IBhayibheli

 

Joshua 4

Funda

   

1 καὶ ἐπεὶ συνετέλεσεν πᾶς ὁ λαὸς διαβαίνων τὸν ιορδάνην καὶ εἶπεν κύριος τῷ ἰησοῖ λέγων

2 παραλαβὼν ἄνδρας ἀπὸ τοῦ λαοῦ ἕνα ἀφ' ἑκάστης φυλῆς

3 σύνταξον αὐτοῖς λέγων ἀνέλεσθε ἐκ μέσου τοῦ ιορδάνου ἑτοίμους δώδεκα λίθους καὶ τούτους διακομίσαντες ἅμα ὑμῖν αὐτοῖς θέτε αὐτοὺς ἐν τῇ στρατοπεδείᾳ ὑμῶν οὗ ἐὰν παρεμβάλητε ἐκεῖ τὴν νύκτα

4 καὶ ἀνακαλεσάμενος ἰησοῦς δώδεκα ἄνδρας τῶν ἐνδόξων ἀπὸ τῶν υἱῶν ισραηλ ἕνα ἀφ' ἑκάστης φυλῆς

5 εἶπεν αὐτοῖς προσαγάγετε ἔμπροσθέν μου πρὸ προσώπου κυρίου εἰς μέσον τοῦ ιορδάνου καὶ ἀνελόμενος ἐκεῖθεν ἕκαστος λίθον ἀράτω ἐπὶ τῶν ὤμων αὐτοῦ κατὰ τὸν ἀριθμὸν τῶν δώδεκα φυλῶν τοῦ ισραηλ

6 ἵνα ὑπάρχωσιν ὑμῖν οὗτοι εἰς σημεῖον κείμενον διὰ παντός ἵνα ὅταν ἐρωτᾷ σε ὁ υἱός σου αὔριον λέγων τί εἰσιν οἱ λίθοι οὗτοι ὑμῖν

7 καὶ σὺ δηλώσεις τῷ υἱῷ σου λέγων ὅτι ἐξέλιπεν ὁ ιορδάνης ποταμὸς ἀπὸ προσώπου κιβωτοῦ διαθήκης κυρίου πάσης τῆς γῆς ὡς διέβαινεν αὐτόν καὶ ἔσονται οἱ λίθοι οὗτοι ὑμῖν μνημόσυνον τοῖς υἱοῖς ισραηλ ἕως τοῦ αἰῶνος

8 καὶ ἐποίησαν οὕτως οἱ υἱοὶ ισραηλ καθότι ἐνετείλατο κύριος τῷ ἰησοῖ καὶ λαβόντες δώδεκα λίθους ἐκ μέσου τοῦ ιορδάνου καθάπερ συνέταξεν κύριος τῷ ἰησοῖ ἐν τῇ συντελείᾳ τῆς διαβάσεως τῶν υἱῶν ισραηλ καὶ διεκόμισαν ἅμα ἑαυτοῖς εἰς τὴν παρεμβολὴν καὶ ἀπέθηκαν ἐκεῖ

9 ἔστησεν δὲ ἰησοῦς καὶ ἄλλους δώδεκα λίθους ἐν αὐτῷ τῷ ιορδάνῃ ἐν τῷ γενομένῳ τόπῳ ὑπὸ τοὺς πόδας τῶν ἱερέων τῶν αἰρόντων τὴν κιβωτὸν τῆς διαθήκης κυρίου καί εἰσιν ἐκεῖ ἕως τῆς σήμερον ἡμέρας

10 εἱστήκεισαν δὲ οἱ ἱερεῖς οἱ αἴροντες τὴν κιβωτὸν τῆς διαθήκης ἐν τῷ ιορδάνῃ ἕως οὗ συνετέλεσεν ἰησοῦς πάντα ἃ ἐνετείλατο κύριος ἀναγγεῖλαι τῷ λαῷ καὶ ἔσπευσεν ὁ λαὸς καὶ διέβησαν

11 καὶ ἐγένετο ὡς συνετέλεσεν πᾶς ὁ λαὸς διαβῆναι καὶ διέβη ἡ κιβωτὸς τῆς διαθήκης κυρίου καὶ οἱ λίθοι ἔμπροσθεν αὐτῶν

12 καὶ διέβησαν οἱ υἱοὶ ρουβην καὶ οἱ υἱοὶ γαδ καὶ οἱ ἡμίσεις φυλῆς μανασση διεσκευασμένοι ἔμπροσθεν τῶν υἱῶν ισραηλ καθάπερ ἐνετείλατο αὐτοῖς μωυσῆς

13 τετρακισμύριοι εὔζωνοι εἰς μάχην διέβησαν ἐναντίον κυρίου εἰς πόλεμον πρὸς τὴν ιεριχω πόλιν

14 ἐν ἐκείνῃ τῇ ἡμέρᾳ ηὔξησεν κύριος τὸν ἰησοῦν ἐναντίον παντὸς τοῦ γένους ισραηλ καὶ ἐφοβοῦντο αὐτὸν ὥσπερ μωυσῆν ὅσον χρόνον ἔζη

15 καὶ εἶπεν κύριος τῷ ἰησοῖ λέγων

16 ἔντειλαι τοῖς ἱερεῦσιν τοῖς αἴρουσιν τὴν κιβωτὸν τῆς διαθήκης τοῦ μαρτυρίου κυρίου ἐκβῆναι ἐκ τοῦ ιορδάνου

17 καὶ ἐνετείλατο ἰησοῦς τοῖς ἱερεῦσιν λέγων ἔκβητε ἐκ τοῦ ιορδάνου

18 καὶ ἐγένετο ὡς ἐξέβησαν οἱ ἱερεῖς οἱ αἴροντες τὴν κιβωτὸν τῆς διαθήκης κυρίου ἐκ τοῦ ιορδάνου καὶ ἔθηκαν τοὺς πόδας ἐπὶ τῆς γῆς ὥρμησεν τὸ ὕδωρ τοῦ ιορδάνου κατὰ χώραν καὶ ἐπορεύετο καθὰ ἐχθὲς καὶ τρίτην ἡμέραν δι' ὅλης τῆς κρηπῖδος

19 καὶ ὁ λαὸς ἀνέβη ἐκ τοῦ ιορδάνου δεκάτῃ τοῦ μηνὸς τοῦ πρώτου καὶ κατεστρατοπέδευσαν οἱ υἱοὶ ισραηλ ἐν γαλγαλοις κατὰ μέρος τὸ πρὸς ἡλίου ἀνατολὰς ἀπὸ τῆς ιεριχω

20 καὶ τοὺς δώδεκα λίθους τούτους οὓς ἔλαβεν ἐκ τοῦ ιορδάνου ἔστησεν ἰησοῦς ἐν γαλγαλοις

21 λέγων ὅταν ἐρωτῶσιν ὑμᾶς οἱ υἱοὶ ὑμῶν λέγοντες τί εἰσιν οἱ λίθοι οὗτοι

22 ἀναγγείλατε τοῖς υἱοῖς ὑμῶν ὅτι ἐπὶ ξηρᾶς διέβη ισραηλ τὸν ιορδάνην

23 ἀποξηράναντος κυρίου τοῦ θεοῦ ἡμῶν τὸ ὕδωρ τοῦ ιορδάνου ἐκ τοῦ ἔμπροσθεν αὐτῶν μέχρι οὗ διέβησαν καθάπερ ἐποίησεν κύριος ὁ θεὸς ἡμῶν τὴν ἐρυθρὰν θάλασσαν ἣν ἀπεξήρανεν κύριος ὁ θεὸς ἡμῶν ἔμπροσθεν ἡμῶν ἕως παρήλθομεν

24 ὅπως γνῶσιν πάντα τὰ ἔθνη τῆς γῆς ὅτι ἡ δύναμις τοῦ κυρίου ἰσχυρά ἐστιν καὶ ἵνα ὑμεῖς σέβησθε κύριον τὸν θεὸν ὑμῶν ἐν παντὶ χρόνῳ

   

Okususelwe Emisebenzini kaSwedenborg

 

Arcana Coelestia #2273

Funda lesi Sigaba

  
Yiya esigabeni / 10837  
  

2273. That 'He said, I will not do it for the sake of the forty' means that they will be saved is clear without explanation. Regarding those who are meant by 'the forty-five' in the previous verse, it was said, 'I will not destroy it if I find forty-five', which meant that they would not perish if goods could be joined to truths. In the verse that follows here which has regard to 'the forty' it is said, 'I will not do it for the sake of the forty', which does not mean that people would be saved merely because of temptations, for there are some undergoing temptations who give way, so that in their case goods are not joined to truths. Nor indeed is anyone saved because of temptations if he places any merit in them, for if he places any merit in temptations he does so from self-love, in that he boasts about his temptations and believes that he has merited heaven more than others, and at the same time he is thinking about his own pre-eminence over others, despising others in comparison with himself, all of which is contrary to mutual love and consequently to heavenly blessedness.

[2] The temptations in which a person is victorious entail the belief that all others are more worthy than he, and that he is more like those in hell than those in heaven, for ideas such as these present themselves to him in temptations. When therefore after temptations a person enters into ways of thinking that are contrary to this outlook it is a sign that he has not been victorious, for the thoughts he had in temptations are those towards which the thoughts that he has following temptations can be turned. But if the thoughts he has after temptations cannot be turned in the direction of those he had during them, he has either given way in temptation, or he has departed into similar, and sometimes graver ones, till he has been brought to that healthier outlook in which he believes he has merited nothing. From this it is clear that 'forty' means people with whom by means of temptations goods have been joined to truths.

  
Yiya esigabeni / 10837  
  

Thanks to the Swedenborg Society for the permission to use this translation.