Bible

 

Micah 4

Studie

   

1 καὶ ἔσται ἐπ' ἐσχάτων τῶν ἡμερῶν ἐμφανὲς τὸ ὄρος τοῦ κυρίου ἕτοιμον ἐπὶ τὰς κορυφὰς τῶν ὀρέων καὶ μετεωρισθήσεται ὑπεράνω τῶν βουνῶν καὶ σπεύσουσιν πρὸς αὐτὸ λαοί

2 καὶ πορεύσονται ἔθνη πολλὰ καὶ ἐροῦσιν δεῦτε ἀναβῶμεν εἰς τὸ ὄρος κυρίου καὶ εἰς τὸν οἶκον τοῦ θεοῦ ιακωβ καὶ δείξουσιν ἡμῖν τὴν ὁδὸν αὐτοῦ καὶ πορευσόμεθα ἐν ταῖς τρίβοις αὐτοῦ ὅτι ἐκ σιων ἐξελεύσεται νόμος καὶ λόγος κυρίου ἐξ ιερουσαλημ

3 καὶ κρινεῖ ἀνὰ μέσον λαῶν πολλῶν καὶ ἐξελέγξει ἔθνη ἰσχυρὰ ἕως εἰς γῆν μακράν καὶ κατακόψουσιν τὰς ῥομφαίας αὐτῶν εἰς ἄροτρα καὶ τὰ δόρατα αὐτῶν εἰς δρέπανα καὶ οὐκέτι μὴ ἀντάρῃ ἔθνος ἐπ' ἔθνος ῥομφαίαν καὶ οὐκέτι μὴ μάθωσιν πολεμεῖν

4 καὶ ἀναπαύσεται ἕκαστος ὑποκάτω ἀμπέλου αὐτοῦ καὶ ἕκαστος ὑποκάτω συκῆς αὐτοῦ καὶ οὐκ ἔσται ὁ ἐκφοβῶν διότι τὸ στόμα κυρίου παντοκράτορος ἐλάλησεν ταῦτα

5 ὅτι πάντες οἱ λαοὶ πορεύσονται ἕκαστος τὴν ὁδὸν αὐτοῦ ἡμεῖς δὲ πορευσόμεθα ἐν ὀνόματι κυρίου θεοῦ ἡμῶν εἰς τὸν αἰῶνα καὶ ἐπέκεινα

6 ἐν τῇ ἡμέρᾳ ἐκείνῃ λέγει κύριος συνάξω τὴν συντετριμμένην καὶ τὴν ἐξωσμένην εἰσδέξομαι καὶ οὓς ἀπωσάμην

7 καὶ θήσομαι τὴν συντετριμμένην εἰς ὑπόλειμμα καὶ τὴν ἀπωσμένην εἰς ἔθνος ἰσχυρόν καὶ βασιλεύσει κύριος ἐπ' αὐτοὺς ἐν ὄρει σιων ἀπὸ τοῦ νῦν καὶ ἕως εἰς τὸν αἰῶνα

8 καὶ σύ πύργος ποιμνίου αὐχμώδης θύγατερ σιων ἐπὶ σὲ ἥξει καὶ εἰσελεύσεται ἡ ἀρχὴ ἡ πρώτη βασιλεία ἐκ βαβυλῶνος τῇ θυγατρὶ ιερουσαλημ

9 καὶ νῦν ἵνα τί ἔγνως κακά μὴ βασιλεὺς οὐκ ἦν σοι ἢ ἡ βουλή σου ἀπώλετο ὅτι κατεκράτησάν σου ὠδῖνες ὡς τικτούσης

10 ὤδινε καὶ ἀνδρίζου καὶ ἔγγιζε θύγατερ σιων ὡς τίκτουσα διότι νῦν ἐξελεύσῃ ἐκ πόλεως καὶ κατασκηνώσεις ἐν πεδίῳ καὶ ἥξεις ἕως βαβυλῶνος ἐκεῖθεν ῥύσεταί σε καὶ ἐκεῖθεν λυτρώσεταί σε κύριος ὁ θεός σου ἐκ χειρὸς ἐχθρῶν σου

11 καὶ νῦν ἐπισυνήχθη ἐπὶ σὲ ἔθνη πολλὰ οἱ λέγοντες ἐπιχαρούμεθα καὶ ἐπόψονται ἐπὶ σιων οἱ ὀφθαλμοὶ ἡμῶν

12 αὐτοὶ δὲ οὐκ ἔγνωσαν τὸν λογισμὸν κυρίου καὶ οὐ συνῆκαν τὴν βουλὴν αὐτοῦ ὅτι συνήγαγεν αὐτοὺς ὡς δράγματα ἅλωνος

13 ἀνάστηθι καὶ ἀλόα αὐτούς θύγατερ σιων ὅτι τὰ κέρατά σου θήσομαι σιδηρᾶ καὶ τὰς ὁπλάς σου θήσομαι χαλκᾶς καὶ κατατήξεις ἐν αὐτοῖς ἔθνη καὶ λεπτυνεῖς λαοὺς πολλοὺς καὶ ἀναθήσεις τῷ κυρίῳ τὸ πλῆθος αὐτῶν καὶ τὴν ἰσχὺν αὐτῶν τῷ κυρίῳ πάσης τῆς γῆς

14 νῦν ἐμφραχθήσεται θυγάτηρ εφραιμ ἐν φραγμῷ συνοχὴν ἔταξεν ἐφ' ἡμᾶς ἐν ῥάβδῳ πατάξουσιν ἐπὶ σιαγόνα τὰς φυλὰς τοῦ ισραηλ

   

Ze Swedenborgových děl

 

True Christian Religion # 298

Prostudujte si tuto pasáž

  
/ 853  
  

298. In the spiritual sense the name of God means the whole of the church's teaching taken from the Word, and through which the Lord is invoked and worshipped. All of this is summed up in the name of God. Therefore taking the name of God in vain means using anything from this source in idle talk, false statements, lies, curses, witchcraft and spells; for this too is slandering and blaspheming God, and so His name. The following passages will show that the Word and all the church takes from it, and so all worship, is the name of God.

From the rising of the sun men shall call upon my name, Isaiah 41:25 1 .

From the rising of the sun to its setting, great is my name among the nations, and in every place incense is offered to my name. You profane my name, when you say, The table of Jehovah is defiled. And you sniff at my name, when you bring as an offering what is mauled, lame and sick, Malachi 1:11-13.

All peoples walk in the name of their God, and we shall walk in the name of Jehovah our God, Micah 4:5.

They shall worship Jehovah in one place, where He will set His name, Deuteronomy 12:5, 11, 13-14, 18; 16:2, 6, 11, 15-16.

His name means His worship.

Jesus said, Where two or three are gathered together in my name, there am I in their midst, Matthew 18:20.

As many as received Him, to them He gave the ability to be sons of God, if they believed in His name, John 1:12.

He who does not believe is already judged, since he has not believed in the name of the only-begotten Son of God, John 3:18.

Those who believe will have life in His name, John 20:31.

Jesus said, I showed forth your name to men, and I made known to them your name, John 17[6,]26.

"The Lord said, You have a few names in Sardis," Revelation 3:4.

There are many other passages in which, as in these, the name of God means the Divine which goes forth from God, and through which He is worshipped. The name of Jesus Christ, however, means the whole of redemption, and the whole of His teaching, and so the whole of salvation. Jesus means the whole of salvation by means of redemption; Christ the whole of salvation by means of His teaching.

Poznámky pod čarou:

1. The Latin text has Isaiah 26:8, 13, a reference perhaps intended to be quoted.

  
/ 853  
  

Thanks to the Swedenborg Society for the permission to use this translation.