Bible

 

Joshua 5

Studie

   

1 καὶ ἐγένετο ὡς ἤκουσαν οἱ βασιλεῖς τῶν αμορραίων οἳ ἦσαν πέραν τοῦ ιορδάνου καὶ οἱ βασιλεῖς τῆς φοινίκης οἱ παρὰ τὴν θάλασσαν ὅτι ἀπεξήρανεν κύριος ὁ θεὸς τὸν ιορδάνην ποταμὸν ἐκ τῶν ἔμπροσθεν τῶν υἱῶν ισραηλ ἐν τῷ διαβαίνειν αὐτούς καὶ ἐτάκησαν αὐτῶν αἱ διάνοιαι καὶ κατεπλάγησαν καὶ οὐκ ἦν ἐν αὐτοῖς φρόνησις οὐδεμία ἀπὸ προσώπου τῶν υἱῶν ισραηλ

2 ὑπὸ δὲ τοῦτον τὸν καιρὸν εἶπεν κύριος τῷ ἰησοῖ ποίησον σεαυτῷ μαχαίρας πετρίνας ἐκ πέτρας ἀκροτόμου καὶ καθίσας περίτεμε τοὺς υἱοὺς ισραηλ

3 καὶ ἐποίησεν ἰησοῦς μαχαίρας πετρίνας ἀκροτόμους καὶ περιέτεμεν τοὺς υἱοὺς ισραηλ ἐπὶ τοῦ καλουμένου τόπου βουνὸς τῶν ἀκροβυστιῶν

4 ὃν δὲ τρόπον περιεκάθαρεν ἰησοῦς τοὺς υἱοὺς ισραηλ ὅσοι ποτὲ ἐγένοντο ἐν τῇ ὁδῷ καὶ ὅσοι ποτὲ ἀπερίτμητοι ἦσαν τῶν ἐξεληλυθότων ἐξ αἰγύπτου

5 πάντας τούτους περιέτεμεν ἰησοῦς

6 τεσσαράκοντα γὰρ καὶ δύο ἔτη ἀνέστραπται ισραηλ ἐν τῇ ἐρήμῳ τῇ μαδβαρίτιδι διὸ ἀπερίτμητοι ἦσαν οἱ πλεῖστοι αὐτῶν τῶν μαχίμων τῶν ἐξεληλυθότων ἐκ γῆς αἰγύπτου οἱ ἀπειθήσαντες τῶν ἐντολῶν τοῦ θεοῦ οἷς καὶ διώρισεν μὴ ἰδεῖν αὐτοὺς τὴν γῆν ἣν ὤμοσεν κύριος τοῖς πατράσιν αὐτῶν δοῦναι ἡμῖν γῆν ῥέουσαν γάλα καὶ μέλι

7 ἀντὶ δὲ τούτων ἀντικατέστησεν τοὺς υἱοὺς αὐτῶν οὓς ἰησοῦς περιέτεμεν διὰ τὸ αὐτοὺς γεγενῆσθαι κατὰ τὴν ὁδὸν ἀπεριτμήτους

8 περιτμηθέντες δὲ ἡσυχίαν εἶχον αὐτόθι καθήμενοι ἐν τῇ παρεμβολῇ ἕως ὑγιάσθησαν

9 καὶ εἶπεν κύριος τῷ ἰησοῖ υἱῷ ναυη ἐν τῇ σήμερον ἡμέρᾳ ἀφεῖλον τὸν ὀνειδισμὸν αἰγύπτου ἀφ' ὑμῶν καὶ ἐκάλεσεν τὸ ὄνομα τοῦ τόπου ἐκείνου γαλγαλα

10 καὶ ἐποίησαν οἱ υἱοὶ ισραηλ τὸ πασχα τῇ τεσσαρεσκαιδεκάτῃ ἡμέρᾳ τοῦ μηνὸς ἀπὸ ἑσπέρας ἐπὶ δυσμῶν ιεριχω ἐν τῷ πέραν τοῦ ιορδάνου ἐν τῷ πεδίῳ

11 καὶ ἐφάγοσαν ἀπὸ τοῦ σίτου τῆς γῆς ἄζυμα καὶ νέα ἐν ταύτῃ τῇ ἡμέρᾳ

12 ἐξέλιπεν τὸ μαννα μετὰ τὸ βεβρωκέναι αὐτοὺς ἐκ τοῦ σίτου τῆς γῆς καὶ οὐκέτι ὑπῆρχεν τοῖς υἱοῖς ισραηλ μαννα ἐκαρπίσαντο δὲ τὴν χώραν τῶν φοινίκων ἐν τῷ ἐνιαυτῷ ἐκείνῳ

13 καὶ ἐγένετο ὡς ἦν ἰησοῦς ἐν ιεριχω καὶ ἀναβλέψας τοῖς ὀφθαλμοῖς εἶδεν ἄνθρωπον ἑστηκότα ἐναντίον αὐτοῦ καὶ ἡ ῥομφαία ἐσπασμένη ἐν τῇ χειρὶ αὐτοῦ καὶ προσελθὼν ἰησοῦς εἶπεν αὐτῷ ἡμέτερος εἶ ἢ τῶν ὑπεναντίων

14 ὁ δὲ εἶπεν αὐτῷ ἐγὼ ἀρχιστράτηγος δυνάμεως κυρίου νυνὶ παραγέγονα καὶ ἰησοῦς ἔπεσεν ἐπὶ πρόσωπον ἐπὶ τὴν γῆν καὶ εἶπεν αὐτῷ δέσποτα τί προστάσσεις τῷ σῷ οἰκέτῃ

15 καὶ λέγει ὁ ἀρχιστράτηγος κυρίου πρὸς ἰησοῦν λῦσαι τὸ ὑπόδημα ἐκ τῶν ποδῶν σου ὁ γὰρ τόπος ἐφ' ᾧ σὺ ἕστηκας ἅγιός ἐστιν

   

Ze Swedenborgových děl

 

Arcana Coelestia # 6846

Prostudujte si tuto pasáž

  
/ 10837  
  

6846. 'And He said, I am the God of your father' means Him who was the God of the Ancient Church. This is clear from the meaning of 'father' as the Ancient Church, dealt with in 6075. The reason why the Ancient Church is called 'father' is that from it the Churches that came after it were born - the Hebrew Church, and later on the Church among the descendants of Jacob. For the religious practices and the statutes decreed through Moses for Jacob's descendants were not new but had existed previously in the ancient Churches and were merely re-established among the children of Jacob. They were re-established because among other nations they had become idolatrous practices, and in Egypt and Babel they had been converted into magical ones. The fact that the same things had existed in ancient Churches becomes clear from a large number of places in the Word. So it is then that the Ancient Church is meant by 'father', and also that it is called 'father' in the Word where the subject is the Church. The God whom people worshipped in the Ancient Church was the Lord in respect of His Divine Human; and it was well known to those people that the Lord was the One who was represented in each particular religious observance of their Church. A large number of them also knew that the Lord was going to come into the world, when He would make the Human within Himself Divine. Nor did the people of that Church take Jehovah to mean anyone else, for whenever He appeared to them He did so as a Divine Man, and was called Jehovah, 1343, 5663, as He also appeared at a later time to Abraham, Genesis 18:2 and following verses; to Joshua, Joshua 5:13-15; to Gideon, Judges 6:11 and following verses; and to Manoah and his wife, Judges 13:3 and following verses. He was acknowledged as God overall, and as the one and only God whom they were to adore. From all this one may now see that 'the God of your father' is used to mean in the internal sense Him who was the God of the Ancient Church, namely the Lord. But in the external sense written as history 'father' is used to mean Abraham, also Isaac, and Jacob too.

  
/ 10837  
  

Thanks to the Swedenborg Society for the permission to use this translation.