Bibeln

 

Judges 8

Studie

   

1 καὶ εἶπαν πρὸς γεδεων ἀνὴρ εφραιμ τί τὸ ῥῆμα τοῦτο ἐποίησας ἡμῖν τοῦ μὴ καλέσαι ἡμᾶς ὅτε ἐπορεύθης παρατάξασθαι ἐν μαδιαμ καὶ διελέξαντο πρὸς αὐτὸν ἰσχυρῶς

2 καὶ εἶπεν πρὸς αὐτούς τί ἐποίησα νῦν καθὼς ὑμεῖς ἢ οὐχὶ κρεῖσσον ἐπιφυλλὶς εφραιμ ἢ τρυγητὸς αβιεζερ

3 ἐν χειρὶ ὑμῶν παρέδωκεν κύριος τοὺς ἄρχοντας μαδιαμ τὸν ωρηβ καὶ τὸν ζηβ καὶ τί ἠδυνήθην ποιῆσαι ὡς ὑμεῖς τότε ἀνέθη τὸ πνεῦμα αὐτῶν ἀπ' αὐτοῦ ἐν τῷ λαλῆσαι αὐτὸν τὸν λόγον τοῦτον

4 καὶ ἦλθεν γεδεων ἐπὶ τὸν ιορδάνην καὶ διέβη αὐτὸς καὶ οἱ τριακόσιοι ἄνδρες οἱ μετ' αὐτοῦ πεινῶντες καὶ διώκοντες

5 καὶ εἶπεν τοῖς ἀνδράσιν σοκχωθ δότε δὴ ἄρτους εἰς τροφὴν τῷ λαῷ τούτῳ τῷ ἐν ποσίν μου ὅτι ἐκλείπουσιν καὶ ἰδοὺ ἐγώ εἰμι διώκων ὀπίσω τοῦ ζεβεε καὶ σελμανα βασιλέων μαδιαμ

6 καὶ εἶπον οἱ ἄρχοντες σοκχωθ μὴ χεὶρ ζεβεε καὶ σελμανα νῦν ἐν χειρί σου οὐ δώσομεν τῇ δυνάμει σου ἄρτους

7 καὶ εἶπεν γεδεων διὰ τοῦτο ἐν τῷ δοῦναι κύριον τὸν ζεβεε καὶ σελμανα ἐν χειρί μου καὶ ἐγὼ ἀλοήσω τὰς σάρκας ὑμῶν ἐν ταῖς ἀκάνθαις τῆς ἐρήμου καὶ ἐν ταῖς αβαρκηνιν

8 καὶ ἀνέβη ἐκεῖθεν εἰς φανουηλ καὶ ἐλάλησεν πρὸς αὐτοὺς ὡσαύτως καὶ ἀπεκρίθησαν αὐτῷ οἱ ἄνδρες φανουηλ ὃν τρόπον ἀπεκρίθησαν ἄνδρες σοκχωθ

9 καὶ εἶπεν γεδεων πρὸς ἄνδρας φανουηλ ἐν ἐπιστροφῇ μου μετ' εἰρήνης τὸν πύργον τοῦτον κατασκάψω

10 καὶ ζεβεε καὶ σελμανα ἐν καρκαρ καὶ ἡ παρεμβολὴ αὐτῶν μετ' αὐτῶν ὡσεὶ δέκα πέντε χιλιάδες πάντες οἱ καταλελειμμένοι ἀπὸ πάσης παρεμβολῆς ἀλλοφύλων καὶ οἱ πεπτωκότες ἑκατὸν εἴκοσι χιλιάδες ἀνδρῶν σπωμένων ῥομφαίαν

11 καὶ ἀνέβη γεδεων ὁδὸν τῶν σκηνούντων ἐν σκηναῖς ἀπὸ ἀνατολῶν τῆς ναβαι καὶ ιεγεβαλ καὶ ἐπάταξεν τὴν παρεμβολήν καὶ ἡ παρεμβολὴ ἦν πεποιθυῖα

12 καὶ ἔφυγον ζεβεε καὶ σελμανα καὶ ἐδίωξεν ὀπίσω αὐτῶν καὶ ἐκράτησεν τοὺς δύο βασιλεῖς μαδιαμ τὸν ζεβεε καὶ τὸν σελμανα καὶ πᾶσαν τὴν παρεμβολὴν ἐξέστησεν

13 καὶ ἐπέστρεψεν γεδεων υἱὸς ιωας ἀπὸ τῆς παρατάξεως ἀπὸ ἐπάνωθεν τῆς παρατάξεως αρες

14 καὶ συνέλαβεν παιδάριον ἀπὸ τῶν ἀνδρῶν σοκχωθ καὶ ἐπηρώτησεν αὐτόν καὶ ἔγραψεν πρὸς αὐτὸν τὰ ὀνόματα τῶν ἀρχόντων σοκχωθ καὶ τῶν πρεσβυτέρων αὐτῶν ἑβδομήκοντα καὶ ἑπτὰ ἄνδρας

15 καὶ παρεγένετο γεδεων πρὸς τοὺς ἄρχοντας σοκχωθ καὶ εἶπεν ἰδοὺ ζεβεε καὶ σελμανα ἐν οἷς ὠνειδίσατέ με λέγοντες μὴ χεὶρ ζεβεε καὶ σελμανα νῦν ἐν χειρί σου ὅτι δώσομεν τοῖς ἀνδράσιν τοῖς ἐκλείπουσιν ἄρτους

16 καὶ ἔλαβεν τοὺς πρεσβυτέρους τῆς πόλεως ἐν ταῖς ἀκάνθαις τῆς ἐρήμου καὶ ταῖς βαρακηνιμ καὶ ἠλόησεν ἐν αὐτοῖς τοὺς ἄνδρας τῆς πόλεως

17 καὶ τὸν πύργον φανουηλ κατέστρεψεν καὶ ἀπέκτεινεν τοὺς ἄνδρας τῆς πόλεως

18 καὶ εἶπεν πρὸς ζεβεε καὶ σελμανα ποῦ οἱ ἄνδρες οὓς ἀπεκτείνατε ἐν θαβωρ καὶ εἶπαν ὡς σύ ὡς αὐτοὶ εἰς ὁμοίωμα υἱοῦ βασιλέως

19 καὶ εἶπεν γεδεων ἀδελφοί μου καὶ υἱοὶ τῆς μητρός μου ἦσαν ζῇ κύριος εἰ ἐζωογονήκειτε αὐτούς οὐκ ἂν ἀπέκτεινα ὑμᾶς

20 καὶ εἶπεν ιεθερ τῷ πρωτοτόκῳ αὐτοῦ ἀναστὰς ἀπόκτεινον αὐτούς καὶ οὐκ ἔσπασεν τὸ παιδάριον τὴν ῥομφαίαν αὐτοῦ ὅτι ἐφοβήθη ὅτι ἔτι νεώτερος ἦν

21 καὶ εἶπεν ζεβεε καὶ σελμανα ἀνάστα σὺ καὶ συνάντησον ἡμῖν ὅτι ὡς ἀνδρὸς ἡ δύναμίς σου καὶ ἀνέστη γεδεων καὶ ἀπέκτεινεν τὸν ζεβεε καὶ τὸν σελμανα καὶ ἔλαβεν τοὺς μηνίσκους τοὺς ἐν τοῖς τραχήλοις τῶν καμήλων αὐτῶν

22 καὶ εἶπον ἀνὴρ ισραηλ πρὸς γεδεων κύριε ἄρξον ἡμῶν καὶ σὺ καὶ ὁ υἱός σου ὅτι σὺ ἔσωσας ἡμᾶς ἐκ χειρὸς μαδιαμ

23 καὶ εἶπεν πρὸς αὐτοὺς γεδεων οὐκ ἄρξω ἐγώ καὶ οὐκ ἄρξει ὁ υἱός μου ἐν ὑμῖν κύριος ἄρξει ὑμῶν

24 καὶ εἶπεν γεδεων πρὸς αὐτούς αἰτήσομαι παρ' ὑμῶν αἴτημα καὶ δότε μοι ἀνὴρ ἐνώτιον ἐκ σκύλων αὐτοῦ ὅτι ἐνώτια χρυσᾶ αὐτοῖς ὅτι ισμαηλῖται ἦσαν

25 καὶ εἶπαν διδόντες δώσομεν καὶ ἀνέπτυξεν τὸ ἱμάτιον αὐτοῦ καὶ ἔβαλεν ἐκεῖ ἀνὴρ ἐνώτιον σκύλων αὐτοῦ

26 καὶ ἐγένετο ὁ σταθμὸς τῶν ἐνωτίων τῶν χρυσῶν ὧν ᾔτησεν χίλιοι καὶ πεντακόσιοι χρυσοῖ πάρεξ τῶν μηνίσκων καὶ τῶν στραγγαλίδων καὶ τῶν ἱματίων καὶ πορφυρίδων τῶν ἐπὶ βασιλεῦσι μαδιαμ καὶ ἐκτὸς τῶν περιθεμάτων ἃ ἦν ἐν τοῖς τραχήλοις τῶν καμήλων αὐτῶν

27 καὶ ἐποίησεν αὐτὸ γεδεων εἰς εφωθ καὶ ἔστησεν αὐτὸ ἐν πόλει αὐτοῦ εφραθα καὶ ἐξεπόρνευσεν πᾶς ισραηλ ὀπίσω αὐτοῦ ἐκεῖ καὶ ἐγένετο τῷ γεδεων καὶ τῷ οἴκῳ αὐτοῦ εἰς σκῶλον

28 καὶ συνεστάλη μαδιαμ ἐνώπιον υἱῶν ισραηλ καὶ οὐ προσέθηκαν ἆραι κεφαλὴν αὐτῶν καὶ ἡσύχασεν ἡ γῆ τεσσαράκοντα ἔτη ἐν ἡμέραις γεδεων

29 καὶ ἐπορεύθη ιεροβααλ υἱὸς ιωας καὶ ἐκάθισεν ἐν οἴκῳ αὐτοῦ

30 καὶ τῷ γεδεων ἦσαν ἑβδομήκοντα υἱοὶ ἐκπεπορευμένοι ἐκ μηρῶν αὐτοῦ ὅτι γυναῖκες πολλαὶ ἦσαν αὐτῷ

31 καὶ παλλακὴ αὐτοῦ ἦν ἐν συχεμ καὶ ἔτεκεν αὐτῷ καί γε αὐτὴ υἱόν καὶ ἔθηκεν τὸ ὄνομα αὐτοῦ αβιμελεχ

32 καὶ ἀπέθανεν γεδεων υἱὸς ιωας ἐν πόλει αὐτοῦ καὶ ἐτάφη ἐν τῷ τάφῳ ιωας τοῦ πατρὸς αὐτοῦ ἐν εφραθα αβιεσδρι

33 καὶ ἐγένετο καθὼς ἀπέθανεν γεδεων καὶ ἐπέστρεψαν οἱ υἱοὶ ισραηλ καὶ ἐξεπόρνευσαν ὀπίσω τῶν βααλιμ καὶ ἔθηκαν ἑαυτοῖς τῷ βααλ διαθήκην τοῦ εἶναι αὐτοῖς αὐτὸν εἰς θεόν

34 καὶ οὐκ ἐμνήσθησαν οἱ υἱοὶ ισραηλ κυρίου τοῦ θεοῦ τοῦ ῥυσαμένου αὐτοὺς ἐκ χειρὸς πάντων τῶν θλιβόντων αὐτοὺς κυκλόθεν

35 καὶ οὐκ ἐποίησαν ἔλεος μετὰ τοῦ οἴκου ιεροβααλ αὐτός ἐστιν γεδεων κατὰ πάντα τὰ ἀγαθά ἃ ἐποίησεν μετὰ ισραηλ

   

Bibeln

 

Numbers 26

Studie

   

1 καὶ ἐγένετο μετὰ τὴν πληγὴν καὶ ἐλάλησεν κύριος πρὸς μωυσῆν καὶ πρὸς ελεαζαρ τὸν ἱερέα λέγων

2 λαβὲ τὴν ἀρχὴν πάσης συναγωγῆς υἱῶν ισραηλ ἀπὸ εἰκοσαετοῦς καὶ ἐπάνω κατ' οἴκους πατριῶν αὐτῶν πᾶς ὁ ἐκπορευόμενος παρατάξασθαι ἐν ισραηλ

3 καὶ ἐλάλησεν μωυσῆς καὶ ελεαζαρ ὁ ἱερεὺς ἐν αραβωθ μωαβ ἐπὶ τοῦ ιορδάνου κατὰ ιεριχω λέγων

4 ἀπὸ εἰκοσαετοῦς καὶ ἐπάνω ὃν τρόπον συνέταξεν κύριος τῷ μωυσῇ καὶ οἱ υἱοὶ ισραηλ οἱ ἐξελθόντες ἐξ αἰγύπτου

5 ρουβην πρωτότοκος ισραηλ υἱοὶ δὲ ρουβην ενωχ καὶ δῆμος τοῦ ενωχ τῷ φαλλου δῆμος τοῦ φαλλουι

6 τῷ ασρων δῆμος τοῦ ασρωνι τῷ χαρμι δῆμος τοῦ χαρμι

7 οὗτοι δῆμοι ρουβην καὶ ἐγένετο ἡ ἐπίσκεψις αὐτῶν τρεῖς καὶ τεσσαράκοντα χιλιάδες καὶ ἑπτακόσιοι καὶ τριάκοντα

8 καὶ υἱοὶ φαλλου ελιαβ

9 καὶ υἱοὶ ελιαβ ναμουηλ καὶ δαθαν καὶ αβιρων οὗτοι ἐπίκλητοι τῆς συναγωγῆς οὗτοί εἰσιν οἱ ἐπισυστάντες ἐπὶ μωυσῆν καὶ ααρων ἐν τῇ συναγωγῇ κορε ἐν τῇ ἐπισυστάσει κυρίου

10 καὶ ἀνοίξασα ἡ γῆ τὸ στόμα αὐτῆς κατέπιεν αὐτοὺς καὶ κορε ἐν τῷ θανάτῳ τῆς συναγωγῆς αὐτοῦ ὅτε κατέφαγεν τὸ πῦρ τοὺς πεντήκοντα καὶ διακοσίους καὶ ἐγενήθησαν ἐν σημείῳ

11 οἱ δὲ υἱοὶ κορε οὐκ ἀπέθανον

12 καὶ οἱ υἱοὶ συμεων ὁ δῆμος τῶν υἱῶν συμεων τῷ ναμουηλ δῆμος ὁ ναμουηλι τῷ ιαμιν δῆμος ὁ ιαμινι τῷ ιαχιν δῆμος ὁ ιαχινι

13 τῷ ζαρα δῆμος ὁ ζαραϊ τῷ σαουλ δῆμος ὁ σαουλι

14 οὗτοι δῆμοι συμεων ἐκ τῆς ἐπισκέψεως αὐτῶν δύο καὶ εἴκοσι χιλιάδες καὶ διακόσιοι

15 υἱοὶ δὲ ιουδα ηρ καὶ αυναν καὶ ἀπέθανεν ηρ καὶ αυναν ἐν γῇ χανααν

16 ἐγένοντο δὲ οἱ υἱοὶ ιουδα κατὰ δήμους αὐτῶν τῷ σηλων δῆμος ὁ σηλωνι τῷ φαρες δῆμος ὁ φαρες τῷ ζαρα δῆμος ὁ ζαραϊ

17 καὶ ἐγένοντο υἱοὶ φαρες τῷ ασρων δῆμος ὁ ασρωνι τῷ ιαμουν δῆμος ὁ ιαμουνι

18 οὗτοι δῆμοι τῷ ιουδα κατὰ τὴν ἐπισκοπὴν αὐτῶν ἓξ καὶ ἑβδομήκοντα χιλιάδες καὶ πεντακόσιοι

19 καὶ υἱοὶ ισσαχαρ κατὰ δήμους αὐτῶν τῷ θωλα δῆμος ὁ θωλαϊ τῷ φουα δῆμος ὁ φουαϊ

20 τῷ ιασουβ δῆμος ὁ ιασουβι τῷ σαμαραν δῆμος ὁ σαμαρανι

21 οὗτοι δῆμοι ισσαχαρ ἐξ ἐπισκέψεως αὐτῶν τέσσαρες καὶ ἑξήκοντα χιλιάδες καὶ τριακόσιοι

22 υἱοὶ ζαβουλων κατὰ δήμους αὐτῶν τῷ σαρεδ δῆμος ὁ σαρεδι τῷ αλλων δῆμος ὁ αλλωνι τῷ αλληλ δῆμος ὁ αλληλι

23 οὗτοι δῆμοι ζαβουλων ἐξ ἐπισκέψεως αὐτῶν ἑξήκοντα χιλιάδες καὶ πεντακόσιοι

24 υἱοὶ γαδ κατὰ δήμους αὐτῶν τῷ σαφων δῆμος ὁ σαφωνι τῷ αγγι δῆμος ὁ αγγι τῷ σουνι δῆμος ὁ σουνι

25 τῷ αζενι δῆμος ὁ αζενι τῷ αδδι δῆμος ὁ αδδι

26 τῷ αροαδι δῆμος ὁ αροαδι τῷ αριηλ δῆμος ὁ αριηλι

27 οὗτοι δῆμοι υἱῶν γαδ ἐξ ἐπισκέψεως αὐτῶν τεσσαράκοντα χιλιάδες καὶ πεντακόσιοι

28 υἱοὶ ασηρ κατὰ δήμους αὐτῶν τῷ ιαμιν δῆμος ὁ ιαμινι τῷ ιεσου δῆμος ὁ ιεσουι τῷ βαρια δῆμος ὁ βαριαϊ

29 τῷ χοβερ δῆμος ὁ χοβερι τῷ μελχιηλ δῆμος ὁ μελχιηλι

30 καὶ τὸ ὄνομα θυγατρὸς ασηρ σαρα

31 οὗτοι δῆμοι ασηρ ἐξ ἐπισκέψεως αὐτῶν τρεῖς καὶ πεντήκοντα χιλιάδες καὶ τετρακόσιοι

32 υἱοὶ ιωσηφ κατὰ δήμους αὐτῶν μανασση καὶ εφραιμ

33 υἱοὶ μανασση τῷ μαχιρ δῆμος ὁ μαχιρι καὶ μαχιρ ἐγέννησεν τὸν γαλααδ τῷ γαλααδ δῆμος ὁ γαλααδι

34 καὶ οὗτοι υἱοὶ γαλααδ τῷ αχιεζερ δῆμος ὁ αχιεζερι τῷ χελεγ δῆμος ὁ χελεγι

35 τῷ εσριηλ δῆμος ὁ εσριηλι τῷ συχεμ δῆμος ὁ συχεμι

36 τῷ συμαερ δῆμος ὁ συμαερι καὶ τῷ οφερ δῆμος ὁ οφερι

37 καὶ τῷ σαλπααδ υἱῷ οφερ οὐκ ἐγένοντο αὐτῷ υἱοί ἀλλ' ἢ θυγατέρες καὶ ταῦτα τὰ ὀνόματα τῶν θυγατέρων σαλπααδ μαλα καὶ νουα καὶ εγλα καὶ μελχα καὶ θερσα

38 οὗτοι δῆμοι μανασση ἐξ ἐπισκέψεως αὐτῶν δύο καὶ πεντήκοντα χιλιάδες καὶ ἑπτακόσιοι

39 καὶ οὗτοι υἱοὶ εφραιμ τῷ σουταλα δῆμος ὁ σουταλαϊ τῷ ταναχ δῆμος ὁ ταναχι

40 οὗτοι υἱοὶ σουταλα τῷ εδεν δῆμος ὁ εδενι

41 οὗτοι δῆμοι εφραιμ ἐξ ἐπισκέψεως αὐτῶν δύο καὶ τριάκοντα χιλιάδες καὶ πεντακόσιοι οὗτοι δῆμοι υἱῶν ιωσηφ κατὰ δήμους αὐτῶν

42 υἱοὶ βενιαμιν κατὰ δήμους αὐτῶν τῷ βαλε δῆμος ὁ βαλεϊ τῷ ασυβηρ δῆμος ὁ ασυβηρι τῷ ιαχιραν δῆμος ὁ ιαχιρανι

43 τῷ σωφαν δῆμος ὁ σωφανι

44 καὶ ἐγένοντο οἱ υἱοὶ βαλε αδαρ καὶ νοεμαν τῷ αδαρ δῆμος ὁ αδαρι τῷ νοεμαν δῆμος ὁ νοεμανι

45 οὗτοι υἱοὶ βενιαμιν κατὰ δήμους αὐτῶν ἐξ ἐπισκέψεως αὐτῶν πέντε καὶ τεσσαράκοντα χιλιάδες καὶ ἑξακόσιοι

46 καὶ υἱοὶ δαν κατὰ δήμους αὐτῶν τῷ σαμι δῆμος ὁ σαμι οὗτοι δῆμοι δαν κατὰ δήμους αὐτῶν

47 πάντες οἱ δῆμοι σαμι κατ' ἐπισκοπὴν αὐτῶν τέσσαρες καὶ ἑξήκοντα χιλιάδες καὶ τετρακόσιοι

48 υἱοὶ νεφθαλι κατὰ δήμους αὐτῶν τῷ ασιηλ δῆμος ὁ ασιηλι τῷ γαυνι δῆμος ὁ γαυνι

49 τῷ ιεσερ δῆμος ὁ ιεσερι τῷ σελλημ δῆμος ὁ σελλημι

50 οὗτοι δῆμοι νεφθαλι ἐξ ἐπισκέψεως αὐτῶν πέντε καὶ τεσσαράκοντα χιλιάδες καὶ τετρακόσιοι

51 αὕτη ἡ ἐπίσκεψις υἱῶν ισραηλ ἑξακόσιαι χιλιάδες καὶ χίλιοι καὶ ἑπτακόσιοι καὶ τριάκοντα

52 καὶ ἐλάλησεν κύριος πρὸς μωυσῆν λέγων

53 τούτοις μερισθήσεται ἡ γῆ κληρονομεῖν ἐξ ἀριθμοῦ ὀνομάτων

54 τοῖς πλείοσιν πλεονάσεις τὴν κληρονομίαν καὶ τοῖς ἐλάττοσιν ἐλαττώσεις τὴν κληρονομίαν αὐτῶν ἑκάστῳ καθὼς ἐπεσκέπησαν δοθήσεται ἡ κληρονομία αὐτῶν

55 διὰ κλήρων μερισθήσεται ἡ γῆ τοῖς ὀνόμασιν κατὰ φυλὰς πατριῶν αὐτῶν κληρονομήσουσιν

56 ἐκ τοῦ κλήρου μεριεῖς τὴν κληρονομίαν αὐτῶν ἀνὰ μέσον πολλῶν καὶ ὀλίγων

57 καὶ υἱοὶ λευι κατὰ δήμους αὐτῶν τῷ γεδσων δῆμος ὁ γεδσωνι τῷ κααθ δῆμος ὁ κααθι τῷ μεραρι δῆμος ὁ μεραρι

58 οὗτοι δῆμοι υἱῶν λευι δῆμος ὁ λοβενι δῆμος ὁ χεβρωνι δῆμος ὁ κορε καὶ δῆμος ὁ μουσι καὶ κααθ ἐγέννησεν τὸν αμραμ

59 καὶ τὸ ὄνομα τῆς γυναικὸς αὐτοῦ ιωχαβεδ θυγάτηρ λευι ἣ ἔτεκεν τούτους τῷ λευι ἐν αἰγύπτῳ καὶ ἔτεκεν τῷ αμραμ τὸν ααρων καὶ μωυσῆν καὶ μαριαμ τὴν ἀδελφὴν αὐτῶν

60 καὶ ἐγεννήθησαν τῷ ααρων ὅ τε ναδαβ καὶ αβιουδ καὶ ελεαζαρ καὶ ιθαμαρ

61 καὶ ἀπέθανεν ναδαβ καὶ αβιουδ ἐν τῷ προσφέρειν αὐτοὺς πῦρ ἀλλότριον ἔναντι κυρίου ἐν τῇ ἐρήμῳ σινα

62 καὶ ἐγενήθησαν ἐξ ἐπισκέψεως αὐτῶν τρεῖς καὶ εἴκοσι χιλιάδες πᾶν ἀρσενικὸν ἀπὸ μηνιαίου καὶ ἐπάνω οὐ γὰρ συνεπεσκέπησαν ἐν μέσῳ υἱῶν ισραηλ ὅτι οὐ δίδοται αὐτοῖς κλῆρος ἐν μέσῳ υἱῶν ισραηλ

63 καὶ αὕτη ἡ ἐπίσκεψις μωυσῆ καὶ ελεαζαρ τοῦ ἱερέως οἳ ἐπεσκέψαντο τοὺς υἱοὺς ισραηλ ἐν αραβωθ μωαβ ἐπὶ τοῦ ιορδάνου κατὰ ιεριχω

64 καὶ ἐν τούτοις οὐκ ἦν ἄνθρωπος τῶν ἐπεσκεμμένων ὑπὸ μωυσῆ καὶ ααρων οὓς ἐπεσκέψαντο τοὺς υἱοὺς ισραηλ ἐν τῇ ἐρήμῳ σινα

65 ὅτι εἶπεν κύριος αὐτοῖς θανάτῳ ἀποθανοῦνται ἐν τῇ ἐρήμῳ καὶ οὐ κατελείφθη ἐξ αὐτῶν οὐδὲ εἷς πλὴν χαλεβ υἱὸς ιεφοννη καὶ ἰησοῦς ὁ τοῦ ναυη