσαντες αυτον απηγαγον εις την βαιτυλουα και κατεστησαν αυτον επι τους αρχοντας της πολεως αυτων

15 οι ησαν εν ταις ημεραις εκειναις οζιας ο του μιχα εκ της φυλης συμεων και χαβρις ο του γοθονιηλ και χαρμις υιος μελχιηλ

16 και συνεκαλεσαν παντας τους πρεσβυτερους της πολεως και συνεδραμον πας νεανισκος αυτων και αι γυναικες εις την εκκλησιαν και εστησαν τον αχιωρ εν μεσω παντος του λαου αυτων και επηρωτησεν αυτον οζιας το συμβεβηκος

17 και αποκριθεις απηγγειλεν αυτοις τα ρηματα της συνεδριας ολοφερνου και παντα τα ρηματα οσα ελαλησεν εν μεσω των αρχοντων υιων ασσουρ και οσα εμεγαλορρημονησεν ολοφερνης εις τον οικον ισραηλ

18 και πεσοντες ο λαος προσεκυνησαν τω θεω και εβοησαν λεγοντες

19 κυριε ο θεος του ουρανου κατιδε επι τας υπερηφανιας αυτων και ελεησον την ταπεινωσιν του γενους ημων και επιβλεψον επι το προσωπον των ηγιασμενων σοι εν τη ημερα ταυτη

20 και παρεκαλεσαν τον αχιωρ και επηνεσαν αυτον σφοδρα

21 και παρελαβεν αυτον οζιας εκ της εκκλησιας εις οικον αυτου και εποιησεν ποτον τοις πρεσβυτεροις και επεκαλεσαντο τον θεον ισραηλ εις βοηθειαν ολην την νυκτα εκεινην

← Judith 5   Judith 7 →

Přeložit:
Sdílet: