Bible

 

Numbers 18

Studie

   

1 καὶ εἶπεν κύριος πρὸς ααρων λέγων σὺ καὶ οἱ υἱοί σου καὶ ὁ οἶκος πατριᾶς σου λήμψεσθε τὰς ἁμαρτίας τῶν ἁγίων καὶ σὺ καὶ οἱ υἱοί σου λήμψεσθε τὰς ἁμαρτίας τῆς ἱερατείας ὑμῶν

2 καὶ τοὺς ἀδελφούς σου φυλὴν λευι δῆμον τοῦ πατρός σου προσαγάγου πρὸς σεαυτόν καὶ προστεθήτωσάν σοι καὶ λειτουργείτωσάν σοι καὶ σὺ καὶ οἱ υἱοί σου μετὰ σοῦ ἀπέναντι τῆς σκηνῆς τοῦ μαρτυρίου

3 καὶ φυλάξονται τὰς φυλακάς σου καὶ τὰς φυλακὰς τῆς σκηνῆς πλὴν πρὸς τὰ σκεύη τὰ ἅγια καὶ πρὸς τὸ θυσιαστήριον οὐ προσελεύσονται καὶ οὐκ ἀποθανοῦνται καὶ οὗτοι καὶ ὑμεῖς

4 καὶ προστεθήσονται πρὸς σὲ καὶ φυλάξονται τὰς φυλακὰς τῆς σκηνῆς τοῦ μαρτυρίου κατὰ πάσας τὰς λειτουργίας τῆς σκηνῆς καὶ ὁ ἀλλογενὴς οὐ προσελεύσεται πρὸς σέ

5 καὶ φυλάξεσθε τὰς φυλακὰς τῶν ἁγίων καὶ τὰς φυλακὰς τοῦ θυσιαστηρίου καὶ οὐκ ἔσται θυμὸς ἐν τοῖς υἱοῖς ισραηλ

6 καὶ ἐγὼ εἴληφα τοὺς ἀδελφοὺς ὑμῶν τοὺς λευίτας ἐκ μέσου τῶν υἱῶν ισραηλ δόμα δεδομένον κυρίῳ λειτουργεῖν τὰς λειτουργίας τῆς σκηνῆς τοῦ μαρτυρίου

7 καὶ σὺ καὶ οἱ υἱοί σου μετὰ σοῦ διατηρήσετε τὴν ἱερατείαν ὑμῶν κατὰ πάντα τρόπον τοῦ θυσιαστηρίου καὶ τὸ ἔνδοθεν τοῦ καταπετάσματος καὶ λειτουργήσετε τὰς λειτουργίας δόμα τῆς ἱερατείας ὑμῶν καὶ ὁ ἀλλογενὴς ὁ προσπορευόμενος ἀποθανεῖται

8 καὶ ἐλάλησεν κύριος πρὸς ααρων καὶ ἐγὼ ἰδοὺ δέδωκα ὑμῖν τὴν διατήρησιν τῶν ἀπαρχῶν ἀπὸ πάντων τῶν ἡγιασμένων μοι παρὰ τῶν υἱῶν ισραηλ σοὶ δέδωκα αὐτὰ εἰς γέρας καὶ τοῖς υἱοῖς σου μετὰ σέ νόμιμον αἰώνιον

9 καὶ τοῦτο ἔστω ὑμῖν ἀπὸ τῶν ἡγιασμένων ἁγίων τῶν καρπωμάτων ἀπὸ πάντων τῶν δώρων αὐτῶν καὶ ἀπὸ πάντων τῶν θυσιασμάτων αὐτῶν καὶ ἀπὸ πάσης πλημμελείας αὐτῶν καὶ ἀπὸ πασῶν τῶν ἁμαρτιῶν ὅσα ἀποδιδόασίν μοι ἀπὸ πάντων τῶν ἁγίων σοὶ ἔσται καὶ τοῖς υἱοῖς σου

10 ἐν τῷ ἁγίῳ τῶν ἁγίων φάγεσθε αὐτά πᾶν ἀρσενικὸν φάγεται αὐτά σὺ καὶ οἱ υἱοί σου ἅγια ἔσται σοι

11 καὶ τοῦτο ἔσται ὑμῖν ἀπαρχὴ δομάτων αὐτῶν ἀπὸ πάντων τῶν ἐπιθεμάτων τῶν υἱῶν ισραηλ σοὶ δέδωκα αὐτὰ καὶ τοῖς υἱοῖς σου καὶ ταῖς θυγατράσιν σου μετὰ σοῦ νόμιμον αἰώνιον πᾶς καθαρὸς ἐν τῷ οἴκῳ σου ἔδεται αὐτά

12 πᾶσα ἀπαρχὴ ἐλαίου καὶ πᾶσα ἀπαρχὴ οἴνου καὶ σίτου ἀπαρχὴ αὐτῶν ὅσα ἂν δῶσι τῷ κυρίῳ σοὶ δέδωκα αὐτά

13 τὰ πρωτογενήματα πάντα ὅσα ἐν τῇ γῇ αὐτῶν ὅσα ἂν ἐνέγκωσιν κυρίῳ σοὶ ἔσται πᾶς καθαρὸς ἐν τῷ οἴκῳ σου ἔδεται αὐτά

14 πᾶν ἀνατεθεματισμένον ἐν υἱοῖς ισραηλ σοὶ ἔσται

15 καὶ πᾶν διανοῖγον μήτραν ἀπὸ πάσης σαρκός ἃ προσφέρουσιν κυρίῳ ἀπὸ ἀνθρώπου ἕως κτήνους σοὶ ἔσται ἀλλ' ἢ λύτροις λυτρωθήσεται τὰ πρωτότοκα τῶν ἀνθρώπων καὶ τὰ πρωτότοκα τῶν κτηνῶν τῶν ἀκαθάρτων λυτρώσῃ

16 καὶ ἡ λύτρωσις αὐτοῦ ἀπὸ μηνιαίου ἡ συντίμησις πέντε σίκλων κατὰ τὸν σίκλον τὸν ἅγιον εἴκοσι ὄβολοί εἰσιν

17 πλὴν πρωτότοκα μόσχων καὶ πρωτότοκα προβάτων καὶ πρωτότοκα αἰγῶν οὐ λυτρώσῃ ἅγιά ἐστιν καὶ τὸ αἷμα αὐτῶν προσχεεῖς πρὸς τὸ θυσιαστήριον καὶ τὸ στέαρ ἀνοίσεις κάρπωμα εἰς ὀσμὴν εὐωδίας κυρίῳ

18 καὶ τὰ κρέα ἔσται σοί καθὰ καὶ τὸ στηθύνιον τοῦ ἐπιθέματος καὶ κατὰ τὸν βραχίονα τὸν δεξιὸν σοὶ ἔσται

19 πᾶν ἀφαίρεμα τῶν ἁγίων ὅσα ἂν ἀφέλωσιν οἱ υἱοὶ ισραηλ κυρίῳ σοὶ δέδωκα καὶ τοῖς υἱοῖς σου καὶ ταῖς θυγατράσιν σου μετὰ σοῦ νόμιμον αἰώνιον διαθήκη ἁλὸς αἰωνίου ἐστὶν ἔναντι κυρίου σοὶ καὶ τῷ σπέρματί σου μετὰ σέ

20 καὶ ἐλάλησεν κύριος πρὸς ααρων ἐν τῇ γῇ αὐτῶν οὐ κληρονομήσεις καὶ μερὶς οὐκ ἔσται σοι ἐν αὐτοῖς ὅτι ἐγὼ μερίς σου καὶ κληρονομία σου ἐν μέσῳ τῶν υἱῶν ισραηλ

21 καὶ τοῖς υἱοῖς λευι ἰδοὺ δέδωκα πᾶν ἐπιδέκατον ἐν ισραηλ ἐν κλήρῳ ἀντὶ τῶν λειτουργιῶν αὐτῶν ὅσα αὐτοὶ λειτουργοῦσιν λειτουργίαν ἐν τῇ σκηνῇ τοῦ μαρτυρίου

22 καὶ οὐ προσελεύσονται ἔτι οἱ υἱοὶ ισραηλ εἰς τὴν σκηνὴν τοῦ μαρτυρίου λαβεῖν ἁμαρτίαν θανατηφόρον

23 καὶ λειτουργήσει ὁ λευίτης αὐτὸς τὴν λειτουργίαν τῆς σκηνῆς τοῦ μαρτυρίου καὶ αὐτοὶ λήμψονται τὰ ἁμαρτήματα αὐτῶν νόμιμον αἰώνιον εἰς τὰς γενεὰς αὐτῶν καὶ ἐν μέσῳ υἱῶν ισραηλ οὐ κληρονομήσουσιν κληρονομίαν

24 ὅτι τὰ ἐπιδέκατα τῶν υἱῶν ισραηλ ὅσα ἂν ἀφορίσωσιν κυρίῳ ἀφαίρεμα δέδωκα τοῖς λευίταις ἐν κλήρῳ διὰ τοῦτο εἴρηκα αὐτοῖς ἐν μέσῳ υἱῶν ισραηλ οὐ κληρονομήσουσιν κλῆρον

25 καὶ ἐλάλησεν κύριος πρὸς μωυσῆν λέγων

26 καὶ τοῖς λευίταις λαλήσεις καὶ ἐρεῖς πρὸς αὐτούς ἐὰν λάβητε παρὰ τῶν υἱῶν ισραηλ τὸ ἐπιδέκατον ὃ δέδωκα ὑμῖν παρ' αὐτῶν ἐν κλήρῳ καὶ ἀφελεῖτε ὑμεῖς ἀπ' αὐτοῦ ἀφαίρεμα κυρίῳ ἐπιδέκατον ἀπὸ τοῦ ἐπιδεκάτου

27 καὶ λογισθήσεται ὑμῖν τὰ ἀφαιρέματα ὑμῶν ὡς σῖτος ἀπὸ ἅλω καὶ ἀφαίρεμα ἀπὸ ληνοῦ

28 οὕτως ἀφελεῖτε καὶ ὑμεῖς ἀπὸ τῶν ἀφαιρεμάτων κυρίου ἀπὸ πάντων ἐπιδεκάτων ὑμῶν ὅσα ἐὰν λάβητε παρὰ τῶν υἱῶν ισραηλ καὶ δώσετε ἀπ' αὐτῶν ἀφαίρεμα κυρίῳ ααρων τῷ ἱερεῖ

29 ἀπὸ πάντων τῶν δομάτων ὑμῶν ἀφελεῖτε ἀφαίρεμα κυρίῳ ἢ ἀπὸ πάντων τῶν ἀπαρχῶν τὸ ἡγιασμένον ἀπ' αὐτοῦ

30 καὶ ἐρεῖς πρὸς αὐτούς ὅταν ἀφαιρῆτε τὴν ἀπαρχὴν ἀπ' αὐτοῦ καὶ λογισθήσεται τοῖς λευίταις ὡς γένημα ἀπὸ ἅλω καὶ ὡς γένημα ἀπὸ ληνοῦ

31 καὶ ἔδεσθε αὐτὸ ἐν παντὶ τόπῳ ὑμεῖς καὶ οἱ οἶκοι ὑμῶν ὅτι μισθὸς οὗτος ὑμῖν ἐστιν ἀντὶ τῶν λειτουργιῶν ὑμῶν τῶν ἐν τῇ σκηνῇ τοῦ μαρτυρίου

32 καὶ οὐ λήμψεσθε δι' αὐτὸ ἁμαρτίαν ὅτι ἂν ἀφαιρῆτε τὴν ἀπαρχὴν ἀπ' αὐτοῦ καὶ τὰ ἅγια τῶν υἱῶν ισραηλ οὐ βεβηλώσετε ἵνα μὴ ἀποθάνητε

   

Ze Swedenborgových děl

 

Arcana Coelestia # 9223

Prostudujte si tuto pasáž

  
/ 10837  
  

9223. '[And] you shall not be slow [to offer] the firstfruits of your grain and the firstfruits of your wine' means that since all the good and the truth of faith come from the Lord they are to be ascribed to Him, not to self. This is clear from the meaning of 'the firstfruits' as those things which must occupy first place, thus which are the chief of them all, dealt with below; from the meaning of 'grain' as the good of the truth of faith, dealt with in 5295, 5410, 5959, and from the meaning of 'wine' as the truth of good, thus the truth of the good of faith, dealt with in 1798, 6377; and from the meaning of 'not being slow', when it has reference to the good and truth of faith, as ascribing from affection, since that which is done not slowly but swiftly is done from love and affection, 7695, 7866. The reason why ascribing to the Lord is meant is that the firstfruits, like the firstborn also, were given to Jehovah, and by Jehovah to Aaron and his seed, 'Jehovah' being used in the Word to mean the Lord, 1736, 2921, 3023, 3035, 5663, 6303, 6945, 6956, 8274, 8864. Consequently since the firstfruits of grain and wine are forms of the good and the truths of faith, the meaning is that they are to be ascribed to the Lord since they come from Him. For the truth that everything composing a person's thought and will flows in, and the truth that all goodness and truth come from the Lord, see 2886-2888, 3142, 3147, 4151, 4249, 5119, 5147, 5150, 5259, 5482, 5649, 5779, 5854, 5893, 6027, 6982, 6985, 6996, 7004, 7055, 7056, 7058, 7270, 7343, 8321, 8685, 8701, 8717, 8728, 8823, 8864, 9110, 9111; and the same truths from experience, 6053-6058, 6189-6215, 6307-6327, 6466-6495, 6598-6626.

[2] The firstfruits that were to be offered to the Lord were the firstfruits of the harvest and the firstfruits of vintage, 1 also the firstfruits of shearing, and the firstfruits of fruit too. The firstfruits of the harvest were parched and fresh ears of grain, also a sheaf that was to be waved, and afterwards products of the threshing-floor, which were cakes, while the firstfruits of vintage were the firstfruits of wine, must, and oil. In addition to these there were the firstfruits of shearing the flock, and also the firstfruits of fruit, which were offered in a basket. In addition also all the firstborn were offered to the Lord, though the firstborn of human beings were redeemed, as also were the firstborn of animals that were not offered in sacrifices, such as those of asses, mules, horses, and the like. Firstfruits and firstborn were offered to Jehovah and were given by Jehovah to Aaron and his seed because Aaron and his sons, who served in the office of high priest, represented the Lord. In the present verse 'the firstfruits of grain and of wine' is used to mean all the firstfruits of harvest and vintage that have been referred to immediately above. For the words used in the original language are 'the fullness of grain' and 'the tear of wine', 'fullness' being the harvest when it has ripened and also been gathered in, and 'tears' drops of fluid that trickle down.

[3] What was represented specifically by firstfruits - for all the religious laws and practices which the Lord commanded the children of Israel represented internal aspects of the Church - becomes clear when the particular products whose firstfruits were offered are considered in the internal sense. 'Grain' means the good of faith and 'wine' the truth of faith, as may be seen in the places referred to above. Giving firstfruits to Jehovah was a sign that the ascription of every good and truth of faith to the Lord and not to self was the first thing of the Church. Ascribing them to the Lord consists in knowing, acknowledging, and believing that they spring from the Lord and in no way at all from self; for as shown above, faith comes entirely from the Lord. The reason why 'the firstfruits' have this meaning is that firstfruits were offerings and gifts which were thanksgivings for the fruits of the earth. They were the acknowledgement of blessings from Jehovah, that is, from the Lord, and therefore the acknowledgement that all things came from Him. In the internal sense they are the acknowledgement [that He is the Source] of every good and truth of faith, which are meant by harvest, grain, oil, must, wine, wool, and fruit, whose firstfruits were given. Regarding these 'firstfruits', see Exodus 23:19; 34:26; Leviticus 23:10-11, 20; Numbers 15:19-21; 18:12-13; Deuteronomy 18:4; 26:1-11; and 'firstfruits' have a similar meaning in Ezekiel 20:40 and Micah 7:1-2.

Poznámky pod čarou:

1. i.e. the time or season when grapes and other fruits such as olives are harvested

  
/ 10837  
  

Thanks to the Swedenborg Society for the permission to use this translation.