Baruch 2

Greek OT: LXX [A] Unaccented

← Baruch 1   Baruch 3 →

1 και εστησεν κυριος τον λογον αυτου ον ελαλησεν εφ' ημας και επι τους δικαστας ημων τους δικασαντας τον ισραηλ και επι τους βασιλεις ημων και επι τους αρχοντας ημων και επι ανθρωπον ισραηλ και ιουδα

2 ουκ εποιηθη υποκατω παντος του ουρανου καθα εποιησεν εν ιερουσαλημ κατα τα γεγραμμενα εν τω νομω μωυση

3 του φαγειν ημας ανθρωπον σαρκας υιου αυτου και ανθρωπον σαρκας θυγατρος αυτου

4 και εδωκεν αυτους υποχειριους πασαις ταις βασιλειαις ταις κυκλω ημων εις ονειδισμον και εις αβατον εν πασι τοις λαοις τοις κυκλω ου διεσπειρεν αυτους κυριος εκει

5 και εγενηθησαν υποκατω και ουκ επανω οτι ημαρτομεν κυριω θεω ημων προς το μη ακουειν της φωνης αυτου

6 τω κυριω θεω ημων η δικαιοσυνη ημιν δε και τοις πατρασιν ημων η αισχυνη των προσωπων ως η ημερα αυτη

7 α ελαλησεν κυριος εφ' ημας παντα τα κακα ταυτα ηλθεν εφ' ημας

8 και ουκ εδεηθημεν του προσωπου κυριου του αποστρεψαι εκαστον απο των νοηματων της καρδιας αυτων της πονηρας

9 και εγρηγορησεν κυριος επι τοις κακοις και επηγαγε κυριος εφ' ημας οτι δικαιος ο κυριος επι παντα τα εργα αυτου α ενετειλατο ημιν

10 και ουκ ηκουσαμεν της φωνης αυτου πορευεσθαι τοις προσταγμασιν κυριου οις εδωκεν κατα προσωπον ημων

11 και νυν κυριε ο θεος ισραηλ ος εξηγαγες τον λαον σου εκ γης αιγυπτου εν χειρι κραταια και εν σημειοις και εν τερασιν και εν δυναμει μεγαλη και εν βραχιονι υψηλω και εποιησας σεαυτω ονομα ως η ημερα αυτη

12 ημαρτομεν ησεβησαμεν ηδικησαμεν κυριε ο θεος ημων επι πασιν τοις δικαιωμασιν σου

13 αποστραφητω ο θυμος σου αφ' ημων οτι κατελειφθημεν ολιγοι εν τοις εθνεσιν ου διεσπειρας ημας εκει

14 εισακουσον κυριε της προσευχης ημων και της δεησεως ημων και εξελου ημας ενεκεν σου και δος ημιν χαριν κατα προσωπον των αποικισαντων ημας

15 ινα γνω πασα η γη οτι συ κυριος ο θεος ημων οτι το ονομα σου επεκληθη επι ισραηλ και επι το γενος αυτου

16 κυριε κατιδε εκ του οικου του αγιου σου και εννοησον εις ημας κλινον κυριε το ους σου και ακουσον

17 ανοιξον κυριε τους οφθαλμους σου και ιδε οτι ουχ οι τεθνηκοτες εν τω αδη ων ελημφθη το πνευμα αυτων απο των σπλαγχνων αυτων δωσουσιν δοξαν και δικαιωμα τω κυριω

18 αλλα η ψυχη η λυπουμενη επι το μεγεθος ο βαδιζει κυπτον και ασθενουν και οι οφθαλμοι οι εκλειποντες και η ψυχη η πεινωσα δωσουσιν σοι δοξαν και δικαιοσυνην κυριε

19 οτι ουκ επι τα δικαιωματα των πατερων ημων και των βασιλεων ημων ημεις καταβαλλομεν τον ελεον ημων κατα προσωπον σου κυριε ο θεος ημων

20 οτι ενηκας τον θυμον σου και την οργην σου εις ημας καθαπερ ελαλησας εν χειρι των παιδων σου των προφητων λεγων

21 ουτως ειπεν κυριος κλινατε τον ωμον υμων και εργασασθε τω βασιλει βαβυλωνος και καθισατε επι την γην ην εδωκα τοις πατρασιν υμων

22 και εαν μη ακουσητε της φωνης κυριου εργασασθαι τω βασιλει βαβυλωνος

23 εκλειψειν ποιησω εκ πολεων ιουδα και εξωθεν ιερουσαλημ φωνην ευφροσυνης και φωνην χαρμοσυνης φωνην νυμφιου και φωνην νυμφης και εσται πασα η γη εις αβατον απο ενοικουντων

24 και ουκ ηκουσαμεν της φωνης σου εργασασθαι τω βασιλει βαβυλωνος και εστησας τους λογους σου ους ελαλησας εν χερσιν των παιδων σου των προφητων του εξενεχθηναι τα οστα βασιλεων ημων και τα οστα των πατερων ημων εκ του τοπου αυτων

25 και ιδου εστιν εξερριμμενα τω καυματι της ημερας και τω παγετω της νυκτος και απεθανοσαν εν πονοις πονηροις εν λιμω και εν ρομφαια και εν αποστολη

26 και εθηκας τον οικον ου επεκληθη το ονομα σου επ' αυτω ως η ημερα αυτη δια πονηριαν οικου ισραηλ και οικου ιουδα

27 και εποιησας εις ημας κυριε ο θεος ημων κατα πασαν επιεικειαν σου και κατα παντα οικτιρμον σου τον μεγαν

28 καθα ελαλησας εν χειρι παιδος σου μωυση εν ημερα εντειλαμενου σου αυτω γραψαι τον νομον σου εναντιον υιων ισραηλ λεγων

29 εαν μη ακουσητε της φωνης μου η μην η βομβησις η μεγαλη η πολλη αυτη αποστρεψει εις μικραν εν τοις εθνεσιν ου διασπερω αυτους εκει

30 οτι εγνων οτι ου μη ακουσωσιν μου οτι λαος σκληροτραχηλος εστιν και επιστρεψουσιν επι καρδιαν αυτων εν γη αποικισμου αυτων

31 και γνωσονται οτι εγω κυριος ο θεος αυτων και δωσω αυτοις καρδιαν και ωτα ακουοντα

32 και αινεσουσιν με εν γη αποικισμου αυτων και μνησθησονται του ονοματος μου

33 και αποστρεψουσιν απο του νωτου αυτων του σκληρου και απο πονηρων πραγματων αυτων οτι μνησθησονται της οδου πατερων αυτων των αμαρτοντων εναντι κυριου

34 και αποστρεψω αυτους εις την γην ην ωμοσα τοις πατρασιν αυτων τω αβρααμ και τω ισαακ και τω ιακωβ και κυριευσουσιν αυτης και πληθυνω αυτους και ου μη σμικρυνθωσιν

35 και στησω αυτοις διαθηκην αιωνιον του ειναι με αυτοις εις θεον και αυτοι εσονται μοι εις λαον και ου κινησω ετι τον λαον μου ισραηλ απο της γης ης εδωκα αυτοις

← Baruch 1   Baruch 3 →

Přeložit:
Sdílet: