Bible

 

Numbers 20

Studie

   

1 καὶ ἦλθον οἱ υἱοὶ ισραηλ πᾶσα ἡ συναγωγή εἰς τὴν ἔρημον σιν ἐν τῷ μηνὶ τῷ πρώτῳ καὶ κατέμεινεν ὁ λαὸς ἐν καδης καὶ ἐτελεύτησεν ἐκεῖ μαριαμ καὶ ἐτάφη ἐκεῖ

2 καὶ οὐκ ἦν ὕδωρ τῇ συναγωγῇ καὶ ἠθροίσθησαν ἐπὶ μωυσῆν καὶ ααρων

3 καὶ ἐλοιδορεῖτο ὁ λαὸς πρὸς μωυσῆν λέγοντες ὄφελον ἀπεθάνομεν ἐν τῇ ἀπωλείᾳ τῶν ἀδελφῶν ἡμῶν ἔναντι κυρίου

4 καὶ ἵνα τί ἀνηγάγετε τὴν συναγωγὴν κυρίου εἰς τὴν ἔρημον ταύτην ἀποκτεῖναι ἡμᾶς καὶ τὰ κτήνη ἡμῶν

5 καὶ ἵνα τί τοῦτο ἀνηγάγετε ἡμᾶς ἐξ αἰγύπτου παραγενέσθαι εἰς τὸν τόπον τὸν πονηρὸν τοῦτον τόπος οὗ οὐ σπείρεται οὐδὲ συκαῖ οὐδὲ ἄμπελοι οὐδὲ ῥόαι οὐδὲ ὕδωρ ἐστὶν πιεῖν

6 καὶ ἦλθεν μωυσῆς καὶ ααρων ἀπὸ προσώπου τῆς συναγωγῆς ἐπὶ τὴν θύραν τῆς σκηνῆς τοῦ μαρτυρίου καὶ ἔπεσαν ἐπὶ πρόσωπον καὶ ὤφθη ἡ δόξα κυρίου πρὸς αὐτούς

7 καὶ ἐλάλησεν κύριος πρὸς μωυσῆν λέγων

8 λαβὲ τὴν ῥάβδον καὶ ἐκκλησίασον τὴν συναγωγὴν σὺ καὶ ααρων ὁ ἀδελφός σου καὶ λαλήσατε πρὸς τὴν πέτραν ἔναντι αὐτῶν καὶ δώσει τὰ ὕδατα αὐτῆς καὶ ἐξοίσετε αὐτοῖς ὕδωρ ἐκ τῆς πέτρας καὶ ποτιεῖτε τὴν συναγωγὴν καὶ τὰ κτήνη αὐτῶν

9 καὶ ἔλαβεν μωυσῆς τὴν ῥάβδον τὴν ἀπέναντι κυρίου καθὰ συνέταξεν κύριος

10 καὶ ἐξεκκλησίασεν μωυσῆς καὶ ααρων τὴν συναγωγὴν ἀπέναντι τῆς πέτρας καὶ εἶπεν πρὸς αὐτούς ἀκούσατέ μου οἱ ἀπειθεῖς μὴ ἐκ τῆς πέτρας ταύτης ἐξάξομεν ὑμῖν ὕδωρ

11 καὶ ἐπάρας μωυσῆς τὴν χεῖρα αὐτοῦ ἐπάταξεν τὴν πέτραν τῇ ῥάβδῳ δίς καὶ ἐξῆλθεν ὕδωρ πολύ καὶ ἔπιεν ἡ συναγωγὴ καὶ τὰ κτήνη αὐτῶν

12 καὶ εἶπεν κύριος πρὸς μωυσῆν καὶ ααρων ὅτι οὐκ ἐπιστεύσατε ἁγιάσαι με ἐναντίον υἱῶν ισραηλ διὰ τοῦτο οὐκ εἰσάξετε ὑμεῖς τὴν συναγωγὴν ταύτην εἰς τὴν γῆν ἣν δέδωκα αὐτοῖς

13 τοῦτο ὕδωρ ἀντιλογίας ὅτι ἐλοιδορήθησαν οἱ υἱοὶ ισραηλ ἔναντι κυρίου καὶ ἡγιάσθη ἐν αὐτοῖς

14 καὶ ἀπέστειλεν μωυσῆς ἀγγέλους ἐκ καδης πρὸς βασιλέα εδωμ λέγων τάδε λέγει ὁ ἀδελφός σου ισραηλ σὺ ἐπίστῃ πάντα τὸν μόχθον τὸν εὑρόντα ἡμᾶς

15 καὶ κατέβησαν οἱ πατέρες ἡμῶν εἰς αἴγυπτον καὶ παρῳκήσαμεν ἐν αἰγύπτῳ ἡμέρας πλείους καὶ ἐκάκωσαν ἡμᾶς οἱ αἰγύπτιοι καὶ τοὺς πατέρας ἡμῶν

16 καὶ ἀνεβοήσαμεν πρὸς κύριον καὶ εἰσήκουσεν κύριος τῆς φωνῆς ἡμῶν καὶ ἀποστείλας ἄγγελον ἐξήγαγεν ἡμᾶς ἐξ αἰγύπτου καὶ νῦν ἐσμεν ἐν καδης πόλει ἐκ μέρους τῶν ὁρίων σου

17 παρελευσόμεθα διὰ τῆς γῆς σου οὐ διελευσόμεθα δι' ἀγρῶν οὐδὲ δι' ἀμπελώνων οὐδὲ πιόμεθα ὕδωρ ἐκ λάκκου σου ὁδῷ βασιλικῇ πορευσόμεθα οὐκ ἐκκλινοῦμεν δεξιὰ οὐδὲ εὐώνυμα ἕως ἂν παρέλθωμεν τὰ ὅριά σου

18 καὶ εἶπεν πρὸς αὐτὸν εδωμ οὐ διελεύσῃ δι' ἐμοῦ εἰ δὲ μή ἐν πολέμῳ ἐξελεύσομαι εἰς συνάντησίν σοι

19 καὶ λέγουσιν αὐτῷ οἱ υἱοὶ ισραηλ παρὰ τὸ ὄρος παρελευσόμεθα ἐὰν δὲ τοῦ ὕδατός σου πίωμεν ἐγώ τε καὶ τὰ κτήνη δώσω τιμήν σοι ἀλλὰ τὸ πρᾶγμα οὐδέν ἐστιν παρὰ τὸ ὄρος παρελευσόμεθα

20 ὁ δὲ εἶπεν οὐ διελεύσῃ δι' ἐμοῦ καὶ ἐξῆλθεν εδωμ εἰς συνάντησιν αὐτῷ ἐν ὄχλῳ βαρεῖ καὶ ἐν χειρὶ ἰσχυρᾷ

21 καὶ οὐκ ἠθέλησεν εδωμ δοῦναι τῷ ισραηλ παρελθεῖν διὰ τῶν ὁρίων αὐτοῦ καὶ ἐξέκλινεν ισραηλ ἀπ' αὐτοῦ

22 καὶ ἀπῆραν ἐκ καδης καὶ παρεγένοντο οἱ υἱοὶ ισραηλ πᾶσα ἡ συναγωγή εἰς ωρ τὸ ὄρος

23 καὶ εἶπεν κύριος πρὸς μωυσῆν καὶ ααρων ἐν ωρ τῷ ὄρει ἐπὶ τῶν ὁρίων γῆς εδωμ λέγων

24 προστεθήτω ααρων πρὸς τὸν λαὸν αὐτοῦ ὅτι οὐ μὴ εἰσέλθητε εἰς τὴν γῆν ἣν δέδωκα τοῖς υἱοῖς ισραηλ διότι παρωξύνατέ με ἐπὶ τοῦ ὕδατος τῆς λοιδορίας

25 λαβὲ τὸν ααρων καὶ ελεαζαρ τὸν υἱὸν αὐτοῦ καὶ ἀναβίβασον αὐτοὺς εἰς ωρ τὸ ὄρος ἔναντι πάσης τῆς συναγωγῆς

26 καὶ ἔκδυσον ααρων τὴν στολὴν αὐτοῦ καὶ ἔνδυσον ελεαζαρ τὸν υἱὸν αὐτοῦ καὶ ααρων προστεθεὶς ἀποθανέτω ἐκεῖ

27 καὶ ἐποίησεν μωυσῆς καθὰ συνέταξεν κύριος καὶ ἀνεβίβασεν αὐτὸν εἰς ωρ τὸ ὄρος ἐναντίον πάσης τῆς συναγωγῆς

28 καὶ ἐξέδυσεν ααρων τὰ ἱμάτια αὐτοῦ καὶ ἐνέδυσεν αὐτὰ ελεαζαρ τὸν υἱὸν αὐτοῦ καὶ ἀπέθανεν ααρων ἐπὶ τῆς κορυφῆς τοῦ ὄρους καὶ κατέβη μωυσῆς καὶ ελεαζαρ ἐκ τοῦ ὄρους

29 καὶ εἶδεν πᾶσα ἡ συναγωγὴ ὅτι ἀπελύθη ααρων καὶ ἔκλαυσαν τὸν ααρων τριάκοντα ἡμέρας πᾶς οἶκος ισραηλ

   

Bible

 

Genesis 25

Studie

   

1 προσθέμενος δὲ αβρααμ ἔλαβεν γυναῖκα ᾗ ὄνομα χεττουρα

2 ἔτεκεν δὲ αὐτῷ τὸν ζεμραν καὶ τὸν ιεξαν καὶ τὸν μαδαν καὶ τὸν μαδιαμ καὶ τὸν ιεσβοκ καὶ τὸν σωυε

3 ιεξαν δὲ ἐγέννησεν τὸν σαβα καὶ τὸν θαιμαν καὶ τὸν δαιδαν υἱοὶ δὲ δαιδαν ἐγένοντο ραγουηλ καὶ ναβδεηλ καὶ ασσουριιμ καὶ λατουσιιμ καὶ λοωμιμ

4 υἱοὶ δὲ μαδιαμ γαιφα καὶ αφερ καὶ ενωχ καὶ αβιρα καὶ ελραγα πάντες οὗτοι ἦσαν υἱοὶ χεττουρας

5 ἔδωκεν δὲ αβρααμ πάντα τὰ ὑπάρχοντα αὐτοῦ ισαακ τῷ υἱῷ αὐτοῦ

6 καὶ τοῖς υἱοῖς τῶν παλλακῶν αὐτοῦ ἔδωκεν αβρααμ δόματα καὶ ἐξαπέστειλεν αὐτοὺς ἀπὸ ισαακ τοῦ υἱοῦ αὐτοῦ ἔτι ζῶντος αὐτοῦ πρὸς ἀνατολὰς εἰς γῆν ἀνατολῶν

7 ταῦτα δὲ τὰ ἔτη ἡμερῶν ζωῆς αβρααμ ὅσα ἔζησεν ἑκατὸν ἑβδομήκοντα πέντε ἔτη

8 καὶ ἐκλιπὼν ἀπέθανεν αβρααμ ἐν γήρει καλῷ πρεσβύτης καὶ πλήρης ἡμερῶν καὶ προσετέθη πρὸς τὸν λαὸν αὐτοῦ

9 καὶ ἔθαψαν αὐτὸν ισαακ καὶ ισμαηλ οἱ υἱοὶ αὐτοῦ εἰς τὸ σπήλαιον τὸ διπλοῦν εἰς τὸν ἀγρὸν εφρων τοῦ σααρ τοῦ χετταίου ὅ ἐστιν ἀπέναντι μαμβρη

10 τὸν ἀγρὸν καὶ τὸ σπήλαιον ὃ ἐκτήσατο αβρααμ παρὰ τῶν υἱῶν χετ ἐκεῖ ἔθαψαν αβρααμ καὶ σαρραν τὴν γυναῖκα αὐτοῦ

11 ἐγένετο δὲ μετὰ τὸ ἀποθανεῖν αβρααμ εὐλόγησεν ὁ θεὸς ισαακ τὸν υἱὸν αὐτοῦ καὶ κατῴκησεν ισαακ παρὰ τὸ φρέαρ τῆς ὁράσεως

12 αὗται δὲ αἱ γενέσεις ισμαηλ τοῦ υἱοῦ αβρααμ ὃν ἔτεκεν αγαρ ἡ παιδίσκη σαρρας τῷ αβρααμ

13 καὶ ταῦτα τὰ ὀνόματα τῶν υἱῶν ισμαηλ κατ' ὄνομα τῶν γενεῶν αὐτοῦ πρωτότοκος ισμαηλ ναβαιωθ καὶ κηδαρ καὶ ναβδεηλ καὶ μασσαμ

14 καὶ μασμα καὶ ιδουμα καὶ μασση

15 καὶ χοδδαδ καὶ θαιμαν καὶ ιετουρ καὶ ναφες καὶ κεδμα

16 οὗτοί εἰσιν οἱ υἱοὶ ισμαηλ καὶ ταῦτα τὰ ὀνόματα αὐτῶν ἐν ταῖς σκηναῖς αὐτῶν καὶ ἐν ταῖς ἐπαύλεσιν αὐτῶν δώδεκα ἄρχοντες κατὰ ἔθνη αὐτῶν

17 καὶ ταῦτα τὰ ἔτη τῆς ζωῆς ισμαηλ ἑκατὸν τριάκοντα ἑπτὰ ἔτη καὶ ἐκλιπὼν ἀπέθανεν καὶ προσετέθη πρὸς τὸ γένος αὐτοῦ

18 κατῴκησεν δὲ ἀπὸ ευιλατ ἕως σουρ ἥ ἐστιν κατὰ πρόσωπον αἰγύπτου ἕως ἐλθεῖν πρὸς ἀσσυρίους κατὰ πρόσωπον πάντων τῶν ἀδελφῶν αὐτοῦ κατῴκησεν

19 καὶ αὗται αἱ γενέσεις ισαακ τοῦ υἱοῦ αβρααμ αβρααμ ἐγέννησεν τὸν ισαακ

20 ἦν δὲ ισαακ ἐτῶν τεσσαράκοντα ὅτε ἔλαβεν τὴν ρεβεκκαν θυγατέρα βαθουηλ τοῦ σύρου ἐκ τῆς μεσοποταμίας ἀδελφὴν λαβαν τοῦ σύρου ἑαυτῷ γυναῖκα

21 ἐδεῖτο δὲ ισαακ κυρίου περὶ ρεβεκκας τῆς γυναικὸς αὐτοῦ ὅτι στεῖρα ἦν ἐπήκουσεν δὲ αὐτοῦ ὁ θεός καὶ ἔλαβεν ἐν γαστρὶ ρεβεκκα ἡ γυνὴ αὐτοῦ

22 ἐσκίρτων δὲ τὰ παιδία ἐν αὐτῇ εἶπεν δέ εἰ οὕτως μοι μέλλει γίνεσθαι ἵνα τί μοι τοῦτο ἐπορεύθη δὲ πυθέσθαι παρὰ κυρίου

23 καὶ εἶπεν κύριος αὐτῇ δύο ἔθνη ἐν τῇ γαστρί σού εἰσιν καὶ δύο λαοὶ ἐκ τῆς κοιλίας σου διασταλήσονται καὶ λαὸς λαοῦ ὑπερέξει καὶ ὁ μείζων δουλεύσει τῷ ἐλάσσονι

24 καὶ ἐπληρώθησαν αἱ ἡμέραι τοῦ τεκεῖν αὐτήν καὶ τῇδε ἦν δίδυμα ἐν τῇ κοιλίᾳ αὐτῆς

25 ἐξῆλθεν δὲ ὁ υἱὸς ὁ πρωτότοκος πυρράκης ὅλος ὡσεὶ δορὰ δασύς ἐπωνόμασεν δὲ τὸ ὄνομα αὐτοῦ ησαυ

26 καὶ μετὰ τοῦτο ἐξῆλθεν ὁ ἀδελφὸς αὐτοῦ καὶ ἡ χεὶρ αὐτοῦ ἐπειλημμένη τῆς πτέρνης ησαυ καὶ ἐκάλεσεν τὸ ὄνομα αὐτοῦ ιακωβ ισαακ δὲ ἦν ἐτῶν ἑξήκοντα ὅτε ἔτεκεν αὐτοὺς ρεβεκκα

27 ηὐξήθησαν δὲ οἱ νεανίσκοι καὶ ἦν ησαυ ἄνθρωπος εἰδὼς κυνηγεῖν ἄγροικος ιακωβ δὲ ἦν ἄνθρωπος ἄπλαστος οἰκῶν οἰκίαν

28 ἠγάπησεν δὲ ισαακ τὸν ησαυ ὅτι ἡ θήρα αὐτοῦ βρῶσις αὐτῷ ρεβεκκα δὲ ἠγάπα τὸν ιακωβ

29 ἥψησεν δὲ ιακωβ ἕψεμα ἦλθεν δὲ ησαυ ἐκ τοῦ πεδίου ἐκλείπων

30 καὶ εἶπεν ησαυ τῷ ιακωβ γεῦσόν με ἀπὸ τοῦ ἑψέματος τοῦ πυρροῦ τούτου ὅτι ἐκλείπω διὰ τοῦτο ἐκλήθη τὸ ὄνομα αὐτοῦ εδωμ

31 εἶπεν δὲ ιακωβ τῷ ησαυ ἀπόδου μοι σήμερον τὰ πρωτοτόκιά σου ἐμοί

32 εἶπεν δὲ ησαυ ἰδοὺ ἐγὼ πορεύομαι τελευτᾶν καὶ ἵνα τί μοι ταῦτα τὰ πρωτοτόκια

33 καὶ εἶπεν αὐτῷ ιακωβ ὄμοσόν μοι σήμερον καὶ ὤμοσεν αὐτῷ ἀπέδοτο δὲ ησαυ τὰ πρωτοτόκια τῷ ιακωβ

34 ιακωβ δὲ ἔδωκεν τῷ ησαυ ἄρτον καὶ ἕψεμα φακοῦ καὶ ἔφαγεν καὶ ἔπιεν καὶ ἀναστὰς ὤ|χετο καὶ ἐφαύλισεν ησαυ τὰ πρωτοτόκια