Judges第4章

Greek OT: LXX [A] Unaccented

研究内在含义

← Judges第3章   Judges第5章 →

1 και προσεθεντο οι υιοι ισραηλ ποιησαι το πονηρον ενωπιον κυριου και αωδ απεθανεν

2 και απεδοτο αυτους κυριος εν χειρι ιαβιν βασιλεως χανααν ος εβασιλευσεν εν ασωρ και ο αρχων της δυναμεως αυτου σισαρα και αυτος κατωκει εν αρισωθ των εθνων

3 και εκεκραξαν οι υιοι ισραηλ προς κυριον οτι εννακοσια αρματα σιδηρα ην αυτω και αυτος εθλιψεν τον ισραηλ κατα κρατος εικοσι ετη

4 και δεββωρα γυνη προφητις γυνη λαφιδωθ αυτη εκρινεν τον ισραηλ εν τω καιρω εκεινω

5 και αυτη εκαθητο υπο φοινικα δεββωρα ανα μεσον της ραμα και ανα μεσον της βαιθηλ εν τω ορει εφραιμ και ανεβαινον προς αυτην οι υιοι ισραηλ εις κρισιν

6 και απεστειλεν δεββωρα και εκαλεσεν τον βαρακ υιον αβινεεμ εκ καδης νεφθαλι και ειπεν προς αυτον ουχι ενετειλατο κυριος ο θεος ισραηλ σοι και απελευση εις ορος θαβωρ και λημψη μετα σεαυτου δεκα χιλιαδας ανδρων εκ των υιων νεφθαλι και εκ των υιων ζαβουλων

7 και επαξω προς σε εις τον χειμαρρουν κισων τον σισαρα αρχοντα της δυναμεως ιαβιν και τα αρματα αυτου και το πληθος αυτου και παραδωσω αυτον εις τας χειρας σου

8 και ειπεν προς αυτην βαρακ εαν πορευθης μετ' εμου πορευσομαι και εαν μη πορευθης ου πορευσομαι οτι ουκ οιδα την ημεραν εν η ευοδοι τον αγγελον κυριος μετ' εμου

9 και ειπεν πορευομενη πορευσομαι μετα σου πλην γινωσκε οτι ουκ εσται το προτερημα σου επι την οδον ην συ πορευη οτι εν χειρι γυναικος αποδωσεται κυριος τον σισαρα και ανεστη δεββωρα και επορευθη μετα βαρακ εκ καδης

10 και εβοησεν βαρακ τον ζαβουλων και τον νεφθαλι εκ καδης και ανεβησαν κατα ποδας αυτου δεκα χιλιαδες ανδρων και ανεβη μετ' αυτου δεββωρα

11 και χαβερ ο κιναιος εχωρισθη απο καινα απο των υιων ιωβαβ γαμβρου μωυση και επηξεν την σκηνην αυτου εως δρυος πλεονεκτουντων η εστιν εχομενα κεδες

12 και ανηγγελη σισαρα οτι ανεβη βαρακ υιος αβινεεμ εις ορος θαβωρ

13 και εκαλεσεν σισαρα παντα τα αρματα αυτου εννακοσια αρματα σιδηρα και παντα τον λαον τον μετ' αυτου απο αρισωθ των εθνων εις τον χειμαρρουν κισων

14 και ειπεν δεββωρα προς βαρακ αναστηθι οτι αυτη η ημερα εν η παρεδωκεν κυριος τον σισαρα εν τη χειρι σου οτι κυριος εξελευσεται εμπροσθεν σου και κατεβη βαρακ απο του ορους θαβωρ και δεκα χιλιαδες ανδρων οπισω αυτου

15 και εξεστησεν κυριος τον σισαρα και παντα τα αρματα αυτου και πασαν την παρεμβολην αυτου εν στοματι ρομφαιας ενωπιον βαρακ και κατεβη σισαρα επανωθεν του αρματος αυτου και εφυγεν τοις ποσιν αυτου

16 και βαρακ διωκων οπισω των αρματων και οπισω της παρεμβολης εως αρισωθ των εθνων και επεσεν πασα παρεμβολη σισαρα εν στοματι ρομφαιας ου κατελειφθη εως ενος

17 και σισαρα εφυγεν τοις ποσιν αυτου εις σκηνην ιαηλ γυναικος χαβερ εταιρου του κιναιου οτι ειρηνη ην ανα μεσον ιαβιν βασιλεως ασωρ και ανα μεσον οικου χαβερ του κιναιου

18 και εξηλθεν ιαηλ εις συναντησιν σισαρα και ειπεν αυτω εκκλινον κυριε μου εκκλινον προς με μη φοβου και εξεκλινεν προς αυτην εις την σκηνην και περιεβαλεν αυτον επιβολαιω

19 και ειπεν σισαρα προς αυτην ποτισον με δη μικρον υδωρ οτι εδιψησα και ηνοιξεν τον ασκον του γαλακτος και εποτισεν αυτον και περιεβαλεν αυτον

20 και ειπεν προς αυτην σισαρα στηθι δη επι την θυραν της σκηνης και εσται εαν ανηρ ελθη προς σε και ερωτηση σε και ειπη ει εστιν ωδε ανηρ και ερεις ουκ εστιν

21 και ελαβεν ιαηλ γυνη χαβερ τον πασσαλον της σκηνης και εθηκεν την σφυραν εν τη χειρι αυτης και εισηλθεν προς αυτον εν κρυφη και επηξεν τον πασσαλον εν τω κροταφω αυτου και διεξηλθεν εν τη γη και αυτος εξεστως εσκοτωθη και απεθανεν

22 και ιδου βαρακ διωκων τον σισαρα και εξηλθεν ιαηλ εις συναντησιν αυτω και ειπεν αυτω δευρο και δειξω σοι τον ανδρα ον συ ζητεις και εισηλθεν προς αυτην και ιδου σισαρα ρεριμμενος νεκρος και ο πασσαλος εν τω κροταφω αυτου

23 και ετροπωσεν ο θεος εν τη ημερα εκεινη τον ιαβιν βασιλεα χανααν εμπροσθεν των υιων ισραηλ

24 και επορευετο χειρ των υιων ισραηλ πορευομενη και σκληρυνομενη επι ιαβιν βασιλεα χανααν εως ου εξωλεθρευσαν τον ιαβιν βασιλεα χανααν

← Judges第3章   Judges第5章 →
研究内在含义

本章评论:

故事:

从斯威登堡的著作的解释和参考:

Arcana Coelestia 2799

Show Unpublished Work(s)


Commentary (pdf)

Bible Study Notes Volume 2


翻译:
分享: