Bible

 

Judges 6

Studie

   

1 καὶ ἐποίησαν οἱ υἱοὶ ισραηλ τὸ πονηρὸν ἐνώπιον κυρίου καὶ ἔδωκεν αὐτοὺς κύριος ἐν χειρὶ μαδιαμ ἑπτὰ ἔτη

2 καὶ ἴσχυσεν χεὶρ μαδιαμ ἐπὶ ισραηλ καὶ ἐποίησαν ἑαυτοῖς οἱ υἱοὶ ισραηλ ἀπὸ προσώπου μαδιαμ τὰς τρυμαλιὰς τὰς ἐν τοῖς ὄρεσιν καὶ τὰ σπήλαια καὶ τὰ κρεμαστά

3 καὶ ἐγένετο ἐὰν ἔσπειραν οἱ υἱοὶ ισραηλ καὶ ἀνέβαιναν μαδιαμ καὶ αμαληκ καὶ οἱ υἱοὶ ἀνατολῶν συνανέβαινον αὐτοῖς

4 καὶ παρενέβαλον εἰς αὐτοὺς καὶ κατέφθειραν τοὺς καρποὺς αὐτῶν ἕως ἐλθεῖν εἰς γάζαν καὶ οὐ κατέλιπον ὑπόστασιν ζωῆς ἐν τῇ γῇ ισραηλ οὐδὲ ἐν τοῖς ποιμνίοις ταῦρον καὶ ὄνον

5 ὅτι αὐτοὶ καὶ αἱ κτήσεις αὐτῶν ἀνέβαινον καὶ αἱ σκηναὶ αὐτῶν παρεγίνοντο καθὼς ἀκρὶς εἰς πλῆθος καὶ αὐτοῖς καὶ τοῖς καμήλοις αὐτῶν οὐκ ἦν ἀριθμός καὶ ἤρχοντο εἰς τὴν γῆν ισραηλ καὶ διέφθειρον αὐτήν

6 καὶ ἐπτώχευσεν ισραηλ σφόδρα ἀπὸ προσώπου μαδιαμ καὶ ἐβόησαν οἱ υἱοὶ ισραηλ πρὸς κύριον

7 ἀπὸ προσώπου μαδιαμ

8 καὶ ἐξαπέστειλεν κύριος ἄνδρα προφήτην πρὸς τοὺς υἱοὺς ισραηλ καὶ εἶπεν αὐτοῖς τάδε λέγει κύριος ὁ θεὸς ισραηλ ἐγώ εἰμι ὃς ἀνήγαγον ὑμᾶς ἐκ γῆς αἰγύπτου καὶ ἐξήγαγον ὑμᾶς ἐξ οἴκου δουλείας ὑμῶν

9 καὶ ἐρρυσάμην ὑμᾶς ἐκ χειρὸς αἰγύπτου καὶ ἐκ χειρὸς πάντων τῶν θλιβόντων ὑμᾶς καὶ ἐξέβαλον αὐτοὺς ἐκ προσώπου ὑμῶν καὶ ἔδωκα ὑμῖν τὴν γῆν αὐτῶν

10 καὶ εἶπα ὑμῖν ἐγὼ κύριος ὁ θεὸς ὑμῶν οὐ φοβηθήσεσθε τοὺς θεοὺς τοῦ αμορραίου ἐν οἷς ὑμεῖς καθήσεσθε ἐν τῇ γῇ αὐτῶν καὶ οὐκ εἰσηκούσατε τῆς φωνῆς μου

11 καὶ ἦλθεν ἄγγελος κυρίου καὶ ἐκάθισεν ὑπὸ τὴν τερέμινθον τὴν ἐν εφραθα τὴν ιωας πατρὸς τοῦ εσδρι καὶ γεδεων υἱὸς αὐτοῦ ῥαβδίζων σῖτον ἐν ληνῷ εἰς ἐκφυγεῖν ἀπὸ προσώπου τοῦ μαδιαμ

12 καὶ ὤφθη αὐτῷ ὁ ἄγγελος κυρίου καὶ εἶπεν πρὸς αὐτόν κύριος μετὰ σοῦ ἰσχυρὸς τῶν δυνάμεων

13 καὶ εἶπεν πρὸς αὐτὸν γεδεων ἐν ἐμοί κύριέ μου καὶ εἰ ἔστιν κύριος μεθ' ἡμῶν εἰς τί εὗρεν ἡμᾶς τὰ κακὰ ταῦτα καὶ ποῦ ἐστιν πάντα τὰ θαυμάσια αὐτοῦ ἃ διηγήσαντο ἡμῖν οἱ πατέρες ἡμῶν λέγοντες μὴ οὐχὶ ἐξ αἰγύπτου ἀνήγαγεν ἡμᾶς κύριος καὶ νῦν ἐξέρριψεν ἡμᾶς καὶ ἔδωκεν ἡμᾶς ἐν χειρὶ μαδιαμ

14 καὶ ἐπέστρεψεν πρὸς αὐτὸν ὁ ἄγγελος κυρίου καὶ εἶπεν πορεύου ἐν ἰσχύι σου ταύτῃ καὶ σώσεις τὸν ισραηλ ἐκ χειρὸς μαδιαμ ἰδοὺ ἐξαπέστειλά σε

15 καὶ εἶπεν πρὸς αὐτὸν γεδεων ἐν ἐμοί κύριέ μου ἐν τίνι σώσω τὸν ισραηλ ἰδοὺ ἡ χιλιάς μου ἠσθένησεν ἐν μανασση καὶ ἐγώ εἰμι ὁ μικρότερος ἐν οἴκῳ πατρός μου

16 καὶ εἶπεν πρὸς αὐτὸν ὁ ἄγγελος κυρίου κύριος ἔσται μετὰ σοῦ καὶ πατάξεις τὴν μαδιαμ ὡσεὶ ἄνδρα ἕνα

17 καὶ εἶπεν πρὸς αὐτὸν γεδεων εἰ δὲ εὗρον ἔλεος ἐν ὀφθαλμοῖς σου καὶ ποιήσεις μοι σήμερον πᾶν ὅ τι ἐλάλησας μετ' ἐμοῦ

18 μὴ χωρισθῇς ἐντεῦθεν ἕως τοῦ ἐλθεῖν με πρὸς σέ καὶ ἐξοίσω τὴν θυσίαν καὶ θήσω ἐνώπιόν σου καὶ εἶπεν ἐγώ εἰμι καθίομαι ἕως τοῦ ἐπιστρέψαι σε

19 καὶ γεδεων εἰσῆλθεν καὶ ἐποίησεν ἔριφον αἰγῶν καὶ οιφι ἀλεύρου ἄζυμα καὶ τὰ κρέα ἔθηκεν ἐν τῷ κοφίνῳ καὶ τὸν ζωμὸν ἔβαλεν ἐν τῇ χύτρᾳ καὶ ἐξήνεγκεν αὐτὰ πρὸς αὐτὸν ὑπὸ τὴν τερέμινθον καὶ προσήγγισεν

20 καὶ εἶπεν πρὸς αὐτὸν ὁ ἄγγελος τοῦ θεοῦ λαβὲ τὰ κρέα καὶ τὰ ἄζυμα καὶ θὲς πρὸς τὴν πέτραν ἐκείνην καὶ τὸν ζωμὸν ἐχόμενα ἔκχεε καὶ ἐποίησεν οὕτως

21 καὶ ἐξέτεινεν ὁ ἄγγελος κυρίου τὸ ἄκρον τῆς ῥάβδου τῆς ἐν χειρὶ αὐτοῦ καὶ ἥψατο τῶν κρεῶν καὶ τῶν ἀζύμων καὶ ἀνέβη πῦρ ἐκ τῆς πέτρας καὶ κατέφαγεν τὰ κρέα καὶ τοὺς ἀζύμους καὶ ὁ ἄγγελος κυρίου ἐπορεύθη ἀπὸ ὀφθαλμῶν αὐτοῦ

22 καὶ εἶδεν γεδεων ὅτι ἄγγελος κυρίου οὗτός ἐστιν καὶ εἶπεν γεδεων ἆ ἆ κύριέ μου κύριε ὅτι εἶδον ἄγγελον κυρίου πρόσωπον πρὸς πρόσωπον

23 καὶ εἶπεν αὐτῷ κύριος εἰρήνη σοι μὴ φοβοῦ οὐ μὴ ἀποθάνῃς

24 καὶ ᾠκοδόμησεν ἐκεῖ γεδεων θυσιαστήριον τῷ κυρίῳ καὶ ἐπεκάλεσεν αὐτῷ εἰρήνη κυρίου ἕως τῆς ἡμέρας ταύτης ἔτι αὐτοῦ ὄντος ἐν εφραθα πατρὸς τοῦ εσδρι

25 καὶ ἐγένετο ἐν τῇ νυκτὶ ἐκείνῃ καὶ εἶπεν αὐτῷ κύριος λαβὲ τὸν μόσχον τὸν ταῦρον ὅς ἐστιν τῷ πατρί σου καὶ μόσχον δεύτερον ἑπταετῆ καὶ καθελεῖς τὸ θυσιαστήριον τοῦ βααλ ὅ ἐστιν τῷ πατρί σου καὶ τὸ ἄλσος τὸ ἐπ' αὐτὸ ὀλεθρεύσεις

26 καὶ οἰκοδομήσεις θυσιαστήριον κυρίῳ τῷ θεῷ σου ἐπὶ κορυφὴν τοῦ μαουεκ τούτου ἐν τῇ παρατάξει καὶ λήμψῃ τὸν μόσχον τὸν δεύτερον καὶ ἀνοίσεις ὁλοκαύτωμα ἐν τοῖς ξύλοις τοῦ ἄλσους οὗ ἐξολεθρεύσεις

27 καὶ ἔλαβεν γεδεων δέκα ἄνδρας ἀπὸ τῶν δούλων ἑαυτοῦ καὶ ἐποίησεν ὃν τρόπον ἐλάλησεν πρὸς αὐτὸν κύριος καὶ ἐγενήθη ὡς ἐφοβήθη τὸν οἶκον τοῦ πατρὸς αὐτοῦ καὶ τοὺς ἄνδρας τῆς πόλεως τοῦ ποιῆσαι ἡμέρας καὶ ἐποίησεν νυκτός

28 καὶ ὤρθρισαν οἱ ἄνδρες τῆς πόλεως τὸ πρωί καὶ ἰδοὺ καθῄρητο τὸ θυσιαστήριον τοῦ βααλ καὶ τὸ ἄλσος τὸ ἐπ' αὐτῷ ὠλέθρευτο καὶ εἶδαν τὸν μόσχον τὸν δεύτερον ὃν ἀνήνεγκεν ἐπὶ τὸ θυσιαστήριον τὸ ᾠκοδομημένον

29 καὶ εἶπεν ἀνὴρ πρὸς τὸν πλησίον αὐτοῦ τίς ἐποίησεν τὸ ῥῆμα τοῦτο καὶ ἐπεζήτησαν καὶ ἠρεύνησαν καὶ ἔγνωσαν ὅτι γεδεων υἱὸς ιωας ἐποίησεν τὸ ῥῆμα τοῦτο

30 καὶ εἶπον οἱ ἄνδρες τῆς πόλεως πρὸς ιωας ἐξένεγκε τὸν υἱόν σου καὶ ἀποθανέτω ὅτι καθεῖλεν τὸ θυσιαστήριον τοῦ βααλ καὶ ὅτι ὠλέθρευσεν τὸ ἄλσος τὸ ἐπ' αὐτῷ

31 καὶ εἶπεν ιωας τοῖς ἀνδράσιν πᾶσιν οἳ ἐπανέστησαν αὐτῷ μὴ ὑμεῖς νῦν δικάζεσθε ὑπὲρ τοῦ βααλ ἢ ὑμεῖς σώσετε αὐτόν ὃς ἐὰν δικάσηται αὐτῷ θανατωθήτω ἕως πρωί εἰ θεός ἐστιν δικαζέσθω αὐτῷ ὅτι καθεῖλεν τὸ θυσιαστήριον αὐτοῦ

32 καὶ ἐκάλεσεν αὐτὸ ἐν τῇ ἡμέρᾳ ἐκείνῃ ιαρβααλ λέγων δικασάσθω ἐν αὐτῷ ὁ βααλ ὅτι καθῃρέθη τὸ θυσιαστήριον αὐτοῦ

33 καὶ πᾶσα μαδιαμ καὶ αμαληκ καὶ υἱοὶ ἀνατολῶν συνήχθησαν ἐπὶ τὸ αὐτὸ καὶ παρενέβαλον ἐν κοιλάδι εζερεελ

34 καὶ πνεῦμα κυρίου ἐνεδυνάμωσεν τὸν γεδεων καὶ ἐσάλπισεν ἐν κερατίνῃ καὶ ἐφοβήθη αβιεζερ ὀπίσω αὐτοῦ

35 καὶ ἀγγέλους ἀπέστειλεν εἰς πάντα μανασση καὶ ἐν ασηρ καὶ ἐν ζαβουλων καὶ νεφθαλι καὶ ἀνέβη εἰς συνάντησιν αὐτῶν

36 καὶ εἶπεν γεδεων πρὸς τὸν θεόν εἰ σὺ σῴζεις ἐν χειρί μου τὸν ισραηλ καθὼς ἐλάλησας

37 ἰδοὺ ἐγὼ τίθημι τὸν πόκον τοῦ ἐρίου ἐν τῇ ἅλωνι ἐὰν δρόσος γένηται ἐπὶ τὸν πόκον μόνον καὶ ἐπὶ πᾶσαν τὴν γῆν ξηρασία γνώσομαι ὅτι σώσεις ἐν χειρί μου τὸν ισραηλ καθὼς ἐλάλησας

38 καὶ ἐγένετο οὕτως καὶ ὤρθρισεν τῇ ἐπαύριον καὶ ἐξεπίασεν τὸν πόκον καὶ ἔσταξεν δρόσος ἀπὸ τοῦ πόκου πλήρης λεκάνη ὕδατος

39 καὶ εἶπεν γεδεων πρὸς τὸν θεόν μὴ δὴ ὀργισθήτω ὁ θυμός σου ἐν ἐμοί καὶ λαλήσω ἔτι ἅπαξ πειράσω δὲ καί γε ἔτι ἅπαξ ἐν τῷ πόκῳ καὶ γενέσθω ἡ ξηρασία ἐπὶ τὸν πόκον μόνον καὶ ἐπὶ πᾶσαν τὴν γῆν γενηθήτω δρόσος

40 καὶ ἐποίησεν οὕτως ὁ θεὸς ἐν τῇ νυκτὶ ἐκείνῃ καὶ ἐγένετο ξηρασία ἐπὶ τὸν πόκον μόνον καὶ ἐπὶ πᾶσαν τὴν γῆν ἐγενήθη δρόσος

   

Bible

 

Judges 5

Studie

   

1 Then sang Deborah and Barak the son of Abinoam on that day, saying,

2 Praise ye the LORD for the avenging of Israel, when the people willingly offered themselves.

3 Hear, O ye kings; give ear, O ye princes; I, even I, will sing unto the LORD; I will sing praise to the LORD God of Israel.

4 LORD, when thou wentest out of Seir, when thou marchedst out of the field of Edom, the earth trembled, and the heavens dropped, the clouds also dropped water.

5 The mountains melted from before the LORD, even that Sinai from before the LORD God of Israel.

6 In the days of Shamgar the son of Anath, in the days of Jael, the highways were unoccupied, and the travellers walked through byways.

7 The inhabitants of the villages ceased, they ceased in Israel, until that I Deborah arose, that I arose a mother in Israel.

8 They chose new gods; then was war in the gates: was there a shield or spear seen among forty thousand in Israel?

9 My heart is toward the governors of Israel, that offered themselves willingly among the people. Bless ye the LORD.

10 Speak, ye that ride on white asses, ye that sit in judgment, and walk by the way.

11 They that are delivered from the noise of archers in the places of drawing water, there shall they rehearse the righteous acts of the LORD, even the righteous acts toward the inhabitants of his villages in Israel: then shall the people of the LORD go down to the gates.

12 Awake, Awake, Deborah: Awake, Awake, utter a song: arise, Barak, and lead thy captivity captive, thou son of Abinoam.

13 Then he made him that remaineth have dominion over the nobles among the people: the LORD made me have dominion over the mighty.

14 Out of Ephraim was there a root of them against Amalek; after thee, Benjamin, among thy people; out of Machir came down governors, and out of Zebulun they that handle the pen of the writer.

15 And the princes of Issachar were with Deborah; even Issachar, and also Barak: he was sent on foot into the valley. For the divisions of Reuben there were great thoughts of heart.

16 Why abodest thou among the sheepfolds, to hear the bleatings of the flocks? For the divisions of Reuben there were great searchings of heart.

17 Gilead abode beyond Jordan: and why did Dan remain in ships? Asher continued on the sea shore, and abode in his breaches.

18 Zebulun and Naphtali were a people that jeoparded their lives unto the death in the high places of the field.

19 The kings came and fought, then fought the kings of Canaan in Taanach by the waters of Megiddo; they took no gain of money.

20 They fought from heaven; the stars in their courses fought against Sisera.

21 The river of Kishon swept them away, that ancient river, the river Kishon. O my soul, thou hast trodden down strength.

22 Then were the horsehoofs broken by the means of the pransings, the pransings of their mighty ones.

23 Curse ye Meroz, said the angel of the LORD, curse ye bitterly the inhabitants thereof; because they came not to the help of the LORD, to the help of the LORD against the mighty.

24 Blessed above women shall Jael the wife of Heber the Kenite be, Blessed shall she be above women in the tent.

25 He asked water, and she gave him milk; she brought forth butter in a lordly dish.

26 She put her hand to the nail, and her right hand to the workmen's hammer; and with the hammer she smote Sisera, she smote off his head, when she had pierced and stricken through his temples.

27 At her feet he bowed, he fell, he lay down: at her feet he bowed, he fell: where he bowed, there he fell down dead.

28 The mother of Sisera looked out at a window, and cried through the lattice, Why is his chariot so long in coming? Why tarry the wheels of his chariots?

29 Her wise ladies answered her, yea, she returned answer to herself,

30 Have they not sped? have they not divided the prey; to every man a damsel or two; to Sisera a prey of divers colours, a prey of divers colours of needlework, of divers colours of needlework on both sides, meet for the necks of them that take the spoil?

31 So let all thine enemies perish, O LORD: but let them that love him be as the sun when he goeth forth in his might. And the land had rest forty years.