Ezekiel第35章

Greek OT: LXX [A] Unaccented

研究内在含义

← Ezekiel第34章   Ezekiel第36章 →

1 και εγενετο λογος κυριου προς με λεγων

2 υιε ανθρωπου επιστρεψον το προσωπον σου επ' ορος σηιρ και προφητευσον επ' αυτο

3 και ειπον ταδε λεγει κυριος κυριος ιδου εγω επι σε ορος σηιρ και εκτενω την χειρα μου επι σε και δωσω σε ερημον και ερημωθηση

4 και ταις πολεσιν σου ερημιαν ποιησω και συ ερημος εση και γνωση οτι εγω ειμι κυριος

5 αντι του γενεσθαι σε εχθραν αιωνιαν και ενεκαθισας τω οικω ισραηλ δολω εν χειρι εχθρων μαχαιρα εν καιρω αδικιας επ' εσχατω

6 δια τουτο ζω εγω λεγει κυριος κυριος ει μην εις αιμα ημαρτες και αιμα σε διωξεται

7 και δωσω το ορος σηιρ εις ερημον και ηρημωμενον και απολω απ' αυτου ανθρωπους και κτηνη

8 και εμπλησω των τραυματιων σου τους βουνους και τας φαραγγας σου και εν πασι τοις πεδιοις σου τετραυματισμενοι μαχαιρα πεσουνται εν σοι

9 ερημιαν αιωνιον θησομαι σε και αι πολεις σου ου μη κατοικηθωσιν ετι και γνωση οτι εγω ειμι κυριος

10 δια το ειπειν σε τα δυο εθνη και αι δυο χωραι εμαι εσονται και κληρονομησω αυτας και κυριος εκει εστιν

11 δια τουτο ζω εγω λεγει κυριος και ποιησω σοι κατα την εχθραν σου και γνωσθησομαι σοι ηνικα αν κρινω σε

12 και γνωση οτι εγω ειμι κυριος ηκουσα της φωνης των βλασφημιων σου οτι ειπας τα ορη ισραηλ ερημα ημιν δεδοται εις καταβρωμα

13 και εμεγαλορημονησας επ' εμε τω στοματι σου εγω ηκουσα

14 ταδε λεγει κυριος εν τη ευφροσυνη πασης της γης ερημον ποιησω σε

15 ερημον εση ορος σηιρ και πασα η ιδουμαια εξαναλωθησεται και γνωση οτι εγω ειμι κυριος ο θεος αυτων

← Ezekiel第34章   Ezekiel第36章 →
研究内在含义

从斯威登堡的著作主要解释:

Inner Meaning of Prophets and Psalms 158

本章评论:

斯威登堡作的本章其他参考:

Arcana Coelestia 1066, 3322, 4240, 7673

The Lord 28

Show Unpublished Work(s)


Commentary (pdf)

Bible Study Notes Volume 4

翻译:
分享: