Genesis第35章

Greek OT: LXX [A] Unaccented

研究内在含义

← Genesis第34章   Genesis第36章 →

1 ειπεν δε ο θεος προς ιακωβ αναστας αναβηθι εις τον τοπον βαιθηλ και οικει εκει και ποιησον εκει θυσιαστηριον τω θεω τω οφθεντι σοι εν τω αποδιδρασκειν σε απο προσωπου ησαυ του αδελφου σου

2 ειπεν δε ιακωβ τω οικω αυτου και πασιν τοις μετ' αυτου αρατε τους θεους τους αλλοτριους τους μεθ' υμων εκ μεσου υμων και καθαρισασθε και αλλαξατε τας στολας υμων

3 και ανασταντες αναβωμεν εις βαιθηλ και ποιησωμεν εκει θυσιαστηριον τω θεω τω επακουσαντι μοι εν ημερα θλιψεως ος ην μετ' εμου και διεσωσεν με εν τη οδω η επορευθην

4 και εδωκαν τω ιακωβ τους θεους τους αλλοτριους οι ησαν εν ταις χερσιν αυτων και τα ενωτια τα εν τοις ωσιν αυτων και κατεκρυψεν αυτα ιακωβ υπο την τερεμινθον την εν σικιμοις και απωλεσεν αυτα εως της σημερον ημερας

5 και εξηρεν ισραηλ εκ σικιμων και εγενετο φοβος θεου επι τας πολεις τας κυκλω αυτων και ου κατεδιωξαν οπισω των υιων ισραηλ

6 ηλθεν δε ιακωβ εις λουζα η εστιν εν γη χανααν η εστιν βαιθηλ αυτος και πας ο λαος ος ην μετ' αυτου

7 και ωκοδομησεν εκει θυσιαστηριον και εκαλεσεν το ονομα του τοπου βαιθηλ εκει γαρ επεφανη αυτω ο θεος εν τω αποδιδρασκειν αυτον απο προσωπου ησαυ του αδελφου αυτου

8 απεθανεν δε δεββωρα η τροφος ρεβεκκας κατωτερον βαιθηλ υπο την βαλανον και εκαλεσεν ιακωβ το ονομα αυτης βαλανος πενθους

9 ωφθη δε ο θεος ιακωβ ετι εν λουζα οτε παρεγενετο εκ μεσοποταμιας της συριας και ηυλογησεν αυτον ο θεος

10 και ειπεν αυτω ο θεος το ονομα σου ιακωβ ου κληθησεται ετι ιακωβ αλλ' ισραηλ εσται το ονομα σου

11 ειπεν δε αυτω ο θεος εγω ο θεος σου αυξανου και πληθυνου εθνη και συναγωγαι εθνων εσονται εκ σου και βασιλεις εκ της οσφυος σου εξελευσονται

12 και την γην ην δεδωκα αβρααμ και ισαακ σοι δεδωκα αυτην σοι εσται και τω σπερματι σου μετα σε δωσω την γην ταυτην

13 ανεβη δε ο θεος απ' αυτου εκ του τοπου ου ελαλησεν μετ' αυτου

14 και εστησεν ιακωβ στηλην εν τω τοπω ω ελαλησεν μετ' αυτου στηλην λιθινην και εσπεισεν επ' αυτην σπονδην και επεχεεν επ' αυτην ελαιον

15 και εκαλεσεν ιακωβ το ονομα του τοπου εν ω ελαλησεν μετ' αυτου εκει ο θεος βαιθηλ

16 απαρας δε ιακωβ εκ βαιθηλ επηξεν την σκηνην αυτου επεκεινα του πυργου γαδερ εγενετο δε ηνικα ηγγισεν χαβραθα εις γην ελθειν εφραθα ετεκεν ραχηλ και εδυστοκησεν εν τω τοκετω

17 εγενετο δε εν τω σκληρως αυτην τικτειν ειπεν αυτη η μαια θαρσει και γαρ ουτος σοι εστιν υιος

18 εγενετο δε εν τω αφιεναι αυτην την ψυχην απεθνησκεν γαρ εκαλεσεν το ονομα αυτου υιος οδυνης μου ο δε πατηρ εκαλεσεν αυτον βενιαμιν

19 απεθανεν δε ραχηλ και εταφη εν τη οδω εφραθα αυτη εστιν βηθλεεμ

20 και εστησεν ιακωβ στηλην επι του μνημειου αυτης αυτη εστιν στηλη μνημειου ραχηλ εως της σημερον ημερας

22 εγενετο δε ηνικα κατωκησεν ισραηλ εν τη γη εκεινη επορευθη ρουβην και εκοιμηθη μετα βαλλας της παλλακης του πατρος αυτου και ηκουσεν ισραηλ και πονηρον εφανη εναντιον αυτου ησαν δε οι υιοι ιακωβ δωδεκα

23 υιοι λειας πρωτοτοκος ιακωβ ρουβην συμεων λευι ιουδας ισσαχαρ ζαβουλων

24 υιοι δε ραχηλ ιωσηφ και βενιαμιν

25 υιοι δε βαλλας παιδισκης ραχηλ δαν και νεφθαλι

26 υιοι δε ζελφας παιδισκης λειας γαδ και ασηρ ουτοι υιοι ιακωβ οι εγενοντο αυτω εν μεσοποταμια της συριας

27 ηλθεν δε ιακωβ προς ισαακ τον πατερα αυτου εις μαμβρη εις πολιν του πεδιου αυτη εστιν χεβρων εν γη χανααν ου παρωκησεν αβρααμ και ισαακ

28 εγενοντο δε αι ημεραι ισαακ ας εζησεν ετη εκατον ογδοηκοντα

29 και εκλιπων απεθανεν και προσετεθη προς το γενος αυτου πρεσβυτερος και πληρης ημερων και εθαψαν αυτον ησαυ και ιακωβ οι υιοι αυτου

← Genesis第34章   Genesis第36章 →
研究内在含义

从斯威登堡的著作主要解释:

Arcana Coelestia 4536

本章评论:



翻译:
分享: