Deuteronomy第3章

Greek OT: LXX [A] Unaccented

研究内在含义

← Deuteronomy第2章   Deuteronomy第4章 →

1 και επιστραφεντες ανεβημεν οδον την εις βασαν και εξηλθεν ωγ βασιλευς της βασαν εις συναντησιν ημιν αυτος και πας ο λαος αυτου εις πολεμον εις εδραιν

2 και ειπεν κυριος προς με μη φοβηθης αυτον οτι εις τας χειρας σου παραδεδωκα αυτον και παντα τον λαον αυτου και πασαν την γην αυτου και ποιησεις αυτω ωσπερ εποιησας σηων βασιλει των αμορραιων ος κατωκει εν εσεβων

3 και παρεδωκεν αυτον κυριος ο θεος ημων εις τας χειρας ημων και τον ωγ βασιλεα της βασαν και παντα τον λαον αυτου και επαταξαμεν αυτον εως του μη καταλιπειν αυτου σπερμα

4 και εκρατησαμεν πασων των πολεων αυτου εν τω καιρω εκεινω ουκ ην πολις ην ουκ ελαβομεν παρ' αυτων εξηκοντα πολεις παντα τα περιχωρα αργοβ βασιλειας ωγ εν βασαν

5 πασαι πολεις οχυραι τειχη υψηλα πυλαι και μοχλοι πλην των πολεων των φερεζαιων των πολλων σφοδρα

6 εξωλεθρευσαμεν αυτους ωσπερ εποιησαμεν τον σηων βασιλεα εσεβων και εξωλεθρευσαμεν πασαν πολιν εξης και τας γυναικας και τα παιδια

7 και παντα τα κτηνη και τα σκυλα των πολεων επρονομευσαμεν εαυτοις

8 και ελαβομεν εν τω καιρω εκεινω την γην εκ χειρων δυο βασιλεων των αμορραιων οι ησαν περαν του ιορδανου απο του χειμαρρου αρνων και εως αερμων

9 οι φοινικες επονομαζουσιν το αερμων σανιωρ και ο αμορραιος επωνομασεν αυτο σανιρ

10 πασαι πολεις μισωρ και πασα γαλααδ και πασα βασαν εως σελχα και εδραιν πολεις βασιλειας του ωγ εν τη βασαν

11 οτι πλην ωγ βασιλευς βασαν κατελειφθη απο των ραφαιν ιδου η κλινη αυτου κλινη σιδηρα ιδου αυτη εν τη ακρα των υιων αμμων εννεα πηχων το μηκος αυτης και τεσσαρων πηχων το ευρος αυτης εν πηχει ανδρος

12 και την γην εκεινην εκληρονομησαμεν εν τω καιρω εκεινω απο αροηρ η εστιν επι του χειλους χειμαρρου αρνων και το ημισυ ορους γαλααδ και τας πολεις αυτου εδωκα τω ρουβην και τω γαδ

13 και το καταλοιπον του γαλααδ και πασαν την βασαν βασιλειαν ωγ εδωκα τω ημισει φυλης μανασση και πασαν περιχωρον αργοβ πασαν την βασαν εκεινην γη ραφαιν λογισθησεται

14 και ιαιρ υιος μανασση ελαβεν πασαν την περιχωρον αργοβ εως των οριων γαργασι και ομαχαθι επωνομασεν αυτας επι τω ονοματι αυτου την βασαν αυωθ ιαιρ εως της ημερας ταυτης

15 και τω μαχιρ εδωκα την γαλααδ

16 και τω ρουβην και τω γαδ δεδωκα απο της γαλααδ εως χειμαρρου αρνων μεσον του χειμαρρου οριον και εως του ιαβοκ ο χειμαρρους οριον τοις υιοις αμμαν

17 και η αραβα και ο ιορδανης οριον μαχαναρεθ και εως θαλασσης αραβα θαλασσης αλυκης υπο ασηδωθ την φασγα ανατολων

18 και ενετειλαμην υμιν εν τω καιρω εκεινω λεγων κυριος ο θεος υμων εδωκεν υμιν την γην ταυτην εν κληρω ενοπλισαμενοι προπορευεσθε προ προσωπου των αδελφων υμων υιων ισραηλ πας δυνατος

19 πλην αι γυναικες υμων και τα τεκνα υμων και τα κτηνη υμων οιδα οτι πολλα κτηνη υμιν κατοικειτωσαν εν ταις πολεσιν υμων αις εδωκα υμιν

20 εως αν καταπαυση κυριος ο θεος υμων τους αδελφους υμων ωσπερ και υμας και κατακληρονομησουσιν και ουτοι την γην ην κυριος ο θεος ημων διδωσιν αυτοις εν τω περαν του ιορδανου και επαναστραφησεσθε εκαστος εις την κληρονομιαν αυτου ην εδωκα υμιν

21 και τω ιησοι ενετειλαμην εν τω καιρω εκεινω λεγων οι οφθαλμοι υμων εωρακασιν παντα οσα εποιησεν κυριος ο θεος ημων τοις δυσι βασιλευσι τουτοις ουτως ποιησει κυριος ο θεος ημων πασας τας βασιλειας εφ' ας συ διαβαινεις εκει

22 ου φοβηθησεσθε οτι κυριος ο θεος ημων αυτος πολεμησει περι υμων

23 και εδεηθην κυριου εν τω καιρω εκεινω λεγων

24 κυριε κυριε συ ηρξω δειξαι τω σω θεραποντι την ισχυν σου και την δυναμιν σου και την χειρα την κραταιαν και τον βραχιονα τον υψηλον τις γαρ εστιν θεος εν τω ουρανω η επι της γης οστις ποιησει καθα συ εποιησας και κατα την ισχυν σου

25 διαβας ουν οψομαι την γην την αγαθην ταυτην την ουσαν περαν του ιορδανου το ορος τουτο το αγαθον και τον αντιλιβανον

26 και υπερειδεν κυριος εμε ενεκεν υμων και ουκ εισηκουσεν μου και ειπεν κυριος προς με ικανουσθω σοι μη προσθης ετι λαλησαι τον λογον τουτον

27 αναβηθι επι κορυφην λελαξευμενου και αναβλεψας τοις οφθαλμοις κατα θαλασσαν και βορραν και λιβα και ανατολας και ιδε τοις οφθαλμοις σου οτι ου διαβηση τον ιορδανην τουτον

28 και εντειλαι ιησοι και κατισχυσον αυτον και παρακαλεσον αυτον οτι ουτος διαβησεται προ προσωπου του λαου τουτου και αυτος κατακληρονομησει αυτοις την γην ην εωρακας

29 και ενεκαθημεθα εν ναπη συνεγγυς οικου φογωρ

← Deuteronomy第2章   Deuteronomy第4章 →
研究内在含义

本章评论:

故事:

从斯威登堡的著作的解释和参考:

Arcana Coelestia 1770, 3474, 4117, 4270, 5897

Apocalypse Revealed 352

Show Unpublished Work(s)

Bible Studies:

The Lord Knows the Way



翻译:
分享: