Ecclesiasticus (Sira 3

Greek OT: LXX [A] Unaccented

← Ecclesiasticus (Sira 2   Ecclesiasticus (Sira 4 →

1 εμου του πατρος ακουσατε τεκνα και ουτως ποιησατε ινα σωθητε

2 ο γαρ κυριος εδοξασεν πατερα επι τεκνοις και κρισιν μητρος εστερεωσεν εφ' υιοις

3 ο τιμων πατερα εξιλασκεται αμαρτιας

4 και ως ο αποθησαυριζων ο δοξαζων μητερα αυτου

5 ο τιμων πατερα ευφρανθησεται υπο τεκνων και εν ημερα προσευχης αυτου εισακουσθησεται

6 ο δοξαζων πατερα μακροημερευσει και ο εισακουων κυριου αναπαυσει μητερα αυτου

7 και ως δεσποταις δουλευσει εν τοις γεννησασιν αυτον

8 εν εργω και λογω τιμα τον πατερα σου ινα επελθη σοι ευλογια παρ' αυτου

9 ευλογια γαρ πατρος στηριζει οικους τεκνων καταρα δε μητρος εκριζοι θεμελια

10 μη δοξαζου εν ατιμια πατρος σου ου γαρ εστιν σοι δοξα πατρος ατιμια

11 η γαρ δοξα ανθρωπου εκ τιμης πατρος αυτου και ονειδος τεκνοις μητηρ εν αδοξια

12 τεκνον αντιλαβου εν γηρα πατρος σου και μη λυπησης αυτον εν τη ζωη αυτου

13 καν απολειπη συνεσιν συγγνωμην εχε και μη ατιμασης αυτον εν παση ισχυι σου

14 ελεημοσυνη γαρ πατρος ουκ επιλησθησεται και αντι αμαρτιων προσανοικοδομηθησεται σοι

15 εν ημερα θλιψεως σου αναμνησθησεται σου ως ευδια επι παγετω ουτως αναλυθησονται σου αι αμαρτιαι

16 ως βλασφημος ο εγκαταλιπων πατερα και κεκατηραμενος υπο κυριου ο παροργιζων μητερα αυτου

17 τεκνον εν πραυτητι τα εργα σου διεξαγε και υπο ανθρωπου δεκτου αγαπηθηση

18 οσω μεγας ει τοσουτω ταπεινου σεαυτον και εναντι κυριου ευρησεις χαριν

20 οτι μεγαλη η δυναστεια του κυριου και υπο των ταπεινων δοξαζεται

21 χαλεπωτερα σου μη ζητει και ισχυροτερα σου μη εξεταζε

22 α προσεταγη σοι ταυτα διανοου ου γαρ εστιν σοι χρεια των κρυπτων

23 εν τοις περισσοις των εργων σου μη περιεργαζου πλειονα γαρ συνεσεως ανθρωπων υπεδειχθη σοι

24 πολλους γαρ επλανησεν η υπολημψις αυτων και υπονοια πονηρα ωλισθησεν διανοιας αυτων

26 καρδια σκληρα κακωθησεται επ' εσχατων και ο αγαπων κινδυνον εν αυτω απολειται

27 καρδια σκληρα βαρυνθησεται πονοις και ο αμαρτωλος προσθησει αμαρτιαν εφ' αμαρτιαις

28 επαγωγη υπερηφανου ουκ εστιν ιασις φυτον γαρ πονηριας ερριζωκεν εν αυτω

29 καρδια συνετου διανοηθησεται παραβολην και ους ακροατου επιθυμια σοφου

30 πυρ φλογιζομενον αποσβεσει υδωρ και ελεημοσυνη εξιλασεται αμαρτιας

31 ο ανταποδιδους χαριτας μεμνηται εις τα μετα ταυτα και εν καιρω πτωσεως αυτου ευρησει στηριγμα

← Ecclesiasticus (Sira 2   Ecclesiasticus (Sira 4 →

Přeložit:
Sdílet: