Bible

 

Numbers 33

Studie

   

1 καὶ οὗτοι σταθμοὶ τῶν υἱῶν ισραηλ ὡς ἐξῆλθον ἐκ γῆς αἰγύπτου σὺν δυνάμει αὐτῶν ἐν χειρὶ μωυσῆ καὶ ααρων

2 καὶ ἔγραψεν μωυσῆς τὰς ἀπάρσεις αὐτῶν καὶ τοὺς σταθμοὺς αὐτῶν διὰ ῥήματος κυρίου καὶ οὗτοι σταθμοὶ τῆς πορείας αὐτῶν

3 ἀπῆραν ἐκ ραμεσση τῷ μηνὶ τῷ πρώτῳ τῇ πεντεκαιδεκάτῃ ἡμέρᾳ τοῦ μηνὸς τοῦ πρώτου τῇ ἐπαύριον τοῦ πασχα ἐξῆλθον οἱ υἱοὶ ισραηλ ἐν χειρὶ ὑψηλῇ ἐναντίον πάντων τῶν αἰγυπτίων

4 καὶ οἱ αἰγύπτιοι ἔθαπτον ἐξ αὑτῶν τοὺς τεθνηκότας πάντας οὓς ἐπάταξεν κύριος πᾶν πρωτότοκον ἐν γῇ αἰγύπτῳ καὶ ἐν τοῖς θεοῖς αὐτῶν ἐποίησεν τὴν ἐκδίκησιν κύριος

5 καὶ ἀπάραντες οἱ υἱοὶ ισραηλ ἐκ ραμεσση παρενέβαλον εἰς σοκχωθ

6 καὶ ἀπῆραν ἐκ σοκχωθ καὶ παρενέβαλον εἰς βουθαν ὅ ἐστιν μέρος τι τῆς ἐρήμου

7 καὶ ἀπῆραν ἐκ βουθαν καὶ παρενέβαλον ἐπὶ στόμα εϊρωθ ὅ ἐστιν ἀπέναντι βεελσεπφων καὶ παρενέβαλον ἀπέναντι μαγδώλου

8 καὶ ἀπῆραν ἀπέναντι εϊρωθ καὶ διέβησαν μέσον τῆς θαλάσσης εἰς τὴν ἔρημον καὶ ἐπορεύθησαν ὁδὸν τριῶν ἡμερῶν διὰ τῆς ἐρήμου αὐτοὶ καὶ παρενέβαλον ἐν πικρίαις

9 καὶ ἀπῆραν ἐκ πικριῶν καὶ ἦλθον εἰς αιλιμ καὶ ἐν αιλιμ δώδεκα πηγαὶ ὑδάτων καὶ ἑβδομήκοντα στελέχη φοινίκων καὶ παρενέβαλον ἐκεῖ παρὰ τὸ ὕδωρ

10 καὶ ἀπῆραν ἐξ αιλιμ καὶ παρενέβαλον ἐπὶ θάλασσαν ἐρυθράν

11 καὶ ἀπῆραν ἀπὸ θαλάσσης ἐρυθρᾶς καὶ παρενέβαλον εἰς τὴν ἔρημον σιν

12 καὶ ἀπῆραν ἐκ τῆς ἐρήμου σιν καὶ παρενέβαλον εἰς ραφακα

13 καὶ ἀπῆραν ἐκ ραφακα καὶ παρενέβαλον ἐν αιλους

14 καὶ ἀπῆραν ἐξ αιλους καὶ παρενέβαλον ἐν ραφιδιν καὶ οὐκ ἦν ὕδωρ τῷ λαῷ πιεῖν ἐκεῖ

15 καὶ ἀπῆραν ἐκ ραφιδιν καὶ παρενέβαλον ἐν τῇ ἐρήμῳ σινα

16 καὶ ἀπῆραν ἐκ τῆς ἐρήμου σινα καὶ παρενέβαλον ἐν μνήμασιν τῆς ἐπιθυμίας

17 καὶ ἀπῆραν ἐκ μνημάτων ἐπιθυμίας καὶ παρενέβαλον ἐν ασηρωθ

18 καὶ ἀπῆραν ἐξ ασηρωθ καὶ παρενέβαλον ἐν ραθαμα

19 καὶ ἀπῆραν ἐκ ραθαμα καὶ παρενέβαλον ἐν ρεμμων φαρες

20 καὶ ἀπῆραν ἐκ ρεμμων φαρες καὶ παρενέβαλον ἐν λεμωνα

21 καὶ ἀπῆραν ἐκ λεμωνα καὶ παρενέβαλον εἰς δεσσα

22 καὶ ἀπῆραν ἐκ δεσσα καὶ παρενέβαλον εἰς μακελλαθ

23 καὶ ἀπῆραν ἐκ μακελλαθ καὶ παρενέβαλον εἰς σαφαρ

24 καὶ ἀπῆραν ἐκ σαφαρ καὶ παρενέβαλον εἰς χαραδαθ

25 καὶ ἀπῆραν ἐκ χαραδαθ καὶ παρενέβαλον εἰς μακηλωθ

26 καὶ ἀπῆραν ἐκ μακηλωθ καὶ παρενέβαλον εἰς κατααθ

27 καὶ ἀπῆραν ἐκ κατααθ καὶ παρενέβαλον εἰς ταραθ

28 καὶ ἀπῆραν ἐκ ταραθ καὶ παρενέβαλον εἰς ματεκκα

29 καὶ ἀπῆραν ἐκ ματεκκα καὶ παρενέβαλον εἰς σελμωνα

30 καὶ ἀπῆραν ἐκ σελμωνα καὶ παρενέβαλον εἰς μασσουρουθ

31 καὶ ἀπῆραν ἐκ μασσουρουθ καὶ παρενέβαλον εἰς βαναια

32 καὶ ἀπῆραν ἐκ βαναια καὶ παρενέβαλον εἰς τὸ ὄρος γαδγαδ

33 καὶ ἀπῆραν ἐκ τοῦ ὄρους γαδγαδ καὶ παρενέβαλον εἰς ετεβαθα

34 καὶ ἀπῆραν ἐξ ετεβαθα καὶ παρενέβαλον εἰς εβρωνα

35 καὶ ἀπῆραν ἐξ εβρωνα καὶ παρενέβαλον εἰς γεσιωνγαβερ

36 καὶ ἀπῆραν ἐκ γεσιωνγαβερ καὶ παρενέβαλον ἐν τῇ ἐρήμῳ σιν καὶ ἀπῆραν ἐκ τῆς ἐρήμου σιν καὶ παρενέβαλον εἰς τὴν ἔρημον φαραν αὕτη ἐστὶν καδης

37 καὶ ἀπῆραν ἐκ καδης καὶ παρενέβαλον εἰς ωρ τὸ ὄρος πλησίον γῆς εδωμ

38 καὶ ἀνέβη ααρων ὁ ἱερεὺς διὰ προστάγματος κυρίου καὶ ἀπέθανεν ἐκεῖ ἐν τῷ τεσσαρακοστῷ ἔτει τῆς ἐξόδου τῶν υἱῶν ισραηλ ἐκ γῆς αἰγύπτου τῷ μηνὶ τῷ πέμπτῳ μιᾷ τοῦ μηνός

39 καὶ ααρων ἦν τριῶν καὶ εἴκοσι καὶ ἑκατὸν ἐτῶν ὅτε ἀπέθνῃσκεν ἐν ωρ τῷ ὄρει

40 καὶ ἀκούσας ὁ χανανις βασιλεὺς αραδ καὶ οὗτος κατῴκει ἐν γῇ χανααν ὅτε εἰσεπορεύοντο οἱ υἱοὶ ισραηλ

41 καὶ ἀπῆραν ἐξ ωρ τοῦ ὄρους καὶ παρενέβαλον εἰς σελμωνα

42 καὶ ἀπῆραν ἐκ σελμωνα καὶ παρενέβαλον εἰς φινω

43 καὶ ἀπῆραν ἐκ φινω καὶ παρενέβαλον εἰς ωβωθ

44 καὶ ἀπῆραν ἐξ ωβωθ καὶ παρενέβαλον ἐν γαι ἐν τῷ πέραν ἐπὶ τῶν ὁρίων μωαβ

45 καὶ ἀπῆραν ἐκ γαι καὶ παρενέβαλον εἰς δαιβων γαδ

46 καὶ ἀπῆραν ἐκ δαιβων γαδ καὶ παρενέβαλον ἐν γελμων δεβλαθαιμ

47 καὶ ἀπῆραν ἐκ γελμων δεβλαθαιμ καὶ παρενέβαλον ἐπὶ τὰ ὄρη τὰ αβαριμ ἀπέναντι ναβαυ

48 καὶ ἀπῆραν ἀπὸ ὀρέων αβαριμ καὶ παρενέβαλον ἐπὶ δυσμῶν μωαβ ἐπὶ τοῦ ιορδάνου κατὰ ιεριχω

49 καὶ παρενέβαλον παρὰ τὸν ιορδάνην ἀνὰ μέσον αισιμωθ ἕως βελσαττιμ κατὰ δυσμὰς μωαβ

50 καὶ ἐλάλησεν κύριος πρὸς μωυσῆν ἐπὶ δυσμῶν μωαβ παρὰ τὸν ιορδάνην κατὰ ιεριχω λέγων

51 λάλησον τοῖς υἱοῖς ισραηλ καὶ ἐρεῖς πρὸς αὐτούς ὑμεῖς διαβαίνετε τὸν ιορδάνην εἰς γῆν χανααν

52 καὶ ἀπολεῖτε πάντας τοὺς κατοικοῦντας ἐν τῇ γῇ πρὸ προσώπου ὑμῶν καὶ ἐξαρεῖτε τὰς σκοπιὰς αὐτῶν καὶ πάντα τὰ εἴδωλα τὰ χωνευτὰ αὐτῶν ἀπολεῖτε αὐτὰ καὶ πάσας τὰς στήλας αὐτῶν ἐξαρεῖτε

53 καὶ ἀπολεῖτε πάντας τοὺς κατοικοῦντας τὴν γῆν καὶ κατοικήσετε ἐν αὐτῇ ὑμῖν γὰρ δέδωκα τὴν γῆν αὐτῶν ἐν κλήρῳ

54 καὶ κατακληρονομήσετε τὴν γῆν αὐτῶν ἐν κλήρῳ κατὰ φυλὰς ὑμῶν τοῖς πλείοσιν πληθυνεῖτε τὴν κατάσχεσιν αὐτῶν καὶ τοῖς ἐλάττοσιν ἐλαττώσετε τὴν κατάσχεσιν αὐτῶν εἰς ὃ ἐὰν ἐξέλθῃ τὸ ὄνομα αὐτοῦ ἐκεῖ αὐτοῦ ἔσται κατὰ φυλὰς πατριῶν ὑμῶν κληρονομήσετε

55 ἐὰν δὲ μὴ ἀπολέσητε τοὺς κατοικοῦντας ἐπὶ τῆς γῆς ἀπὸ προσώπου ὑμῶν καὶ ἔσται οὓς ἐὰν καταλίπητε ἐξ αὐτῶν σκόλοπες ἐν τοῖς ὀφθαλμοῖς ὑμῶν καὶ βολίδες ἐν ταῖς πλευραῖς ὑμῶν καὶ ἐχθρεύσουσιν ἐπὶ τῆς γῆς ἐφ' ἣν ὑμεῖς κατοικήσετε

56 καὶ ἔσται καθότι διεγνώκειν ποιῆσαι αὐτούς ποιήσω ὑμῖν

   

Ze Swedenborgových děl

 

Apocalypse Revealed # 440

Prostudujte si tuto pasáž

  
/ 962  
  

440. And they had as king over them the angel of the bottomless pit, whose name in Hebrew is Abaddon, but who in Greek has the name Apollyon. (9:11) This symbolically means that those caught up in falsities springing from lusts, who by a total falsification of the Word destroyed the church, are in a satanic hell.

The angel of the bottomless pit as king does not signify that some angel is king there, but that falsity reigns in it. For a king in its genuine sense symbolizes someone who possesses truths owing to an affection for goodness, and abstractly truth itself (no. 20); and in an opposite sense, therefore, a king symbolizes someone who is caught up in falsities owing to a lust for evil, and abstractly falsity itself. The bottomless pit symbolizes the satanic hell where such people reside (nos. 387, 421). A name symbolizes the character of someone's or something's state (nos. 81, 122, 165).

Abaddon in Hebrew is someone who destroys, or a destroyer, and likewise Apollyon in Greek, and this is falsity of the most fundamental sort, which by a total falsification of the Word has destroyed the church.

Abaddon in the Hebrew text means destruction in the following places:

Your truth in destruction? (Psalms 88:11)

Hell is naked before Him, and destruction has no covering. (Job 26:6)

For it will be a fire that consumes to destruction... (Job 31:12)

Destruction and death say... (Job 28:22)

Elsewhere hell and the devil are called destruction or a destroyer (Isaiah 54:16, Ezekiel 5:16; 9:1, Exodus 12:13), but by using another term.

  
/ 962  
  

Many thanks to the General Church of the New Jerusalem, and to Rev. N.B. Rogers, translator, for the permission to use this translation.