Bible

 

Numbers 21

Studie

   

1 καὶ ἤκουσεν ὁ χανανις βασιλεὺς αραδ ὁ κατοικῶν κατὰ τὴν ἔρημον ἦλθεν γὰρ ισραηλ ὁδὸν αθαριν καὶ ἐπολέμησεν πρὸς ισραηλ καὶ κατεπρονόμευσαν ἐξ αὐτῶν αἰχμαλωσίαν

2 καὶ ηὔξατο ισραηλ εὐχὴν κυρίῳ καὶ εἶπεν ἐάν μοι παραδῷς τὸν λαὸν τοῦτον ὑποχείριον ἀναθεματιῶ αὐτὸν καὶ τὰς πόλεις αὐτοῦ

3 καὶ εἰσήκουσεν κύριος τῆς φωνῆς ισραηλ καὶ παρέδωκεν τὸν χανανιν ὑποχείριον αὐτοῦ καὶ ἀνεθεμάτισεν αὐτὸν καὶ τὰς πόλεις αὐτοῦ καὶ ἐπεκάλεσαν τὸ ὄνομα τοῦ τόπου ἐκείνου ἀνάθεμα

4 καὶ ἀπάραντες ἐξ ωρ τοῦ ὄρους ὁδὸν ἐπὶ θάλασσαν ἐρυθρὰν περιεκύκλωσαν γῆν εδωμ καὶ ὠλιγοψύχησεν ὁ λαὸς ἐν τῇ ὁδῷ

5 καὶ κατελάλει ὁ λαὸς πρὸς τὸν θεὸν καὶ κατὰ μωυσῆ λέγοντες ἵνα τί ἐξήγαγες ἡμᾶς ἐξ αἰγύπτου ἀποκτεῖναι ἡμᾶς ἐν τῇ ἐρήμῳ ὅτι οὐκ ἔστιν ἄρτος οὐδὲ ὕδωρ ἡ δὲ ψυχὴ ἡμῶν προσώχθισεν ἐν τῷ ἄρτῳ τῷ διακένῳ

6 καὶ ἀπέστειλεν κύριος εἰς τὸν λαὸν τοὺς ὄφεις τοὺς θανατοῦντας καὶ ἔδακνον τὸν λαόν καὶ ἀπέθανεν λαὸς πολὺς τῶν υἱῶν ισραηλ

7 καὶ παραγενόμενος ὁ λαὸς πρὸς μωυσῆν ἔλεγον ὅτι ἡμάρτομεν ὅτι κατελαλήσαμεν κατὰ τοῦ κυρίου καὶ κατὰ σοῦ εὖξαι οὖν πρὸς κύριον καὶ ἀφελέτω ἀφ' ἡμῶν τὸν ὄφιν καὶ ηὔξατο μωυσῆς πρὸς κύριον περὶ τοῦ λαοῦ

8 καὶ εἶπεν κύριος πρὸς μωυσῆν ποίησον σεαυτῷ ὄφιν καὶ θὲς αὐτὸν ἐπὶ σημείου καὶ ἔσται ἐὰν δάκῃ ὄφις ἄνθρωπον πᾶς ὁ δεδηγμένος ἰδὼν αὐτὸν ζήσεται

9 καὶ ἐποίησεν μωυσῆς ὄφιν χαλκοῦν καὶ ἔστησεν αὐτὸν ἐπὶ σημείου καὶ ἐγένετο ὅταν ἔδακνεν ὄφις ἄνθρωπον καὶ ἐπέβλεψεν ἐπὶ τὸν ὄφιν τὸν χαλκοῦν καὶ ἔζη

10 καὶ ἀπῆραν οἱ υἱοὶ ισραηλ καὶ παρενέβαλον ἐν ωβωθ

11 καὶ ἐξάραντες ἐξ ωβωθ παρενέβαλον ἐν αχελγαι ἐκ τοῦ πέραν ἐν τῇ ἐρήμῳ ἥ ἐστιν κατὰ πρόσωπον μωαβ κατὰ ἀνατολὰς ἡλίου

12 ἐκεῖθεν ἀπῆραν καὶ παρενέβαλον εἰς φάραγγα ζαρετ

13 καὶ ἐκεῖθεν ἀπάραντες παρενέβαλον εἰς τὸ πέραν αρνων ἐν τῇ ἐρήμῳ τὸ ἐξέχον ἀπὸ τῶν ὁρίων τῶν αμορραίων ἔστιν γὰρ αρνων ὅρια μωαβ ἀνὰ μέσον μωαβ καὶ ἀνὰ μέσον τοῦ αμορραίου

14 διὰ τοῦτο λέγεται ἐν βιβλίῳ πόλεμος τοῦ κυρίου τὴν ζωοβ ἐφλόγισεν καὶ τοὺς χειμάρρους αρνων

15 καὶ τοὺς χειμάρρους κατέστησεν κατοικίσαι ηρ καὶ πρόσκειται τοῖς ὁρίοις μωαβ

16 καὶ ἐκεῖθεν τὸ φρέαρ τοῦτό ἐστιν τὸ φρέαρ ὃ εἶπεν κύριος πρὸς μωυσῆν συνάγαγε τὸν λαόν καὶ δώσω αὐτοῖς ὕδωρ πιεῖν

17 τότε ᾖσεν ισραηλ τὸ ἆ|σμα τοῦτο ἐπὶ τοῦ φρέατος ἐξάρχετε αὐτῷ

18 φρέαρ ὤρυξαν αὐτὸ ἄρχοντες ἐξελατόμησαν αὐτὸ βασιλεῖς ἐθνῶν ἐν τῇ βασιλείᾳ αὐτῶν ἐν τῷ κυριεῦσαι αὐτῶν καὶ ἀπὸ φρέατος εἰς μανθαναιν

19 καὶ ἀπὸ μανθαναιν εἰς νααλιηλ καὶ ἀπὸ νααλιηλ εἰς βαμωθ

20 καὶ ἀπὸ βαμωθ εἰς νάπην ἥ ἐστιν ἐν τῷ πεδίῳ μωαβ ἀπὸ κορυφῆς τοῦ λελαξευμένου τὸ βλέπον κατὰ πρόσωπον τῆς ἐρήμου

21 καὶ ἀπέστειλεν μωυσῆς πρέσβεις πρὸς σηων βασιλέα αμορραίων λόγοις εἰρηνικοῖς λέγων

22 παρελευσόμεθα διὰ τῆς γῆς σου τῇ ὁδῷ πορευσόμεθα οὐκ ἐκκλινοῦμεν οὔτε εἰς ἀγρὸν οὔτε εἰς ἀμπελῶνα οὐ πιόμεθα ὕδωρ ἐκ φρέατός σου ὁδῷ βασιλικῇ πορευσόμεθα ἕως παρέλθωμεν τὰ ὅριά σου

23 καὶ οὐκ ἔδωκεν σηων τῷ ισραηλ παρελθεῖν διὰ τῶν ὁρίων αὐτοῦ καὶ συνήγαγεν σηων πάντα τὸν λαὸν αὐτοῦ καὶ ἐξῆλθεν παρατάξασθαι τῷ ισραηλ εἰς τὴν ἔρημον καὶ ἦλθεν εἰς ιασσα καὶ παρετάξατο τῷ ισραηλ

24 καὶ ἐπάταξεν αὐτὸν ισραηλ φόνῳ μαχαίρης καὶ κατεκυρίευσαν τῆς γῆς αὐτοῦ ἀπὸ αρνων ἕως ιαβοκ ἕως υἱῶν αμμαν ὅτι ιαζηρ ὅρια υἱῶν αμμων ἐστίν

25 καὶ ἔλαβεν ισραηλ πάσας τὰς πόλεις ταύτας καὶ κατῴκησεν ισραηλ ἐν πάσαις ταῖς πόλεσιν τῶν αμορραίων ἐν εσεβων καὶ ἐν πάσαις ταῖς συγκυρούσαις αὐτῇ

26 ἔστιν γὰρ εσεβων πόλις σηων τοῦ βασιλέως τῶν αμορραίων καὶ οὗτος ἐπολέμησεν βασιλέα μωαβ τὸ πρότερον καὶ ἔλαβον πᾶσαν τὴν γῆν αὐτοῦ ἀπὸ αροηρ ἕως αρνων

27 διὰ τοῦτο ἐροῦσιν οἱ αἰνιγματισταί ἔλθετε εἰς εσεβων ἵνα οἰκοδομηθῇ καὶ κατασκευασθῇ πόλις σηων

28 ὅτι πῦρ ἐξῆλθεν ἐξ εσεβων φλὸξ ἐκ πόλεως σηων καὶ κατέφαγεν ἕως μωαβ καὶ κατέπιεν στήλας αρνων

29 οὐαί σοι μωαβ ἀπώλου λαὸς χαμως ἀπεδόθησαν οἱ υἱοὶ αὐτῶν διασῴζεσθαι καὶ αἱ θυγατέρες αὐτῶν αἰχμάλωτοι τῷ βασιλεῖ τῶν αμορραίων σηων

30 καὶ τὸ σπέρμα αὐτῶν ἀπολεῖται εσεβων ἕως δαιβων καὶ αἱ γυναῖκες ἔτι προσεξέκαυσαν πῦρ ἐπὶ μωαβ

31 κατῴκησεν δὲ ισραηλ ἐν πάσαις ταῖς πόλεσιν τῶν αμορραίων

32 καὶ ἀπέστειλεν μωυσῆς κατασκέψασθαι τὴν ιαζηρ καὶ κατελάβοντο αὐτὴν καὶ τὰς κώμας αὐτῆς καὶ ἐξέβαλον τὸν αμορραῖον τὸν κατοικοῦντα ἐκεῖ

33 καὶ ἐπιστρέψαντες ἀνέβησαν ὁδὸν τὴν εἰς βασαν καὶ ἐξῆλθεν ωγ βασιλεὺς τῆς βασαν εἰς συνάντησιν αὐτοῖς καὶ πᾶς ὁ λαὸς αὐτοῦ εἰς πόλεμον εἰς εδραϊν

34 καὶ εἶπεν κύριος πρὸς μωυσῆν μὴ φοβηθῇς αὐτόν ὅτι εἰς τὰς χεῖράς σου παραδέδωκα αὐτὸν καὶ πάντα τὸν λαὸν αὐτοῦ καὶ πᾶσαν τὴν γῆν αὐτοῦ καὶ ποιήσεις αὐτῷ καθὼς ἐποίησας τῷ σηων βασιλεῖ τῶν αμορραίων ὃς κατῴκει ἐν εσεβων

35 καὶ ἐπάταξεν αὐτὸν καὶ τοὺς υἱοὺς αὐτοῦ καὶ πάντα τὸν λαὸν αὐτοῦ ἕως τοῦ μὴ καταλιπεῖν αὐτοῦ ζωγρείαν καὶ ἐκληρονόμησαν τὴν γῆν αὐτῶν

   

Bible

 

Deuteronomy 2

Studie

   

1 καὶ ἐπιστραφέντες ἀπήραμεν εἰς τὴν ἔρημον ὁδὸν θάλασσαν ἐρυθράν ὃν τρόπον ἐλάλησεν κύριος πρός με καὶ ἐκυκλώσαμεν τὸ ὄρος τὸ σηιρ ἡμέρας πολλάς

2 καὶ εἶπεν κύριος πρός με

3 ἱκανούσθω ὑμῖν κυκλοῦν τὸ ὄρος τοῦτο ἐπιστράφητε οὖν ἐπὶ βορρᾶν

4 καὶ τῷ λαῷ ἔντειλαι λέγων ὑμεῖς παραπορεύεσθε διὰ τῶν ὁρίων τῶν ἀδελφῶν ὑμῶν υἱῶν ησαυ οἳ κατοικοῦσιν ἐν σηιρ καὶ φοβηθήσονται ὑμᾶς καὶ εὐλαβηθήσονται ὑμᾶς σφόδρα

5 μὴ συνάψητε πρὸς αὐτοὺς πόλεμον οὐ γὰρ μὴ δῶ ὑμῖν ἀπὸ τῆς γῆς αὐτῶν οὐδὲ βῆμα ποδός ὅτι ἐν κλήρῳ δέδωκα τοῖς υἱοῖς ησαυ τὸ ὄρος τὸ σηιρ

6 βρώματα ἀργυρίου ἀγοράσατε παρ' αὐτῶν καὶ φάγεσθε καὶ ὕδωρ μέτρῳ λήμψεσθε παρ' αὐτῶν ἀργυρίου καὶ πίεσθε

7 ὁ γὰρ κύριος ὁ θεὸς ἡμῶν εὐλόγησέν σε ἐν παντὶ ἔργῳ τῶν χειρῶν σου διάγνωθι πῶς διῆλθες τὴν ἔρημον τὴν μεγάλην καὶ τὴν φοβερὰν ἐκείνην ἰδοὺ τεσσαράκοντα ἔτη κύριος ὁ θεός σου μετὰ σοῦ οὐκ ἐπεδεήθης ῥήματος

8 καὶ παρήλθομεν τοὺς ἀδελφοὺς ἡμῶν υἱοὺς ησαυ τοὺς κατοικοῦντας ἐν σηιρ παρὰ τὴν ὁδὸν τὴν αραβα ἀπὸ αιλων καὶ ἀπὸ γασιωνγαβερ καὶ ἐπιστρέψαντες παρήλθομεν ὁδὸν ἔρημον μωαβ

9 καὶ εἶπεν κύριος πρός με μὴ ἐχθραίνετε τοῖς μωαβίταις καὶ μὴ συνάψητε πρὸς αὐτοὺς πόλεμον οὐ γὰρ μὴ δῶ ὑμῖν ἀπὸ τῆς γῆς αὐτῶν ἐν κλήρῳ τοῖς γὰρ υἱοῖς λωτ δέδωκα τὴν σηιρ κληρονομεῖν

10 οἱ ομμιν πρότεροι ἐνεκάθηντο ἐπ' αὐτῆς ἔθνος μέγα καὶ πολὺ καὶ ἰσχύοντες ὥσπερ οἱ ενακιμ

11 ραφαϊν λογισθήσονται καὶ οὗτοι ὥσπερ οἱ ενακιμ καὶ οἱ μωαβῖται ἐπονομάζουσιν αὐτοὺς ομμιν

12 καὶ ἐν σηιρ ἐνεκάθητο ὁ χορραῖος πρότερον καὶ υἱοὶ ησαυ ἀπώλεσαν αὐτοὺς καὶ ἐξέτριψαν αὐτοὺς ἀπὸ προσώπου αὐτῶν καὶ κατῳκίσθησαν ἀντ' αὐτῶν ὃν τρόπον ἐποίησεν ισραηλ τὴν γῆν τῆς κληρονομίας αὐτοῦ ἣν δέδωκεν κύριος αὐτοῖς

13 νῦν οὖν ἀνάστητε καὶ ἀπάρατε ὑμεῖς καὶ παραπορεύεσθε τὴν φάραγγα ζαρετ καὶ παρήλθομεν τὴν φάραγγα ζαρετ

14 καὶ αἱ ἡμέραι ἃς παρεπορεύθημεν ἀπὸ καδης βαρνη ἕως οὗ παρήλθομεν τὴν φάραγγα ζαρετ τριάκοντα καὶ ὀκτὼ ἔτη ἕως οὗ διέπεσεν πᾶσα γενεὰ ἀνδρῶν πολεμιστῶν ἀποθνῄσκοντες ἐκ τῆς παρεμβολῆς καθότι ὤμοσεν αὐτοῖς ὁ θεός

15 καὶ ἡ χεὶρ τοῦ θεοῦ ἦν ἐπ' αὐτοῖς ἐξαναλῶσαι αὐτοὺς ἐκ τῆς παρεμβολῆς ἕως οὗ διέπεσαν

16 καὶ ἐγενήθη ἐπεὶ διέπεσαν πάντες οἱ ἄνδρες οἱ πολεμισταὶ ἀποθνῄσκοντες ἐκ μέσου τοῦ λαοῦ

17 καὶ ἐλάλησεν κύριος πρός με λέγων

18 σὺ παραπορεύσῃ σήμερον τὰ ὅρια μωαβ τὴν σηιρ

19 καὶ προσάξετε ἐγγὺς υἱῶν αμμαν μὴ ἐχθραίνετε αὐτοῖς καὶ μὴ συνάψητε αὐτοῖς εἰς πόλεμον οὐ γὰρ μὴ δῶ ἀπὸ τῆς γῆς υἱῶν αμμαν σοὶ ἐν κλήρῳ ὅτι τοῖς υἱοῖς λωτ δέδωκα αὐτὴν ἐν κλήρῳ

20 γῆ ραφαϊν λογισθήσεται καὶ γὰρ ἐπ' αὐτῆς κατῴκουν οἱ ραφαϊν τὸ πρότερον καὶ οἱ αμμανῖται ὀνομάζουσιν αὐτοὺς ζομζομμιν

21 ἔθνος μέγα καὶ πολὺ καὶ δυνατώτερον ὑμῶν ὥσπερ οἱ ενακιμ καὶ ἀπώλεσεν αὐτοὺς κύριος πρὸ προσώπου αὐτῶν καὶ κατεκληρονόμησαν καὶ κατῳκίσθησαν ἀντ' αὐτῶν ἕως τῆς ἡμέρας ταύτης

22 ὥσπερ ἐποίησαν τοῖς υἱοῖς ησαυ τοῖς κατοικοῦσιν ἐν σηιρ ὃν τρόπον ἐξέτριψαν τὸν χορραῖον ἀπὸ προσώπου αὐτῶν καὶ κατεκληρονόμησαν καὶ κατῳκίσθησαν ἀντ' αὐτῶν ἕως τῆς ἡμέρας ταύτης

23 καὶ οἱ ευαῖοι οἱ κατοικοῦντες ἐν ασηρωθ ἕως γάζης καὶ οἱ καππάδοκες οἱ ἐξελθόντες ἐκ καππαδοκίας ἐξέτριψαν αὐτοὺς καὶ κατῳκίσθησαν ἀντ' αὐτῶν

24 νῦν οὖν ἀνάστητε καὶ ἀπάρατε καὶ παρέλθατε ὑμεῖς τὴν φάραγγα αρνων ἰδοὺ παραδέδωκα εἰς τὰς χεῖράς σου τὸν σηων βασιλέα εσεβων τὸν αμορραῖον καὶ τὴν γῆν αὐτοῦ ἐνάρχου κληρονομεῖν σύναπτε πρὸς αὐτὸν πόλεμον

25 ἐν τῇ ἡμέρᾳ ταύτῃ ἐνάρχου δοῦναι τὸν τρόμον σου καὶ τὸν φόβον σου ἐπὶ πρόσωπον πάντων τῶν ἐθνῶν τῶν ὑποκάτω τοῦ οὐρανοῦ οἵτινες ἀκούσαντες τὸ ὄνομά σου ταραχθήσονται καὶ ὠδῖνας ἕξουσιν ἀπὸ προσώπου σου

26 καὶ ἀπέστειλα πρέσβεις ἐκ τῆς ἐρήμου κεδαμωθ πρὸς σηων βασιλέα εσεβων λόγοις εἰρηνικοῖς λέγων

27 παρελεύσομαι διὰ τῆς γῆς σου ἐν τῇ ὁδῷ παρελεύσομαι οὐχὶ ἐκκλινῶ δεξιὰ οὐδὲ ἀριστερά

28 βρώματα ἀργυρίου ἀποδώσῃ μοι καὶ φάγομαι καὶ ὕδωρ ἀργυρίου ἀποδώσῃ μοι καὶ πίομαι πλὴν ὅτι παρελεύσομαι τοῖς ποσίν

29 καθὼς ἐποίησάν μοι οἱ υἱοὶ ησαυ οἱ κατοικοῦντες ἐν σηιρ καὶ οἱ μωαβῖται οἱ κατοικοῦντες ἐν αροηρ ἕως παρέλθω τὸν ιορδάνην εἰς τὴν γῆν ἣν κύριος ὁ θεὸς ἡμῶν δίδωσιν ἡμῖν

30 καὶ οὐκ ἠθέλησεν σηων βασιλεὺς εσεβων παρελθεῖν ἡμᾶς δι' αὐτοῦ ὅτι ἐσκλήρυνεν κύριος ὁ θεὸς ἡμῶν τὸ πνεῦμα αὐτοῦ καὶ κατίσχυσεν τὴν καρδίαν αὐτοῦ ἵνα παραδοθῇ εἰς τὰς χεῖράς σου ὡς ἐν τῇ ἡμέρᾳ ταύτῃ

31 καὶ εἶπεν κύριος πρός με ἰδοὺ ἦργμαι παραδοῦναι πρὸ προσώπου σου τὸν σηων βασιλέα εσεβων τὸν αμορραῖον καὶ τὴν γῆν αὐτοῦ ἔναρξαι κληρονομῆσαι τὴν γῆν αὐτοῦ

32 καὶ ἐξῆλθεν σηων βασιλεὺς εσεβων εἰς συνάντησιν ἡμῖν αὐτὸς καὶ πᾶς ὁ λαὸς αὐτοῦ εἰς πόλεμον ιασσα

33 καὶ παρέδωκεν αὐτὸν κύριος ὁ θεὸς ἡμῶν πρὸ προσώπου ἡμῶν καὶ ἐπατάξαμεν αὐτὸν καὶ τοὺς υἱοὺς αὐτοῦ καὶ πάντα τὸν λαὸν αὐτοῦ

34 καὶ ἐκρατήσαμεν πασῶν τῶν πόλεων αὐτοῦ ἐν τῷ καιρῷ ἐκείνῳ καὶ ἐξωλεθρεύσαμεν πᾶσαν πόλιν ἑξῆς καὶ τὰς γυναῖκας αὐτῶν καὶ τὰ τέκνα αὐτῶν οὐ κατελίπομεν ζωγρείαν

35 πλὴν τὰ κτήνη ἐπρονομεύσαμεν καὶ τὰ σκῦλα τῶν πόλεων ἐλάβομεν

36 ἐξ αροηρ ἥ ἐστιν παρὰ τὸ χεῖλος χειμάρρου αρνων καὶ τὴν πόλιν τὴν οὖσαν ἐν τῇ φάραγγι καὶ ἕως ὄρους τοῦ γαλααδ οὐκ ἐγενήθη πόλις ἥτις διέφυγεν ἡμᾶς τὰς πάσας παρέδωκεν κύριος ὁ θεὸς ἡμῶν εἰς τὰς χεῖρας ἡμῶν

37 πλὴν εἰς γῆν υἱῶν αμμων οὐ προσήλθομεν πάντα τὰ συγκυροῦντα χειμάρρου ιαβοκ καὶ τὰς πόλεις τὰς ἐν τῇ ὀρεινῇ καθότι ἐνετείλατο ἡμῖν κύριος ὁ θεὸς ἡμῶν