Judges第3章

Greek OT: LXX [A] Unaccented

研究内在含义

← Judges第2章   Judges第4章 →

1 και ταυτα τα εθνη α αφηκεν κυριος αυτα ωστε πειρασαι εν αυτοις τον ισραηλ παντας τους μη εγνωκοτας τους πολεμους χανααν

2 πλην δια τας γενεας υιων ισραηλ του διδαξαι αυτους πολεμον πλην οι εμπροσθεν αυτων ουκ εγνωσαν αυτα

3 τας πεντε σατραπειας των αλλοφυλων και παντα τον χαναναιον και τον σιδωνιον και τον ευαιον τον κατοικουντα τον λιβανον απο του ορους του αερμων εως λαβωεμαθ

4 και εγενετο ωστε πειρασαι εν αυτοις τον ισραηλ γνωναι ει ακουσονται τας εντολας κυριου ας ενετειλατο τοις πατρασιν αυτων εν χειρι μωυση

5 και οι υιοι ισραηλ κατωκησαν εν μεσω του χαναναιου και του χετταιου και του αμορραιου και του φερεζαιου και του ευαιου και του ιεβουσαιου

6 και ελαβον τας θυγατερας αυτων εαυτοις εις γυναικας και τας θυγατερας αυτων εδωκαν τοις υιοις αυτων και ελατρευσαν τοις θεοις αυτων

7 και εποιησαν οι υιοι ισραηλ το πονηρον εναντιον κυριου και επελαθοντο κυριου του θεου αυτων και ελατρευσαν τοις βααλιμ και τοις αλσεσιν

8 και ωργισθη θυμω κυριος εν τω ισραηλ και απεδοτο αυτους εν χειρι χουσαρσαθαιμ βασιλεως συριας ποταμων και εδουλευσαν οι υιοι ισραηλ τω χουσαρσαθαιμ ετη οκτω

9 και εκεκραξαν οι υιοι ισραηλ προς κυριον και ηγειρεν κυριος σωτηρα τω ισραηλ και εσωσεν αυτους τον γοθονιηλ υιον κενεζ αδελφου χαλεβ τον νεωτερον υπερ αυτον

10 και εγενετο επ' αυτον πνευμα κυριου και εκρινεν τον ισραηλ και εξηλθεν εις πολεμον προς χουσαρσαθαιμ και παρεδωκεν κυριος εν χειρι αυτου τον χουσαρσαθαιμ βασιλεα συριας ποταμων και εκραταιωθη η χειρ αυτου επι τον χουσαρσαθαιμ

11 και ησυχασεν η γη τεσσαρακοντα ετη και απεθανεν γοθονιηλ υιος κενεζ

12 και προσεθεντο οι υιοι ισραηλ ποιησαι το πονηρον ενωπιον κυριου και ενισχυσεν κυριος τον εγλωμ βασιλεα μωαβ επι τον ισραηλ δια το πεποιηκεναι αυτους το πονηρον εναντι κυριου

13 και συνηγαγεν προς εαυτον παντας τους υιους αμμων και αμαληκ και επορευθη και επαταξεν τον ισραηλ και εκληρονομησεν την πολιν των φοινικων

14 και εδουλευσαν οι υιοι ισραηλ τω εγλωμ βασιλει μωαβ ετη δεκα οκτω

15 και εκεκραξαν οι υιοι ισραηλ προς κυριον και ηγειρεν αυτοις σωτηρα τον αωδ υιον γηρα υιον του ιεμενι ανδρα αμφοτεροδεξιον και εξαπεστειλαν οι υιοι ισραηλ δωρα εν χειρι αυτου τω εγλωμ βασιλει μωαβ

16 και εποιησεν εαυτω αωδ μαχαιραν διστομον σπιθαμης το μηκος αυτης και περιεζωσατο αυτην υπο τον μανδυαν επι τον μηρον τον δεξιον αυτου

17 και επορευθη και προσηνεγκεν τα δωρα τω εγλωμ βασιλει μωαβ και εγλωμ ανηρ αστειος σφοδρα

18 και εγενετο ηνικα συνετελεσεν αωδ προσφερων τα δωρα και εξαπεστειλεν τους φεροντας τα δωρα

19 και αυτος υπεστρεψεν απο των γλυπτων των μετα της γαλγαλ και ειπεν αωδ λογος μοι κρυφιος προς σε βασιλευ και ειπεν εγλωμ προς αυτον σιωπα και εξαπεστειλεν αφ' εαυτου παντας τους εφεστωτας επ' αυτον

20 και αωδ εισηλθεν προς αυτον και αυτος εκαθητο εν τω υπερωω τω θερινω τω εαυτου μονωτατος και ειπεν αωδ λογος θεου μοι προς σε βασιλευ και εξανεστη απο του θρονου εγλωμ εγγυς αυτου

21 και εγενετο αμα τω αναστηναι αυτον και εξετεινεν αωδ την χειρα την αριστεραν αυτου και ελαβεν την μαχαιραν επανωθεν του μηρου αυτου του δεξιου και ενεπηξεν αυτην εν τη κοιλια αυτου

22 και επεισηνεγκεν και γε την λαβην οπισω της φλογος και απεκλεισεν το στεαρ κατα της φλογος οτι ουκ εξεσπασεν την μαχαιραν εκ της κοιλιας αυτου και εξηλθεν αωδ την προσταδα

23 και εξηλθεν τους διατεταγμενους και απεκλεισεν τας θυρας του υπερωου κατ' αυτου και εσφηνωσεν

24 και αυτος εξηλθεν και οι παιδες αυτου εισηλθον και ειδον και ιδου αι θυραι του υπερωου εσφηνωμεναι και ειπαν μηποτε αποκενοι τους ποδας αυτου εν τω ταμιειω τω θερινω

25 και υπεμειναν εως ησχυνοντο και ιδου ουκ εστιν ο ανοιγων τας θυρας του υπερωου και ελαβον την κλειδα και ηνοιξαν και ιδου ο κυριος αυτων πεπτωκως επι την γην τεθνηκως

26 και αωδ διεσωθη εως εθορυβουντο και ουκ ην ο προσνοων αυτω και αυτος παρηλθεν τα γλυπτα και διεσωθη εις σετιρωθα

27 και εγενετο ηνικα ηλθεν αωδ εις γην ισραηλ και εσαλπισεν εν κερατινη εν τω ορει εφραιμ και κατεβησαν συν αυτω οι υιοι ισραηλ απο του ορους και αυτος εμπροσθεν αυτων

28 και ειπεν προς αυτους καταβητε οπισω μου οτι παρεδωκεν κυριος ο θεος τους εχθρους ημων την μωαβ εν χειρι ημων και κατεβησαν οπισω αυτου και προκατελαβοντο τας διαβασεις του ιορδανου της μωαβ και ουκ αφηκεν ανδρα διαβηναι

29 και επαταξαν την μωαβ εν τη ημερα εκεινη ωσει δεκα χιλιαδας ανδρων παν λιπαρον και παντα ανδρα δυναμεως και ου διεσωθη ανηρ

30 και ενετραπη μωαβ εν τη ημερα εκεινη υπο χειρα ισραηλ και ησυχασεν η γη ογδοηκοντα ετη και εκρινεν αυτους αωδ εως ου απεθανεν

31 και μετ' αυτον ανεστη σαμεγαρ υιος διναχ και επαταξεν τους αλλοφυλους εις εξακοσιους ανδρας εν τω αροτροποδι των βοων και εσωσεν και γε αυτος τον ισραηλ

← Judges第2章   Judges第4章 →
研究内在含义

本章评论:

故事:

从斯威登堡的著作的解释和参考:

Arcana Coelestia 1444, 2722, 6858, 8301

Apocalypse Revealed 367

Show Unpublished Work(s)


Commentary (pdf)

Bible Study Notes Volume 2


翻译:
分享: