Genesis第36章

Greek OT: LXX [A] Unaccented

研究内在含义

← Genesis第35章   Genesis第37章 →

1 αυται δε αι γενεσεις ησαυ αυτος εστιν εδωμ

2 ησαυ δε ελαβεν γυναικας εαυτω απο των θυγατερων των χαναναιων την αδα θυγατερα αιλων του χετταιου και την ελιβεμα θυγατερα ανα του υιου σεβεγων του ευαιου

3 και την βασεμμαθ θυγατερα ισμαηλ αδελφην ναβαιωθ

4 ετεκεν δε αδα τω ησαυ τον ελιφας και βασεμμαθ ετεκεν τον ραγουηλ

5 και ελιβεμα ετεκεν τον ιεους και τον ιεγλομ και τον κορε ουτοι υιοι ησαυ οι εγενοντο αυτω εν γη χανααν

6 ελαβεν δε ησαυ τας γυναικας αυτου και τους υιους και τας θυγατερας και παντα τα σωματα του οικου αυτου και παντα τα υπαρχοντα και παντα τα κτηνη και παντα οσα εκτησατο και οσα περιεποιησατο εν γη χανααν και επορευθη εκ γης χανααν απο προσωπου ιακωβ του αδελφου αυτου

7 ην γαρ αυτων τα υπαρχοντα πολλα του οικειν αμα και ουκ εδυνατο η γη της παροικησεως αυτων φερειν αυτους απο του πληθους των υπαρχοντων αυτων

8 ωκησεν δε ησαυ εν τω ορει σηιρ ησαυ αυτος εστιν εδωμ

9 αυται δε αι γενεσεις ησαυ πατρος εδωμ εν τω ορει σηιρ

10 και ταυτα τα ονοματα των υιων ησαυ ελιφας υιος αδας γυναικος ησαυ και ραγουηλ υιος βασεμμαθ γυναικος ησαυ

11 εγενοντο δε υιοι ελιφας θαιμαν ωμαρ σωφαρ γοθομ και κενεζ

12 θαμνα δε ην παλλακη ελιφας του υιου ησαυ και ετεκεν τω ελιφας τον αμαληκ ουτοι υιοι αδας γυναικος ησαυ

13 ουτοι δε υιοι ραγουηλ ναχοθ ζαρε σομε και μοζε ουτοι ησαν υιοι βασεμμαθ γυναικος ησαυ

14 ουτοι δε ησαν υιοι ελιβεμας θυγατρος ανα του υιου σεβεγων γυναικος ησαυ ετεκεν δε τω ησαυ τον ιεους και τον ιεγλομ και τον κορε

15 ουτοι ηγεμονες υιοι ησαυ υιοι ελιφας πρωτοτοκου ησαυ ηγεμων θαιμαν ηγεμων ωμαρ ηγεμων σωφαρ ηγεμων κενεζ

16 ηγεμων κορε ηγεμων γοθομ ηγεμων αμαληκ ουτοι ηγεμονες ελιφας εν γη ιδουμαια ουτοι υιοι αδας

17 και ουτοι υιοι ραγουηλ υιου ησαυ ηγεμων ναχοθ ηγεμων ζαρε ηγεμων σομε ηγεμων μοζε ουτοι ηγεμονες ραγουηλ εν γη εδωμ ουτοι υιοι βασεμμαθ γυναικος ησαυ

18 ουτοι δε υιοι ελιβεμας γυναικος ησαυ ηγεμων ιεους ηγεμων ιεγλομ ηγεμων κορε ουτοι ηγεμονες ελιβεμας

19 ουτοι υιοι ησαυ και ουτοι ηγεμονες αυτων ουτοι εισιν υιοι εδωμ

20 ουτοι δε υιοι σηιρ του χορραιου του κατοικουντος την γην λωταν σωβαλ σεβεγων ανα

21 και δησων και ασαρ και ρισων ουτοι ηγεμονες του χορραιου του υιου σηιρ εν τη γη εδωμ

22 εγενοντο δε υιοι λωταν χορρι και αιμαν αδελφη δε λωταν θαμνα

23 ουτοι δε υιοι σωβαλ γωλων και μαναχαθ και γαιβηλ σωφ και ωμαν

24 και ουτοι υιοι σεβεγων αιε και ωναν ουτος εστιν ο ωνας ος ευρεν τον ιαμιν εν τη ερημω οτε ενεμεν τα υποζυγια σεβεγων του πατρος αυτου

25 ουτοι δε υιοι ανα δησων και ελιβεμα θυγατηρ ανα

26 ουτοι δε υιοι δησων αμαδα και ασβαν και ιεθραν και χαρραν

27 ουτοι δε υιοι ασαρ βαλααν και ζουκαμ και ιωυκαμ και ουκαν

28 ουτοι δε υιοι ρισων ως και αραμ

29 ουτοι ηγεμονες χορρι ηγεμων λωταν ηγεμων σωβαλ ηγεμων σεβεγων ηγεμων ανα

30 ηγεμων δησων ηγεμων ασαρ ηγεμων ρισων ουτοι ηγεμονες χορρι εν ταις ηγεμονιαις αυτων εν γη εδωμ

31 και ουτοι οι βασιλεις οι βασιλευσαντες εν εδωμ προ του βασιλευσαι βασιλεα εν ισραηλ

32 και εβασιλευσεν εν εδωμ βαλακ υιος του βεωρ και ονομα τη πολει αυτου δενναβα

33 απεθανεν δε βαλακ και εβασιλευσεν αντ' αυτου ιωβαβ υιος ζαρα εκ βοσορρας

34 απεθανεν δε ιωβαβ και εβασιλευσεν αντ' αυτου ασομ εκ της γης θαιμανων

35 απεθανεν δε ασομ και εβασιλευσεν αντ' αυτου αδαδ υιος βαραδ ο εκκοψας μαδιαμ εν τω πεδιω μωαβ και ονομα τη πολει αυτου γεθθαιμ

36 απεθανεν δε αδαδ και εβασιλευσεν αντ' αυτου σαμαλα εκ μασεκκας

37 απεθανεν δε σαμαλα και εβασιλευσεν αντ' αυτου σαουλ εκ ροωβωθ της παρα ποταμον

38 απεθανεν δε σαουλ και εβασιλευσεν αντ' αυτου βαλαεννων υιος αχοβωρ

39 απεθανεν δε βαλαεννων υιος αχοβωρ και εβασιλευσεν αντ' αυτου αραδ υιος βαραδ και ονομα τη πολει αυτου φογωρ ονομα δε τη γυναικι αυτου μαιτεβεηλ θυγατηρ ματραιθ υιου μαιζοοβ

40 ταυτα τα ονοματα των ηγεμονων ησαυ εν ταις φυλαις αυτων κατα τοπον αυτων εν ταις χωραις αυτων και εν τοις εθνεσιν αυτων ηγεμων θαμνα ηγεμων γωλα ηγεμων ιεθερ

41 ηγεμων ελιβεμας ηγεμων ηλας ηγεμων φινων

42 ηγεμων κενεζ ηγεμων θαιμαν ηγεμων μαζαρ

43 ηγεμων μεγεδιηλ ηγεμων ζαφωιμ ουτοι ηγεμονες εδωμ εν ταις κατωκοδομημεναις εν τη γη της κτησεως αυτων ουτος ησαυ πατηρ εδωμ

← Genesis第35章   Genesis第37章 →
研究内在含义

从斯威登堡的著作主要解释:

Arcana Coelestia 4639

本章评论:

斯威登堡作的本章其他参考:

Arcana Coelestia 1463, 1675, 3228, 4640, 4641, 4642, 4643, ...

Show Unpublished Work(s)



翻译:
分享: