Bible

 

Zechariah 12

Studie

   

1 λῆμμα λόγου κυρίου ἐπὶ τὸν ισραηλ λέγει κύριος ἐκτείνων οὐρανὸν καὶ θεμελιῶν γῆν καὶ πλάσσων πνεῦμα ἀνθρώπου ἐν αὐτῷ

2 ἰδοὺ ἐγὼ τίθημι τὴν ιερουσαλημ ὡς πρόθυρα σαλευόμενα πᾶσι τοῖς λαοῖς κύκλῳ καὶ ἐν τῇ ιουδαίᾳ ἔσται περιοχὴ ἐπὶ ιερουσαλημ

3 καὶ ἔσται ἐν τῇ ἡμέρᾳ ἐκείνῃ θήσομαι τὴν ιερουσαλημ λίθον καταπατούμενον πᾶσιν τοῖς ἔθνεσιν πᾶς ὁ καταπατῶν αὐτὴν ἐμπαίζων ἐμπαίξεται καὶ ἐπισυναχθήσονται ἐπ' αὐτὴν πάντα τὰ ἔθνη τῆς γῆς

4 ἐν τῇ ἡμέρᾳ ἐκείνῃ λέγει κύριος παντοκράτωρ πατάξω πάντα ἵππον ἐν ἐκστάσει καὶ τὸν ἀναβάτην αὐτοῦ ἐν παραφρονήσει ἐπὶ δὲ τὸν οἶκον ιουδα διανοίξω τοὺς ὀφθαλμούς μου καὶ πάντας τοὺς ἵππους τῶν λαῶν πατάξω ἐν ἀποτυφλώσει

5 καὶ ἐροῦσιν οἱ χιλίαρχοι ιουδα ἐν ταῖς καρδίαις αὐτῶν εὑρήσομεν ἑαυτοῖς τοὺς κατοικοῦντας ιερουσαλημ ἐν κυρίῳ παντοκράτορι θεῷ αὐτῶν

6 ἐν τῇ ἡμέρᾳ ἐκείνῃ θήσομαι τοὺς χιλιάρχους ιουδα ὡς δαλὸν πυρὸς ἐν ξύλοις καὶ ὡς λαμπάδα πυρὸς ἐν καλάμῃ καὶ καταφάγονται ἐκ δεξιῶν καὶ ἐξ εὐωνύμων πάντας τοὺς λαοὺς κυκλόθεν καὶ κατοικήσει ιερουσαλημ ἔτι καθ' ἑαυτήν

7 καὶ σώσει κύριος τὰ σκηνώματα ιουδα καθὼς ἀπ' ἀρχῆς ὅπως μὴ μεγαλύνηται καύχημα οἴκου δαυιδ καὶ ἔπαρσις τῶν κατοικούντων ιερουσαλημ ἐπὶ τὸν ιουδαν

8 καὶ ἔσται ἐν τῇ ἡμέρᾳ ἐκείνῃ ὑπερασπιεῖ κύριος ὑπὲρ τῶν κατοικούντων ιερουσαλημ καὶ ἔσται ὁ ἀσθενῶν ἐν αὐτοῖς ἐν ἐκείνῃ τῇ ἡμέρᾳ ὡς οἶκος δαυιδ ὁ δὲ οἶκος δαυιδ ὡς οἶκος θεοῦ ὡς ἄγγελος κυρίου ἐνώπιον αὐτῶν

9 καὶ ἔσται ἐν τῇ ἡμέρᾳ ἐκείνῃ ζητήσω τοῦ ἐξᾶραι πάντα τὰ ἔθνη τὰ ἐπερχόμενα ἐπὶ ιερουσαλημ

10 καὶ ἐκχεῶ ἐπὶ τὸν οἶκον δαυιδ καὶ ἐπὶ τοὺς κατοικοῦντας ιερουσαλημ πνεῦμα χάριτος καὶ οἰκτιρμοῦ καὶ ἐπιβλέψονται πρός με ἀνθ' ὧν κατωρχήσαντο καὶ κόψονται ἐπ' αὐτὸν κοπετὸν ὡς ἐπ' ἀγαπητὸν καὶ ὀδυνηθήσονται ὀδύνην ὡς ἐπὶ πρωτοτόκῳ

11 ἐν τῇ ἡμέρᾳ ἐκείνῃ μεγαλυνθήσεται ὁ κοπετὸς ἐν ιερουσαλημ ὡς κοπετὸς ῥοῶνος ἐν πεδίῳ ἐκκοπτομένου

12 καὶ κόψεται ἡ γῆ κατὰ φυλὰς φυλάς φυλὴ καθ' ἑαυτὴν καὶ αἱ γυναῖκες αὐτῶν καθ' ἑαυτάς φυλὴ οἶκου δαυιδ καθ' ἑαυτὴν καὶ αἱ γυναῖκες αὐτῶν καθ' ἑαυτάς φυλὴ οἴκου ναθαν καθ' ἑαυτὴν καὶ αἱ γυναῖκες αὐτῶν καθ' ἑαυτάς

13 φυλὴ οἴκου λευι καθ' ἑαυτὴν καὶ αἱ γυναῖκες αὐτῶν καθ' ἑαυτάς φυλὴ τοῦ συμεων καθ' ἑαυτὴν καὶ αἱ γυναῖκες αὐτῶν καθ' ἑαυτάς

14 πᾶσαι αἱ φυλαὶ αἱ ὑπολελειμμέναι φυλὴ καθ' ἑαυτὴν καὶ αἱ γυναῖκες αὐτῶν καθ' ἑαυτάς

   

Ze Swedenborgových děl

 

Doctrine of the Lord # 43

Prostudujte si tuto pasáž

  
/ 65  
  

43. The Lord is called David. This is apparent from the following:

...in that day...they shall serve Jehovah their God, and David their king, whom I will raise up for them. (Jeremiah 30:8-9)

Afterward the children of Israel shall return and seek Jehovah their God and David their king, and they shall come with reverence to Jehovah and to His goodness at the end of days. (Hosea 3:5)

I will raise up one shepherd over them, and he shall give them pasture — My servant David. He shall give them pasture and become their shepherd. And I, Jehovah, will become their God, and...David a prince among them. (Ezekiel 34:23-24)

...that they may become My people, and I become their God. David My servant shall be king over them, that they may all have one shepherd.... Then they shall dwell upon the land..., they, their children, and their children’s children, even to eternity; and...David shall be their prince to eternity. Moreover I will make a covenant of peace with them, and it shall be an everlasting covenant.... (Ezekiel 37:23-26)

I will make an everlasting covenant with you — the sure mercies of David. Indeed I have given him as a witness to the people, a prince and a lawgiver for the nations. (Isaiah 55:3-4)

On that day I will raise up the tabernacle of David, which has fallen down, and close up its fractures; I will restore its ruins, and rebuild it as in the days of old. (Amos 9:11)

...the house of David shall be like God, like an angel of Jehovah before them. (Zechariah 12:8)

In that day a fountain shall be opened for the house of David.... (Zechariah 13:1)

  
/ 65  
  

Published by the General Church of the New Jerusalem, 1100 Cathedral Road, Bryn Athyn, Pennsylvania 19009, U.S.A. A translation of Doctrina Novae Hierosolymae de Domino, by Emanuel Swedenborg, 1688-1772. Translated from the Original Latin by N. Bruce Rogers. ISBN 9780945003687, Library of Congress Control Number: 2013954074.