Ecclesiasticus (Sira 4

           

1 τεκνον την ζωην του πτωχου μη αποστερησης και μη παρελκυσης οφθαλμους επιδεεις

2 ψυχην πεινωσαν μη λυπησης και μη παροργισης ανδρα εν απορια αυτου

3 καρδιαν παρωργισμενην μη προσταραξης και μη παρελκυσης δοσιν προσδεομενου

4 ικετην θλιβομενον μη απαναινου και μη αποστρεψης το προσωπον σου απο πτωχου

5 απο δεομενου μη αποστρεψης οφθαλμον και μη δως τοπον ανθρωπω καταρασασθαι σε

6 καταρωμενου γαρ σε εν πικρια ψυχης αυτου της δεησεως αυτου επακουσεται ο ποιησας αυτον

7 προσφιλη συναγωγη σεαυτον ποιει και μεγιστανι ταπεινου την κεφαλην σου

8 κλινον πτωχω το ους σου και αποκριθητι αυτω ειρηνικα εν πραυτητι

9 εξελου αδικουμενον εκ χειρος αδικουντος και μη ολιγοψυχησης εν τω κρινειν σε

10 γινου ορφανοις ως πατηρ και αντι ανδρος τη μητρι αυτων και εση ως υιος υψιστου και αγαπησει σε μαλλον η μητηρ σου

11 η σοφια υιους αυτης ανυψωσεν και επιλαμβανεται των ζητουντων αυτην

12 ο αγαπων αυτην αγαπα ζωην και οι ορθριζοντες προς αυτην εμπλησθησονται ευφροσυνης

13 ο κρατων αυτης κληρονομησει δοξαν και ου εισπορευεται ευλογει κυριος

14 οι λατρευοντες αυτη λειτουργησουσιν αγιω και τους αγαπωντας αυτην αγαπα ο κυριος

15 ο υπακουων αυτης κρινει εθνη και ο προσεχων αυτη κατασκηνωσει πεποιθως

16 εαν εμπιστευση κατακληρονομησει αυτην και εν κατασχεσει εσονται αι γενεαι αυτου

17 οτι διεστραμμενως πορευσεται μετ' αυτου εν πρωτοις φοβον και δειλιαν επαξει επ' αυτον και βασανισει αυτον εν παιδεια αυτης εως ου εμπιστευση τη ψυχη αυτου και πειρασει αυτον εν τοις δικαιωμασιν αυτης

18 και παλιν επανηξει κατ' ευθειαν προς αυτον και ευφρανει αυτον και αποκαλυψει αυτω τα κρυπτα αυτης

19 εαν αποπλανηθη εγκαταλειψει αυτον και παραδωσει αυτον εις χειρας πτωσεως αυτου

20 συντηρησον καιρον και φυλαξαι απο πονηρου και περι της ψυχης σου μη αισχυνθης

21 εστιν γαρ αισχυνη επαγουσα αμαρτιαν και εστιν αισχυνη δοξα και χαρις

22 μη λαβης προσωπον κατα της ψυχης σου και μη εντραπης εις πτωσιν σου

23 μη κωλυσης λογον εν καιρω χρειας

24 εν γαρ λογω γνωσθησεται σοφια και παιδεια εν ρηματι γλωσσης

25 μη αντιλεγε τη αληθεια και περι της απαιδευσιας σου εντραπηθι

26 μη αισχυνθης ομολογησαι εφ' αμαρτιαις σου και μη βιαζου ρουν ποταμου

27 και μη υποστρωσης ανθρωπω μωρω σεαυτον και μη λαβης προσωπον δυναστου

28 εως θανατου αγωνισαι περι της αληθειας και κυριος ο θεος πολεμησει υπερ σου

29 μη γινου θρασυς εν γλωσση σου και νωθρος και παρειμενος εν τοις εργοις σου

30 μη ισθι ως λεων εν τω οικω σου και φαντασιοκοπων εν τοις οικεταις σου

31 μη εστω η χειρ σου εκτεταμενη εις το λαβειν και εν τω αποδιδοναι συνεσταλμενη

  


Přeložit: