Judith 7

Greek OT: LXX [A] Unaccented

← Judith 6   Judith 8 →

1 τη δε επαυριον παρηγγειλεν ολοφερνης παση τη στρατια αυτου και παντι τω λαω αυτου οι παρεγενοντο επι την συμμαχιαν αυτου αναζευγνυειν επι βαιτυλουα και τας αναβασεις της ορεινης προκαταλαμβανεσθαι και ποιειν πολεμον προς τους υιους ισραηλ

2 και ανεζευξεν εν τη ημερα εκεινη πας ανηρ δυνατος αυτων και η δυναμις αυτων ανδρων πολεμιστων χιλιαδες πεζων εκατον εβδομηκοντα και ιππεων χιλιαδες δεκα δυο χωρις της αποσκευης και των ανδρων οι ησαν πεζοι εν αυτοις πληθος πολυ σφοδρα

3 και παρενεβαλον εν τω αυλωνι πλησιον βαιτυλουα επι της πηγης και παρετειναν εις ευρος επι δωθαιμ εως βελβαιμ και εις μηκος απο βαιτυλουα εως κυαμωνος η εστιν απεναντι του εσδρηλων

4 οι δε υιοι ισραηλ ως ειδον αυτων το πληθος εταραχθησαν σφοδρα και ειπαν εκαστος προς τον πλησιον αυτου νυν εκλειξουσιν ουτοι το προσωπον της γης πασης και ουτε τα ορη τα υψηλα ουτε αι φαραγγες ουτε οι βουνοι υποστησονται το βαρος αυτων

5 και αναλαβοντες εκαστος τα σκευη τα πολεμικα αυτων και ανακαυσαντες πυρας επι τους πυργους αυτων εμενον φυλασσοντες ολην την νυκτα εκεινην

6 τη δε ημερα τη δευτερα εξηγαγεν ολοφερνης πασαν την ιππον αυτου κατα προσωπον των υιων ισραηλ οι ησαν εν βαιτυλουα

7 και επεσκεψατο τας αναβασεις της πολεως αυτων και τας πηγας των υδατων εφωδευσεν και προκατελαβετο αυτας και επεστησεν αυταις παρεμβολας ανδρων πολεμιστων και αυτος ανεζευξεν εις τον λαον αυτου

8 και προσελθοντες αυτω παντες αρχοντες υιων ησαυ και παντες οι ηγουμενοι του λαου μωαβ και οι στρατηγοι της παραλιας ειπαν

9 ακουσατω δη λογον ο δεσποτης ημων ινα μη γενηται θραυσμα εν τη δυναμει σου

10 ο γαρ λαος ουτος των υιων ισραηλ ου πεποιθαν επι τοις δορασιν αυτων αλλ' επι τοις υψεσι των ορεων εν οις αυτοι ενοικουσιν εν αυτοις ου γαρ εστιν ευχερες προσβηναι ταις κορυφαις των ορεων αυτων

11 και νυν δεσποτα μη πολεμει προς αυτους καθως γινεται πολεμος παραταξεως και ου πεσειται εκ του λαου σου ανηρ εις

12 αναμεινον επι της παρεμβολης σου διαφυλασσων παντα ανδρα εκ της δυναμεως σου και επικρατησατωσαν οι παιδες σου της πηγης του υδατος η εκπορευεται εκ της ριζης του ορους

13 διοτι εκειθεν υδρευονται παντες οι κατοικουντες βαιτυλουα και ανελει αυτους η διψα και εκδωσουσι την πολιν αυτων και ημεις και ο λαος ημων αναβησομεθα επι τας πλησιον κορυφας των ορεων και παρεμβαλουμεν επ' αυταις εις προφυλακην του μη εξελθειν εκ της πολεως ανδρα ενα

14 και τακησονται εν τω λιμω αυτοι και αι γυναικες αυτων και τα τεκνα αυτων και πριν ελθειν την ρομφαιαν επ' αυτους καταστρωθησονται εν ταις πλατειαις της οικησεως αυτων

15 και ανταποδωσεις αυτοις ανταποδομα πονηρον ανθ' ων εστασιασαν και ουκ απηντησαν τω προσωπω σου εν ειρηνη

16 και ηρεσαν οι λογοι αυτων ενωπιον ολοφερνου και ενωπιον παντων των θεραποντων αυτου και συνεταξε ποιειν καθα ελαλησαν

17 και απηρεν παρεμβολη υιων αμμων και μετ' αυτων χιλιαδες πεντε υιων ασσουρ και παρενεβαλον εν τω αυλωνι και προκατελαβοντο τα υδατα και τας πηγας των υδατων των υιων ισραηλ

18 και ανεβησαν οι υιοι ησαυ και οι υιοι αμμων και παρενεβαλον εν τη ορεινη απεναντι δωθαιμ και απεστειλαν εξ αυτων προς νοτον και απηλιωτην απεναντι εγρεβηλ η εστιν πλησιον χους η εστιν επι του χειμαρρου μοχμουρ και η λοιπη στρατια των ασσυριων παρενεβαλον εν τω πεδιω και εκαλυψαν παν το προσωπον της γης και αι σκηναι και αι απαρτιαι αυτων κατεστρατοπεδευσαν εν οχλω πολλω και ησαν εις πληθος πολυ σφοδρα

19 και οι υιοι ισραηλ ανεβοησαν προς κυριον θεον αυτων οτι ωλιγοψυχησεν το πνευμα αυτων οτι εκυκλωσαν παντες οι εχθροι αυτων και ουκ ην διαφυγειν εκ μεσου αυτων

20 και εμεινεν κυκλω αυτων πασα παρεμβολη ασσουρ οι πεζοι και αρματα και οι ιππεις αυτων ημερας τριακοντα τεσσαρας και εξελιπεν παντας τους κατοικουντας βαιτυλουα παντα τα αγγεια αυτων των υδατων

21 και οι λακκοι εξεκενουντο και ουκ ειχον πιειν εις πλησμονην υδωρ ημεραν μιαν οτι εν μετρω εδιδοσαν αυτοις πιειν

22 και ηθυμησεν τα νηπια αυτων και αι γυναικες και οι νεανισκοι εξελιπον απο της διψης και επιπτον εν ταις πλατειαις της πολεως και εν ταις διοδοις των πυλων και ουκ ην κραταιωσις ετι εν αυτοις

23 και επισυνηχθησαν πας ο λαος επι οζιαν και τους αρχοντας της πολεως οι νεανισκοι και αι γυναικες και τα παιδια και ανεβοησαν φωνη μεγαλη και ειπαν εναντιον παντων των πρεσβυτερων

24 κριναι ο θεος ανα μεσον υμων και ημων οτι εποιησατε εν ημιν αδικιαν μεγαλην ου λαλησαντες ειρηνικα μετα υιων ασσουρ

25 και νυν ουκ εστιν ο βοηθος ημων αλλα πεπρακεν ημας ο θεος εις τας χειρας αυτων του καταστρωθηναι εναντιον αυτων εν διψη και απωλεια μεγαλη

26 και νυν επικαλεσασθε αυτους και εκδοσθε την πολιν πασαν εις προνομην τω λαω ολοφερνου και παση τη δυναμει αυτου

27 κρεισσον γαρ ημιν γενηθηναι αυτοις εις διαρπαγην εσομεθα γαρ εις δουλους και ζησεται η ψυχη ημων και ουκ οψομεθα τον θανατον των νηπιων ημων εν οφθαλμοις ημων και τας γυναικας και τα τεκνα ημων εκλειπουσας τας ψυχας αυτων

28 μαρτυρομεθα υμιν τον ουρανον και την γην και τον θεον ημων και κυριον των πατερων ημων ος εκδικει ημας κατα τας αμαρτιας ημων και κατα τα αμαρτηματα των πατερων ημων ινα μη ποιηση κατα τα ρηματα ταυτα εν τη ημερα τη σημερον

29 και εγενετο κλαυθμος μεγας εν μεσω της εκκλησιας παντων ομοθυμαδον και εβοησαν προς κυριον τον θεον φωνη μεγαλη

30 και ειπεν προς αυτους οζιας θαρσειτε αδελφοι διακαρτερησωμεν ετι πεντε ημερας εν αις επιστρεψει κυριος ο θεος ημων το ελεος αυτου εφ' ημας ου γαρ εγκαταλειψει ημας εις τελος

31 εαν δε διελθωσιν αυται και μη ελθη εφ' ημας βοηθεια ποιησω κατα τα ρηματα υμων

32 και εσκορπισεν τον λαον εις την εαυτου παρεμβολην και επι τα τειχη και τους πυργους της πολεως αυτων απηλθον και τας γυναικας και τα τεκνα εις τους οικους αυτων απεστειλαν και ησαν εν ταπεινωσει πολλη εν τη πολει

← Judith 6   Judith 8 →

Přeložit:
Sdílet: