Bible

 

Joshua 11

Studie

   

1 ὡς δὲ ἤκουσεν ιαβιν βασιλεὺς ασωρ ἀπέστειλεν πρὸς ιωβαβ βασιλέα μαρρων καὶ πρὸς βασιλέα συμοων καὶ πρὸς βασιλέα αζιφ

2 καὶ πρὸς τοὺς βασιλεῖς τοὺς κατὰ σιδῶνα τὴν μεγάλην εἰς τὴν ὀρεινὴν καὶ εἰς τὴν ραβα ἀπέναντι κενερωθ καὶ εἰς τὸ πεδίον καὶ εἰς ναφεδδωρ

3 καὶ εἰς τοὺς παραλίους χαναναίους ἀπὸ ἀνατολῶν καὶ εἰς τοὺς παραλίους αμορραίους καὶ ευαίους καὶ ιεβουσαίους καὶ φερεζαίους τοὺς ἐν τῷ ὄρει καὶ τοὺς χετταίους τοὺς ὑπὸ τὴν αερμων εἰς γῆν μασσηφα

4 καὶ ἐξῆλθον αὐτοὶ καὶ οἱ βασιλεῖς αὐτῶν μετ' αὐτῶν ὥσπερ ἡ ἄμμος τῆς θαλάσσης τῷ πλήθει καὶ ἵπποι καὶ ἅρματα πολλὰ σφόδρα

5 καὶ συνῆλθον πάντες οἱ βασιλεῖς οὗτοι καὶ παρεγένοντο ἐπὶ τὸ αὐτὸ καὶ παρενέβαλον ἐπὶ τοῦ ὕδατος μαρρων πολεμῆσαι τὸν ισραηλ

6 καὶ εἶπεν κύριος πρὸς ἰησοῦν μὴ φοβηθῇς ἀπὸ προσώπου αὐτῶν ὅτι αὔριον ταύτην τὴν ὥραν ἐγὼ παραδίδωμι τετροπωμένους αὐτοὺς ἐναντίον τοῦ ισραηλ τοὺς ἵππους αὐτῶν νευροκοπήσεις καὶ τὰ ἅρματα αὐτῶν κατακαύσεις ἐν πυρί

7 καὶ ἦλθεν ἰησοῦς καὶ πᾶς ὁ λαὸς ὁ πολεμιστὴς ἐπ' αὐτοὺς ἐπὶ τὸ ὕδωρ μαρρων ἐξάπινα καὶ ἐπέπεσαν ἐπ' αὐτοὺς ἐν τῇ ὀρεινῇ

8 καὶ παρέδωκεν αὐτοὺς κύριος ὑποχειρίους ισραηλ καὶ κόπτοντες αὐτοὺς κατεδίωκον ἕως σιδῶνος τῆς μεγάλης καὶ ἕως μασερων καὶ ἕως τῶν πεδίων μασσωχ κατ' ἀνατολὰς καὶ κατέκοψαν αὐτοὺς ἕως τοῦ μὴ καταλειφθῆναι αὐτῶν διασεσῳσμένον

9 καὶ ἐποίησεν αὐτοῖς ἰησοῦς ὃν τρόπον ἐνετείλατο αὐτῷ κύριος τοὺς ἵππους αὐτῶν ἐνευροκόπησεν καὶ τὰ ἅρματα αὐτῶν ἐνέπρησεν ἐν πυρί

10 καὶ ἀπεστράφη ἰησοῦς ἐν τῷ καιρῷ ἐκείνῳ καὶ κατελάβετο ασωρ καὶ τὸν βασιλέα αὐτῆς ἦν δὲ ασωρ τὸ πρότερον ἄρχουσα πασῶν τῶν βασιλειῶν τούτων

11 καὶ ἀπέκτειναν πᾶν ἐμπνέον ἐν αὐτῇ ἐν ξίφει καὶ ἐξωλέθρευσαν πάντας καὶ οὐ κατελείφθη ἐν αὐτῇ ἐμπνέον καὶ τὴν ασωρ ἐνέπρησαν ἐν πυρί

12 καὶ πάσας τὰς πόλεις τῶν βασιλέων καὶ τοὺς βασιλεῖς αὐτῶν ἔλαβεν ἰησοῦς καὶ ἀνεῖλεν αὐτοὺς ἐν στόματι ξίφους καὶ ἐξωλέθρευσαν αὐτούς ὃν τρόπον συνέταξεν μωυσῆς ὁ παῖς κυρίου

13 ἀλλὰ πάσας τὰς πόλεις τὰς κεχωματισμένας οὐκ ἐνέπρησεν ισραηλ πλὴν ασωρ μόνην ἐνέπρησεν ἰησοῦς

14 καὶ πάντα τὰ σκῦλα αὐτῆς ἐπρονόμευσαν ἑαυτοῖς οἱ υἱοὶ ισραηλ αὐτοὺς δὲ πάντας ἐξωλέθρευσαν ἐν στόματι ξίφους ἕως ἀπώλεσεν αὐτούς οὐ κατέλιπον ἐξ αὐτῶν οὐδὲ ἓν ἐμπνέον

15 ὃν τρόπον συνέταξεν κύριος τῷ μωυσῇ τῷ παιδὶ αὐτοῦ καὶ μωυσῆς ὡσαύτως ἐνετείλατο τῷ ἰησοῖ καὶ οὕτως ἐποίησεν ἰησοῦς οὐ παρέβη οὐδὲν ἀπὸ πάντων ὧν συνέταξεν αὐτῷ μωυσῆς

16 καὶ ἔλαβεν ἰησοῦς πᾶσαν τὴν γῆν τὴν ὀρεινὴν καὶ πᾶσαν τὴν ναγεβ καὶ πᾶσαν τὴν γῆν γοσομ καὶ τὴν πεδινὴν καὶ τὴν πρὸς δυσμαῖς καὶ τὸ ὄρος ισραηλ καὶ τὰ ταπεινά

17 τὰ πρὸς τῷ ὄρει ἀπὸ ὄρους αχελ καὶ ὃ προσαναβαίνει εἰς σηιρ καὶ ἕως βααλγαδ καὶ τὰ πεδία τοῦ λιβάνου ὑπὸ τὸ ὄρος τὸ αερμων καὶ πάντας τοὺς βασιλεῖς αὐτῶν ἔλαβεν καὶ ἀνεῖλεν αὐτοὺς καὶ ἀπέκτεινεν

18 καὶ πλείους ἡμέρας ἐποίησεν ἰησοῦς πρὸς τοὺς βασιλεῖς τούτους τὸν πόλεμον

19 καὶ οὐκ ἦν πόλις ἣν οὐκ ἔλαβεν ισραηλ πάντα ἐλάβοσαν ἐν πολέμῳ

20 ὅτι διὰ κυρίου ἐγένετο κατισχῦσαι αὐτῶν τὴν καρδίαν συναντᾶν εἰς πόλεμον πρὸς ισραηλ ἵνα ἐξολεθρευθῶσιν ὅπως μὴ δοθῇ αὐτοῖς ἔλεος ἀλλ' ἵνα ἐξολεθρευθῶσιν ὃν τρόπον εἶπεν κύριος πρὸς μωυσῆν

21 καὶ ἦλθεν ἰησοῦς ἐν τῷ καιρῷ ἐκείνῳ καὶ ἐξωλέθρευσεν τοὺς ενακιμ ἐκ τῆς ὀρεινῆς ἐκ χεβρων καὶ ἐκ δαβιρ καὶ ἐξ αναβωθ καὶ ἐκ παντὸς γένους ισραηλ καὶ ἐκ παντὸς ὄρους ιουδα σὺν ταῖς πόλεσιν αὐτῶν καὶ ἐξωλέθρευσεν αὐτοὺς ἰησοῦς

22 οὐ κατελείφθη τῶν ενακιμ ἀπὸ τῶν υἱῶν ισραηλ ἀλλὰ πλὴν ἐν γάζῃ καὶ ἐν γεθ καὶ ἐν ασεδωθ κατελείφθη

23 καὶ ἔλαβεν ἰησοῦς πᾶσαν τὴν γῆν καθότι ἐνετείλατο κύριος τῷ μωυσῇ καὶ ἔδωκεν αὐτοὺς ἰησοῦς ἐν κληρονομίᾳ ισραηλ ἐν μερισμῷ κατὰ φυλὰς αὐτῶν καὶ ἡ γῆ κατέπαυσεν πολεμουμένη

   

Komentář

 

Exploring the Meaning of Joshua 11

Napsal(a) New Christian Bible Study Staff, Julian Duckworth

Joshua 11: Joshua conquers the entire land.

In this chapter, the Canaanite kings of the north, east and west heard that Israel had conquered all of the southern Canaanite territories. Jabin, king of Hazor, called upon the other Canaanite kingdoms to join forces and attack Israel with a great army.

The Lord reassured Joshua, “Be not afraid because of them: for tomorrow about this time will I deliver them up all slain before Israel” (verse 6). So Joshua counterattacked, and Israel defeated the Canaanites just as the Lord had said.

The rest of the chapter is an account of Joshua’s victories, now here, now there. Israel destroyed each of the Canaanite cities and territories and not one of them was left undefeated (See Swedenborg’s work, The New Jerusalem and Its Heavenly Doctrine 161-164). In all of Canaan, only the Gibeonites were spared because they had made a peace treaty with Israel. The chapter closes with these words: “So Joshua took the whole land according to all that the Lord had said to Moses, and Joshua gave it as an inheritance to Israel according to their divisions by their tribes. Then the land had rest from war” (verse 23).

Now we turn to the spiritual meaning of all this, and its meaning for us. Because of our inherited, human nature, each of us has internal things we have to contend with in our natural life. These Canaanites - the faults we must overcome - are described by the compass points: north, south, east and west. Here are the spiritual meanings of the four cardinal directions (see Swedenborg’s work, Heaven and Hell 141-153):

West = less love

East = greater love

North = less light and wisdom

South = greater light and wisdom

Swedenborg tells us that heaven is organized by this principle. Angels with the clearest perception of love live in the eastern region of heaven, while those with a more hazy understanding live in the west. The same thing applies to the north/south axis; those in a “clear light of wisdom” live in the south, and those in a “dim light of wisdom” live in the north (Heaven and Hell 148). These poles represent angels’ states of love and wisdom, and their use. Just like people on earth, angels experience varying states of love and wisdom - sometimes more, sometimes less - but with angels this leads to them turning again to the Lord to acknowledge that he is their God.

The same pattern exists in hell, but instead of love and wisdom there is self-love (or even hatred) and false thinking from this distorted love. In hell, the degree of intensity in these states is between the rage to dominate and the exhaustion of failing.

In our life on earth, we experience states of both heaven and hell. As we are only partly regenerated, we rapidly switch between these states because of our emotions and the upheavals of life in this world. This chapter about the conflict between Israel and the Canaanites represents our own, personal decisions about what will be the ruling influence in our lives - heaven or hell (See Swedenborg’s work, Arcana Caelestia 5982).

The end of this chapter offers two important statements describing the conflict between heaven and hell. The first one (in verse 20) says the Lord hardened the hearts of Israel’s enemies so that they came to attack, and consequently were destroyed. This tells us that we have to see our evils for what they are in order to turn away from them (See Swedenborg’s unpublished work, Charity 179-180).

The second statement (verses 21-22) says that Joshua completely destroyed the Anakim, except beyond the borders of the land. The Anakim were giants, and they stand for those enormous tensions and rages which evil spirits from hell bring us at times. This (reassuringly) helps us see that we are not like that ourselves, but we could be if we let those evil spirits make a home in our hearts and minds (Arcana Caelestia 2909[3]).