Deuteronomy第2章

Greek OT: LXX [A] Unaccented

研究内在含义

← Deuteronomy第1章   Deuteronomy第3章 →

1 και επιστραφεντες απηραμεν εις την ερημον οδον θαλασσαν ερυθραν ον τροπον ελαλησεν κυριος προς με και εκυκλωσαμεν το ορος το σηιρ ημερας πολλας

2 και ειπεν κυριος προς με

3 ικανουσθω υμιν κυκλουν το ορος τουτο επιστραφητε ουν επι βορραν

4 και τω λαω εντειλαι λεγων υμεις παραπορευεσθε δια των οριων των αδελφων υμων υιων ησαυ οι κατοικουσιν εν σηιρ και φοβηθησονται υμας και ευλαβηθησονται υμας σφοδρα

5 μη συναψητε προς αυτους πολεμον ου γαρ μη δω υμιν απο της γης αυτων ουδε βημα ποδος οτι εν κληρω δεδωκα τοις υιοις ησαυ το ορος το σηιρ

6 βρωματα αργυριου αγορασατε παρ' αυτων και φαγεσθε και υδωρ μετρω λημψεσθε παρ' αυτων αργυριου και πιεσθε

7 ο γαρ κυριος ο θεος ημων ευλογησεν σε εν παντι εργω των χειρων σου διαγνωθι πως διηλθες την ερημον την μεγαλην και την φοβεραν εκεινην ιδου τεσσαρακοντα ετη κυριος ο θεος σου μετα σου ουκ επεδεηθης ρηματος

8 και παρηλθομεν τους αδελφους ημων υιους ησαυ τους κατοικουντας εν σηιρ παρα την οδον την αραβα απο αιλων και απο γασιωνγαβερ και επιστρεψαντες παρηλθομεν οδον ερημον μωαβ

9 και ειπεν κυριος προς με μη εχθραινετε τοις μωαβιταις και μη συναψητε προς αυτους πολεμον ου γαρ μη δω υμιν απο της γης αυτων εν κληρω τοις γαρ υιοις λωτ δεδωκα την σηιρ κληρονομειν

10 οι ομμιν προτεροι ενεκαθηντο επ' αυτης εθνος μεγα και πολυ και ισχυοντες ωσπερ οι ενακιμ

11 ραφαιν λογισθησονται και ουτοι ωσπερ οι ενακιμ και οι μωαβιται επονομαζουσιν αυτους ομμιν

12 και εν σηιρ ενεκαθητο ο χορραιος προτερον και υιοι ησαυ απωλεσαν αυτους και εξετριψαν αυτους απο προσωπου αυτων και κατωκισθησαν αντ' αυτων ον τροπον εποιησεν ισραηλ την γην της κληρονομιας αυτου ην δεδωκεν κυριος αυτοις

13 νυν ουν αναστητε και απαρατε υμεις και παραπορευεσθε την φαραγγα ζαρετ και παρηλθομεν την φαραγγα ζαρετ

14 και αι ημεραι ας παρεπορευθημεν απο καδης βαρνη εως ου παρηλθομεν την φαραγγα ζαρετ τριακοντα και οκτω ετη εως ου διεπεσεν πασα γενεα ανδρων πολεμιστων αποθνησκοντες εκ της παρεμβολης καθοτι ωμοσεν αυτοις ο θεος

15 και η χειρ του θεου ην επ' αυτοις εξαναλωσαι αυτους εκ της παρεμβολης εως ου διεπεσαν

16 και εγενηθη επει διεπεσαν παντες οι ανδρες οι πολεμισται αποθνησκοντες εκ μεσου του λαου

17 και ελαλησεν κυριος προς με λεγων

18 συ παραπορευση σημερον τα ορια μωαβ την σηιρ

19 και προσαξετε εγγυς υιων αμμαν μη εχθραινετε αυτοις και μη συναψητε αυτοις εις πολεμον ου γαρ μη δω απο της γης υιων αμμαν σοι εν κληρω οτι τοις υιοις λωτ δεδωκα αυτην εν κληρω

20 γη ραφαιν λογισθησεται και γαρ επ' αυτης κατωκουν οι ραφαιν το προτερον και οι αμμανιται ονομαζουσιν αυτους ζομζομμιν

21 εθνος μεγα και πολυ και δυνατωτερον υμων ωσπερ οι ενακιμ και απωλεσεν αυτους κυριος προ προσωπου αυτων και κατεκληρονομησαν και κατωκισθησαν αντ' αυτων εως της ημερας ταυτης

22 ωσπερ εποιησαν τοις υιοις ησαυ τοις κατοικουσιν εν σηιρ ον τροπον εξετριψαν τον χορραιον απο προσωπου αυτων και κατεκληρονομησαν και κατωκισθησαν αντ' αυτων εως της ημερας ταυτης

23 και οι ευαιοι οι κατοικουντες εν ασηρωθ εως γαζης και οι καππαδοκες οι εξελθοντες εκ καππαδοκιας εξετριψαν αυτους και κατωκισθησαν αντ' αυτων

24 νυν ουν αναστητε και απαρατε και παρελθατε υμεις την φαραγγα αρνων ιδου παραδεδωκα εις τας χειρας σου τον σηων βασιλεα εσεβων τον αμορραιον και την γην αυτου εναρχου κληρονομειν συναπτε προς αυτον πολεμον

25 εν τη ημερα ταυτη εναρχου δουναι τον τρομον σου και τον φοβον σου επι προσωπον παντων των εθνων των υποκατω του ουρανου οιτινες ακουσαντες το ονομα σου ταραχθησονται και ωδινας εξουσιν απο προσωπου σου

26 και απεστειλα πρεσβεις εκ της ερημου κεδαμωθ προς σηων βασιλεα εσεβων λογοις ειρηνικοις λεγων

27 παρελευσομαι δια της γης σου εν τη οδω παρελευσομαι ουχι εκκλινω δεξια ουδε αριστερα

28 βρωματα αργυριου αποδωση μοι και φαγομαι και υδωρ αργυριου αποδωση μοι και πιομαι πλην οτι παρελευσομαι τοις ποσιν

29 καθως εποιησαν μοι οι υιοι ησαυ οι κατοικουντες εν σηιρ και οι μωαβιται οι κατοικουντες εν αροηρ εως παρελθω τον ιορδανην εις την γην ην κυριος ο θεος ημων διδωσιν ημιν

30 και ουκ ηθελησεν σηων βασιλευς εσεβων παρελθειν ημας δι' αυτου οτι εσκληρυνεν κυριος ο θεος ημων το πνευμα αυτου και κατισχυσεν την καρδιαν αυτου ινα παραδοθη εις τας χειρας σου ως εν τη ημερα ταυτη

31 και ειπεν κυριος προς με ιδου ηργμαι παραδουναι προ προσωπου σου τον σηων βασιλεα εσεβων τον αμορραιον και την γην αυτου εναρξαι κληρονομησαι την γην αυτου

32 και εξηλθεν σηων βασιλευς εσεβων εις συναντησιν ημιν αυτος και πας ο λαος αυτου εις πολεμον ιασσα

33 και παρεδωκεν αυτον κυριος ο θεος ημων προ προσωπου ημων και επαταξαμεν αυτον και τους υιους αυτου και παντα τον λαον αυτου

34 και εκρατησαμεν πασων των πολεων αυτου εν τω καιρω εκεινω και εξωλεθρευσαμεν πασαν πολιν εξης και τας γυναικας αυτων και τα τεκνα αυτων ου κατελιπομεν ζωγρειαν

35 πλην τα κτηνη επρονομευσαμεν και τα σκυλα των πολεων ελαβομεν

36 εξ αροηρ η εστιν παρα το χειλος χειμαρρου αρνων και την πολιν την ουσαν εν τη φαραγγι και εως ορους του γαλααδ ουκ εγενηθη πολις ητις διεφυγεν ημας τας πασας παρεδωκεν κυριος ο θεος ημων εις τας χειρας ημων

37 πλην εις γην υιων αμμων ου προσηλθομεν παντα τα συγκυρουντα χειμαρρου ιαβοκ και τας πολεις τας εν τη ορεινη καθοτι ενετειλατο ημιν κυριος ο θεος ημων

← Deuteronomy第1章   Deuteronomy第3章 →
研究内在含义

本章评论:

故事:

从斯威登堡的著作的解释和参考:

Arcana Coelestia 581, 1197, 1673, 1675, 1868, 2468, 3322 ...

The Lord 48

Show Unpublished Work(s)

Bible Studies:

The Journey Home



翻译:
分享: