Baruch 3

Greek OT: LXX [A] Unaccented

← Baruch 2   Baruch 4 →

1 κυριε παντοκρατωρ ο θεος ισραηλ ψυχη εν στενοις και πνευμα ακηδιων κεκραγεν προς σε

2 ακουσον κυριε και ελεησον οτι ημαρτομεν εναντιον σου

3 οτι συ καθημενος τον αιωνα και ημεις απολλυμενοι τον αιωνα

4 κυριε παντοκρατωρ ο θεος ισραηλ ακουσον δη της προσευχης των τεθνηκοτων ισραηλ και υιων των αμαρτανοντων εναντιον σου οι ουκ ηκουσαν της φωνης κυριου θεου αυτων και εκολληθη ημιν τα κακα

5 μη μνησθης αδικιων πατερων ημων αλλα μνησθητι χειρος σου και ονοματος σου εν τω καιρω τουτω

6 οτι συ κυριος ο θεος ημων και αινεσομεν σε κυριε

7 οτι δια τουτο εδωκας τον φοβον σου επι καρδιαν ημων του επικαλεισθαι το ονομα σου και αινεσομεν σε εν τη αποικια ημων οτι απεστρεψαμεν απο καρδιας ημων πασαν αδικιαν πατερων ημων των ημαρτηκοτων εναντιον σου

8 ιδου ημεις σημερον εν τη αποικια ημων ου διεσπειρας ημας εκει εις ονειδισμον και εις αραν και εις οφλησιν κατα πασας τας αδικιας πατερων ημων οι απεστησαν απο κυριου θεου ημων

9 ακουε ισραηλ εντολας ζωης ενωτισασθε γνωναι φρονησιν

10 τι εστιν ισραηλ τι οτι εν γη των εχθρων ει επαλαιωθης εν γη αλλοτρια

11 συνεμιανθης τοις νεκροις προσελογισθης μετα των εις αδου

12 εγκατελιπες την πηγην της σοφιας

13 τη οδω του θεου ει επορευθης κατωκεις αν εν ειρηνη τον αιωνα

14 μαθε που εστιν φρονησις που εστιν ισχυς που εστιν συνεσις του γνωναι αμα που εστιν μακροβιωσις και ζωη που εστιν φως οφθαλμων και ειρηνη

15 τις ευρεν τον τοπον αυτης και τις εισηλθεν εις τους θησαυρους αυτης

16 που εισιν οι αρχοντες των εθνων και οι κυριευοντες των θηριων των επι της γης

17 οι εν τοις ορνεοις του ουρανου εμπαιζοντες και το αργυριον θησαυριζοντες και το χρυσιον ω επεποιθεισαν ανθρωποι και ουκ εστιν τελος της κτησεως αυτων

18 οι το αργυριον τεκταινοντες και μεριμνωντες και ουκ εστιν εξευρεσις των εργων αυτων

19 ηφανισθησαν και εις αδου κατεβησαν και αλλοι αντανεστησαν αντ' αυτων

20 νεωτεροι ειδον φως και κατωκησαν επι της γης οδον δε επιστημης ουκ εγνωσαν

21 ουδε συνηκαν τριβους αυτης ουδε αντελαβοντο αυτης οι υιοι αυτων απο της οδου αυτων πορρω εγενηθησαν

22 ουδε ηκουσθη εν χανααν ουδε ωφθη εν θαιμαν

23 ουτε υιοι αγαρ οι εκζητουντες την συνεσιν επι της γης οι εμποροι της μερραν και θαιμαν οι μυθολογοι και οι εκζητηται της συνεσεως οδον της σοφιας ουκ εγνωσαν ουδε εμνησθησαν τας τριβους αυτης

24 ω ισραηλ ως μεγας ο οικος του θεου και επιμηκης ο τοπος της κτησεως αυτου

25 μεγας και ουκ εχει τελευτην υψηλος και αμετρητος

26 εκει εγεννηθησαν οι γιγαντες οι ονομαστοι οι απ' αρχης γενομενοι ευμεγεθεις επισταμενοι πολεμον

27 ου τουτους εξελεξατο ο θεος ουδε οδον επιστημης εδωκεν αυτοις

28 και απωλοντο παρα το μη εχειν φρονησιν απωλοντο δια την αβουλιαν αυτων

29 τις ανεβη εις τον ουρανον και ελαβεν αυτην και κατεβιβασεν αυτην εκ των νεφελων

30 τις διεβη περαν της θαλασσης και ευρεν αυτην και οισει αυτην χρυσιου εκλεκτου

31 ουκ εστιν ο γινωσκων την οδον αυτης ουδε ο ενθυμουμενος την τριβον αυτης

32 αλλα ο ειδως τα παντα γινωσκει αυτην εξευρεν αυτην τη συνεσει αυτου ο κατασκευασας την γην εις τον αιωνα χρονον ενεπλησεν αυτην κτηνων τετραποδων

33 ο αποστελλων το φως και πορευεται εκαλεσεν αυτο και υπηκουσεν αυτω τρομω

34 οι δε αστερες ελαμψαν εν ταις φυλακαις αυτων και ευφρανθησαν

35 εκαλεσεν αυτους και ειπον παρεσμεν ελαμψαν μετ' ευφροσυνης τω ποιησαντι αυτους

36 ουτος ο θεος ημων ου λογισθησεται ετερος προς αυτον

37 εξευρεν πασαν οδον επιστημης και εδωκεν αυτην ιακωβ τω παιδι αυτου και ισραηλ τω ηγαπημενω υπ' αυτου

38 μετα τουτο επι της γης ωφθη και εν τοις ανθρωποις συνανεστραφη

← Baruch 2   Baruch 4 →

Přeložit:
Sdílet: