Bible

 

Zechariah 11

Studie

   

1 διάνοιξον ὁ λίβανος τὰς θύρας σου καὶ καταφαγέτω πῦρ τὰς κέδρους σου

2 ὀλολυξάτω πίτυς διότι πέπτωκεν κέδρος ὅτι μεγάλως μεγιστᾶνες ἐταλαιπώρησαν ὀλολύξατε δρύες τῆς βασανίτιδος ὅτι κατεσπάσθη ὁ δρυμὸς ὁ σύμφυτος

3 φωνὴ θρηνούντων ποιμένων ὅτι τεταλαιπώρηκεν ἡ μεγαλωσύνη αὐτῶν φωνὴ ὠρυομένων λεόντων ὅτι τεταλαιπώρηκεν τὸ φρύαγμα τοῦ ιορδάνου

4 τάδε λέγει κύριος παντοκράτωρ ποιμαίνετε τὰ πρόβατα τῆς σφαγῆς

5 ἃ οἱ κτησάμενοι κατέσφαζον καὶ οὐ μετεμέλοντο καὶ οἱ πωλοῦντες αὐτὰ ἔλεγον εὐλογητὸς κύριος καὶ πεπλουτήκαμεν καὶ οἱ ποιμένες αὐτῶν οὐκ ἔπασχον οὐδὲν ἐπ' αὐτοῖς

6 διὰ τοῦτο οὐ φείσομαι οὐκέτι ἐπὶ τοὺς κατοικοῦντας τὴν γῆν λέγει κύριος καὶ ἰδοὺ ἐγὼ παραδίδωμι τοὺς ἀνθρώπους ἕκαστον εἰς χεῖρας τοῦ πλησίον αὐτοῦ καὶ εἰς χεῖρας βασιλέως αὐτοῦ καὶ κατακόψουσιν τὴν γῆν καὶ οὐ μὴ ἐξέλωμαι ἐκ χειρὸς αὐτῶν

7 καὶ ποιμανῶ τὰ πρόβατα τῆς σφαγῆς εἰς τὴν χαναανῖτιν καὶ λήμψομαι ἐμαυτῷ δύο ῥάβδους τὴν μίαν ἐκάλεσα κάλλος καὶ τὴν ἑτέραν ἐκάλεσα σχοίνισμα καὶ ποιμανῶ τὰ πρόβατα

8 καὶ ἐξαρῶ τοὺς τρεῖς ποιμένας ἐν μηνὶ ἑνί καὶ βαρυνθήσεται ἡ ψυχή μου ἐπ' αὐτούς καὶ γὰρ αἱ ψυχαὶ αὐτῶν ἐπωρύοντο ἐπ' ἐμέ

9 καὶ εἶπα οὐ ποιμανῶ ὑμᾶς τὸ ἀποθνῇσκον ἀποθνῃσκέτω καὶ τὸ ἐκλεῖπον ἐκλειπέτω καὶ τὰ κατάλοιπα κατεσθιέτωσαν ἕκαστος τὰς σάρκας τοῦ πλησίον αὐτοῦ

10 καὶ λήμψομαι τὴν ῥάβδον μου τὴν καλὴν καὶ ἀπορρίψω αὐτὴν τοῦ διασκεδάσαι τὴν διαθήκην μου ἣν διεθέμην πρὸς πάντας τοὺς λαούς

11 καὶ διασκεδασθήσεται ἐν τῇ ἡμέρᾳ ἐκείνῃ καὶ γνώσονται οἱ χαναναῖοι τὰ πρόβατα τὰ φυλασσόμενα διότι λόγος κυρίου ἐστίν

12 καὶ ἐρῶ πρὸς αὐτούς εἰ καλὸν ἐνώπιον ὑμῶν ἐστιν δότε στήσαντες τὸν μισθόν μου ἢ ἀπείπασθε καὶ ἔστησαν τὸν μισθόν μου τριάκοντα ἀργυροῦς

13 καὶ εἶπεν κύριος πρός με κάθες αὐτοὺς εἰς τὸ χωνευτήριον καὶ σκέψαι εἰ δόκιμόν ἐστιν ὃν τρόπον ἐδοκιμάσθην ὑπὲρ αὐτῶν καὶ ἔλαβον τοὺς τριάκοντα ἀργυροῦς καὶ ἐνέβαλον αὐτοὺς εἰς τὸν οἶκον κυρίου εἰς τὸ χωνευτήριον

14 καὶ ἀπέρριψα τὴν ῥάβδον τὴν δευτέραν τὸ σχοίνισμα τοῦ διασκεδάσαι τὴν κατάσχεσιν ἀνὰ μέσον ιουδα καὶ ἀνὰ μέσον τοῦ ισραηλ

15 καὶ εἶπεν κύριος πρός με ἔτι λαβὲ σεαυτῷ σκεύη ποιμενικὰ ποιμένος ἀπείρου

16 διότι ἰδοὺ ἐγὼ ἐξεγείρω ποιμένα ἐπὶ τὴν γῆν τὸ ἐκλιμπάνον οὐ μὴ ἐπισκέψηται καὶ τὸ διεσκορπισμένον οὐ μὴ ζητήσῃ καὶ τὸ συντετριμμένον οὐ μὴ ἰάσηται καὶ τὸ ὁλόκληρον οὐ μὴ κατευθύνῃ καὶ τὰ κρέα τῶν ἐκλεκτῶν καταφάγεται καὶ τοὺς ἀστραγάλους αὐτῶν ἐκστρέψει

17 ὦ οἱ ποιμαίνοντες τὰ μάταια καὶ οἱ καταλελοιπότες τὰ πρόβατα μάχαιρα ἐπὶ τοὺς βραχίονας αὐτοῦ καὶ ἐπὶ τὸν ὀφθαλμὸν τὸν δεξιὸν αὐτοῦ ὁ βραχίων αὐτοῦ ξηραινόμενος ξηρανθήσεται καὶ ὁ ὀφθαλμὸς ὁ δεξιὸς αὐτοῦ ἐκτυφλούμενος ἐκτυφλωθήσεται

   

Ze Swedenborgových děl

 

True Christian Religion # 310

Prostudujte si tuto pasáž

  
/ 853  
  

310. In the spiritual sense murders mean all manners of killing and destroying human souls. These are of many and varied kinds, for instance, turning them away from God, religion and the worship of God, making these things the subject of scandal, and persuading people of things which cause them to be hated and rejected. Such are all the devils and satans in hell, and linked with them are those in this world who offer violence to and prostitute the holiness of the church. It is those who destroy souls by means of falsities who are meant by the king of the abyss, called 'Abaddon' or 'Apollyon', that is, the destroyer, in Revelation 9:11; and in the prophetic parts of the Word by 'the slain', as in these passages:

Jehovah God has said, Feed the sheep to be slain, which their owners slaughtered, Zechariah 11:4-5, 7.

We were slain all day long; we were considered sheep for slaughter, Psalms 44:22.

Jacob will cause those who are to come to take root; has he not been slain even as he slew others? Isaiah 27:6-7.

A thief 1 does not come except to steal and slaughter sheep; I have come so that they may have life and plenty, John 10:10.

There are further passages of this kind, such as Isaiah 14:21; 26:21; Ezekiel 37:9 2 ; Jeremiah 4:31; 12:3; Revelation 9:4-5; 11:7. This is why the devil is called 'a murderer from the beginning' (John 8:44).

Poznámky pod čarou:

1. The Latin text has 'a stranger', but this is corrected in the author's copy. The word 'sheep' has been added to the quotation.

2. This reference appears to be wrong; possibly is intended.

  
/ 853  
  

Thanks to the Swedenborg Society for the permission to use this translation.