Ezekiel第34章

Greek OT: LXX [A] Unaccented

研究内在含义

← Ezekiel第33章   Ezekiel第35章 →

1 και εγενετο λογος κυριου προς με λεγων

2 υιε ανθρωπου προφητευσον επι τους ποιμενας του ισραηλ προφητευσον και ειπον τοις ποιμεσι ταδε λεγει κυριος κυριος ω ποιμενες ισραηλ μη βοσκουσιν ποιμενες εαυτους ου τα προβατα βοσκουσιν οι ποιμενες

3 ιδου το γαλα κατεσθετε και τα ερια περιβαλλεσθε και το παχυ σφαζετε και τα προβατα μου ου βοσκετε

4 το ησθενηκος ουκ ενισχυσατε και το κακως εχον ουκ εσωματοποιησατε και το συντετριμμενον ου κατεδησατε και το πλανωμενον ουκ επεστρεψατε και το απολωλος ουκ εζητησατε και το ισχυρον κατειργασασθε μοχθω

5 και διεσπαρη τα προβατα μου δια το μη ειναι ποιμενας και εγενηθη εις καταβρωμα πασι τοις θηριοις του αγρου

6 και διεσπαρη μου τα προβατα εν παντι ορει και επι παν βουνον υψηλον και επι προσωπου πασης της γης διεσπαρη και ουκ ην ο εκζητων ουδε ο αποστρεφων

7 δια τουτο ποιμενες ακουσατε λογον κυριου

8 ζω εγω λεγει κυριος κυριος ει μην αντι του γενεσθαι τα προβατα μου εις προνομην και γενεσθαι τα προβατα μου εις καταβρωμα πασι τοις θηριοις του πεδιου παρα το μη ειναι ποιμενας και ουκ εξεζητησαν οι ποιμενες τα προβατα μου και εβοσκησαν οι ποιμενες εαυτους τα δε προβατα μου ουκ εβοσκησαν

9 αντι τουτου ποιμενες

10 ταδε λεγει κυριος κυριος ιδου εγω επι τους ποιμενας και εκζητησω τα προβατα μου εκ των χειρων αυτων και αποστρεψω αυτους του μη ποιμαινειν τα προβατα μου και ου βοσκησουσιν ετι οι ποιμενες αυτα και εξελουμαι τα προβατα μου εκ του στοματος αυτων και ουκ εσονται αυτοις ετι εις καταβρωμα

11 διοτι ταδε λεγει κυριος ιδου εγω εκζητησω τα προβατα μου και επισκεψομαι αυτα

12 ωσπερ ζητει ο ποιμην το ποιμνιον αυτου εν ημερα οταν η γνοφος και νεφελη εν μεσω προβατων διακεχωρισμενων ουτως εκζητησω τα προβατα μου και απελασω αυτα απο παντος τοπου ου διεσπαρησαν εκει εν ημερα νεφελης και γνοφου

13 και εξαξω αυτους εκ των εθνων και συναξω αυτους απο των χωρων και εισαξω αυτους εις την γην αυτων και βοσκησω αυτους επι τα ορη ισραηλ και εν ταις φαραγξιν και εν παση κατοικια της γης

14 εν νομη αγαθη βοσκησω αυτους και εν τω ορει τω υψηλω ισραηλ εσονται αι μανδραι αυτων εκει κοιμηθησονται και εκει αναπαυσονται εν τρυφη αγαθη και εν νομη πιονι βοσκηθησονται επι των ορεων ισραηλ

15 εγω βοσκησω τα προβατα μου και εγω αναπαυσω αυτα και γνωσονται οτι εγω ειμι κυριος ταδε λεγει κυριος κυριος

16 το απολωλος ζητησω και το πλανωμενον επιστρεψω και το συντετριμμενον καταδησω και το εκλειπον ενισχυσω και το ισχυρον φυλαξω και βοσκησω αυτα μετα κριματος

17 και υμεις προβατα ταδε λεγει κυριος κυριος ιδου εγω διακρινω ανα μεσον προβατου και προβατου κριων και τραγων

18 και ουχ ικανον υμιν οτι την καλην νομην ενεμεσθε και τα καταλοιπα της νομης υμων κατεπατειτε τοις ποσιν υμων και το καθεστηκος υδωρ επινετε και το λοιπον τοις ποσιν υμων εταρασσετε

19 και τα προβατα μου τα πατηματα των ποδων υμων ενεμοντο και το τεταραγμενον υδωρ υπο των ποδων υμων επινον

20 δια τουτο ταδε λεγει κυριος κυριος ιδου εγω διακρινω ανα μεσον προβατου ισχυρου και ανα μεσον προβατου ασθενους

21 επι ταις πλευραις και τοις ωμοις υμων διωθεισθε και τοις κερασιν υμων εκερατιζετε και παν το εκλειπον εξεθλιβετε

22 και σωσω τα προβατα μου και ου μη ωσιν ετι εις προνομην και κρινω ανα μεσον κριου προς κριον

23 και αναστησω επ' αυτους ποιμενα ενα και ποιμανει αυτους τον δουλον μου δαυιδ και εσται αυτων ποιμην

24 και εγω κυριος εσομαι αυτοις εις θεον και δαυιδ εν μεσω αυτων αρχων εγω κυριος ελαλησα

25 και διαθησομαι τω δαυιδ διαθηκην ειρηνης και αφανιω θηρια πονηρα απο της γης και κατοικησουσιν εν τη ερημω και υπνωσουσιν εν τοις δρυμοις

26 και δωσω αυτους περικυκλω του ορους μου και δωσω τον υετον υμιν υετον ευλογιας

27 και τα ξυλα τα εν τω πεδιω δωσει τον καρπον αυτων και η γη δωσει την ισχυν αυτης και κατοικησουσιν επι της γης αυτων εν ελπιδι ειρηνης και γνωσονται οτι εγω ειμι κυριος εν τω συντριψαι με τον ζυγον αυτων και εξελουμαι αυτους εκ χειρος των καταδουλωσαμενων αυτους

28 και ουκ εσονται ετι εν προνομη τοις εθνεσιν και τα θηρια της γης ουκετι μη φαγωσιν αυτους και κατοικησουσιν εν ελπιδι και ουκ εσται ο εκφοβων αυτους

29 και αναστησω αυτοις φυτον ειρηνης και ουκετι εσονται απολλυμενοι λιμω επι της γης και ου μη ενεγκωσιν ετι ονειδισμον εθνων

30 και γνωσονται οτι εγω ειμι κυριος ο θεος αυτων και αυτοι λαος μου οικος ισραηλ λεγει κυριος

31 προβατα μου και προβατα ποιμνιου μου εστε και εγω κυριος ο θεος υμων λεγει κυριος κυριος

← Ezekiel第33章   Ezekiel第35章 →
研究内在含义

从斯威登堡的著作主要解释:

Inner Meaning of Prophets and Psalms 157

本章评论:

斯威登堡作的本章其他参考:

Arcana Coelestia 46, 93, 415, 666, 908, 1038, 1085...

Apocalypse Revealed 3, 49, 243, 270, 306, 336, 383...

Brief Exposition of Doctrine 86

The Lord 4, 28, 43

Faith 68

True Christian Religion 171

Show Unpublished Work(s)


Commentary (pdf)

Bible Study Notes Volume 4


翻译:
分享: