Bible

 

Jeremiah 45

Studie

   

1 καὶ ἤκουσεν σαφατιας υἱὸς μαθαν καὶ γοδολιας υἱὸς πασχωρ καὶ ιωαχαλ υἱὸς σελεμιου τοὺς λόγους οὓς ἐλάλει ιερεμιας ἐπὶ τὸν λαὸν λέγων

2 οὕτως εἶπεν κύριος ὁ κατοικῶν ἐν τῇ πόλει ταύτῃ ἀποθανεῖται ἐν ῥομφαίᾳ καὶ ἐν λιμῷ καὶ ὁ ἐκπορευόμενος πρὸς τοὺς χαλδαίους ζήσεται καὶ ἔσται ἡ ψυχὴ αὐτοῦ εἰς εὕρεμα καὶ ζήσεται

3 ὅτι οὕτως εἶπεν κύριος παραδιδομένη παραδοθήσεται ἡ πόλις αὕτη εἰς χεῖρας δυνάμεως βασιλέως βαβυλῶνος καὶ συλλήμψεται αὐτήν

4 καὶ εἶπαν τῷ βασιλεῖ ἀναιρεθήτω δὴ ὁ ἄνθρωπος ἐκεῖνος ὅτι αὐτὸς ἐκλύει τὰς χεῖρας τῶν ἀνθρώπων τῶν πολεμούντων τῶν καταλειπομένων ἐν τῇ πόλει καὶ τὰς χεῖρας παντὸς τοῦ λαοῦ λαλῶν πρὸς αὐτοὺς κατὰ τοὺς λόγους τούτους ὅτι ὁ ἄνθρωπος οὗτος οὐ χρησμολογεῖ εἰρήνην τῷ λαῷ τούτῳ ἀλλ' ἢ πονηρά

5 καὶ εἶπεν ὁ βασιλεύς ἰδοὺ αὐτὸς ἐν χερσὶν ὑμῶν ὅτι οὐκ ἠδύνατο ὁ βασιλεὺς πρὸς αὐτούς

6 καὶ ἔρριψαν αὐτὸν εἰς τὸν λάκκον μελχιου υἱοῦ τοῦ βασιλέως ὃς ἦν ἐν τῇ αὐλῇ τῆς φυλακῆς καὶ ἐχάλασαν αὐτὸν εἰς τὸν λάκκον καὶ ἐν τῷ λάκκῳ οὐκ ἦν ὕδωρ ἀλλ' ἢ βόρβορος καὶ ἦν ἐν τῷ βορβόρῳ

7 καὶ ἤκουσεν αβδεμελεχ ὁ αἰθίοψ καὶ αὐτὸς ἐν οἰκίᾳ τοῦ βασιλέως ὅτι ἔδωκαν ιερεμιαν εἰς τὸν λάκκον καὶ ὁ βασιλεὺς ἦν ἐν τῇ πύλῃ βενιαμιν

8 καὶ ἐξῆλθεν πρὸς αὐτὸν καὶ ἐλάλησεν πρὸς τὸν βασιλέα καὶ εἶπεν

9 ἐπονηρεύσω ἃ ἐποίησας τοῦ ἀποκτεῖναι τὸν ἄνθρωπον τοῦτον ἀπὸ προσώπου τοῦ λιμοῦ ὅτι οὐκ εἰσὶν ἔτι ἄρτοι ἐν τῇ πόλει

10 καὶ ἐνετείλατο ὁ βασιλεὺς τῷ αβδεμελεχ λέγων λαβὲ εἰς τὰς χεῖράς σου ἐντεῦθεν τριάκοντα ἀνθρώπους καὶ ἀνάγαγε αὐτὸν ἐκ τοῦ λάκκου ἵνα μὴ ἀποθάνῃ

11 καὶ ἔλαβεν αβδεμελεχ τοὺς ἀνθρώπους καὶ εἰσῆλθεν εἰς τὴν οἰκίαν τοῦ βασιλέως τὴν ὑπόγειον καὶ ἔλαβεν ἐκεῖθεν παλαιὰ ῥάκη καὶ παλαιὰ σχοινία καὶ ἔρριψεν αὐτὰ πρὸς ιερεμιαν εἰς τὸν λάκκον

12 καὶ εἶπεν ταῦτα θὲς ὑποκάτω τῶν σχοινίων καὶ ἐποίησεν ιερεμιας οὕτως

13 καὶ εἵλκυσαν αὐτὸν τοῖς σχοινίοις καὶ ἀνήγαγον αὐτὸν ἐκ τοῦ λάκκου καὶ ἐκάθισεν ιερεμιας ἐν τῇ αὐλῇ τῆς φυλακῆς

14 καὶ ἀπέστειλεν ὁ βασιλεὺς καὶ ἐκάλεσεν αὐτὸν πρὸς ἑαυτὸν εἰς οἰκίαν ασελισι τὴν ἐν οἴκῳ κυρίου καὶ εἶπεν αὐτῷ ὁ βασιλεύς ἐρωτήσω σε λόγον καὶ μὴ δὴ κρύψῃς ἀπ' ἐμοῦ ῥῆμα

15 καὶ εἶπεν ιερεμιας τῷ βασιλεῖ ἐὰν ἀναγγείλω σοι οὐχὶ θανάτῳ με θανατώσεις καὶ ἐὰν συμβουλεύσω σοι οὐ μὴ ἀκούσῃς μου

16 καὶ ὤμοσεν αὐτῷ ὁ βασιλεὺς λέγων ζῇ κύριος ὃς ἐποίησεν ἡμῖν τὴν ψυχὴν ταύτην εἰ ἀποκτενῶ σε καὶ εἰ δώσω σε εἰς χεῖρας τῶν ἀνθρώπων τούτων

17 καὶ εἶπεν αὐτῷ ιερεμιας οὕτως εἶπεν κύριος ἐὰν ἐξελθὼν ἐξέλθῃς πρὸς ἡγεμόνας βασιλέως βαβυλῶνος καὶ ζήσεται ἡ ψυχή σου καὶ ἡ πόλις αὕτη οὐ μὴ κατακαυθῇ ἐν πυρί καὶ ζήσῃ σὺ καὶ ἡ οἰκία σου

18 καὶ ἐὰν μὴ ἐξέλθῃς δοθήσεται ἡ πόλις αὕτη εἰς χεῖρας τῶν χαλδαίων καὶ καύσουσιν αὐτὴν ἐν πυρί καὶ σὺ οὐ μὴ σωθῇς

19 καὶ εἶπεν ὁ βασιλεὺς τῷ ιερεμια ἐγὼ λόγον ἔχω τῶν ιουδαίων τῶν πεφευγότων πρὸς τοὺς χαλδαίους μὴ δώσειν με εἰς χεῖρας αὐτῶν καὶ καταμωκήσονταί μου

20 καὶ εἶπεν ιερεμιας οὐ μὴ παραδῶσίν σε ἄκουσον τὸν λόγον κυρίου ὃν ἐγὼ λέγω πρὸς σέ καὶ βέλτιον ἔσται σοι καὶ ζήσεται ἡ ψυχή σου

21 καὶ εἰ μὴ θέλεις σὺ ἐξελθεῖν οὗτος ὁ λόγος ὃν ἔδειξέν μοι κύριος

22 καὶ ἰδοὺ πᾶσαι αἱ γυναῖκες αἱ καταλειφθεῖσαι ἐν οἰκίᾳ βασιλέως ιουδα ἐξήγοντο πρὸς ἄρχοντας βασιλέως βαβυλῶνος καὶ αὗται ἔλεγον ἠπάτησάν σε καὶ δυνήσονταί σοι ἄνδρες εἰρηνικοί σου καὶ καταλύσουσιν ἐν ὀλισθήμασιν πόδας σου ἀπέστρεψαν ἀπὸ σοῦ

23 καὶ τὰς γυναῖκάς σου καὶ τὰ τέκνα σου ἐξάξουσιν πρὸς τοὺς χαλδαίους καὶ σὺ οὐ μὴ σωθῇς ὅτι ἐν χειρὶ βασιλέως βαβυλῶνος συλλημφθήσῃ καὶ ἡ πόλις αὕτη κατακαυθήσεται

24 καὶ εἶπεν αὐτῷ ὁ βασιλεύς ἄνθρωπος μὴ γνώτω ἐκ τῶν λόγων τούτων καὶ σὺ οὐ μὴ ἀποθάνῃς

25 καὶ ἐὰν ἀκούσωσιν οἱ ἄρχοντες ὅτι ἐλάλησά σοι καὶ ἔλθωσιν πρὸς σὲ καὶ εἴπωσίν σοι ἀνάγγειλον ἡμῖν τί ἐλάλησέν σοι ὁ βασιλεύς μὴ κρύψῃς ἀφ' ἡμῶν καὶ οὐ μὴ ἀνέλωμέν σε καὶ τί ἐλάλησεν πρὸς σὲ ὁ βασιλεύς

26 καὶ ἐρεῖς αὐτοῖς ῥίπτω ἐγὼ τὸ ἔλεός μου κατ' ὀφθαλμοὺς τοῦ βασιλέως πρὸς τὸ μὴ ἀποστρέψαι με εἰς οἰκίαν ιωναθαν ἀποθανεῖν ἐκεῖ

27 καὶ ἤλθοσαν πάντες οἱ ἄρχοντες πρὸς ιερεμιαν καὶ ἠρώτησαν αὐτόν καὶ ἀνήγγειλεν αὐτοῖς κατὰ πάντας τοὺς λόγους τούτους οὓς ἐνετείλατο αὐτῷ ὁ βασιλεύς καὶ ἀπεσιώπησαν ὅτι οὐκ ἠκούσθη λόγος κυρίου

28 καὶ ἐκάθισεν ιερεμιας ἐν τῇ αὐλῇ τῆς φυλακῆς ἕως χρόνου οὗ συνελήμφθη ιερουσαλημ

   

Bible

 

Amos 5

Studie

   

1 ἀκούσατε τὸν λόγον κυρίου τοῦτον ὃν ἐγὼ λαμβάνω ἐφ' ὑμᾶς θρῆνον οἶκος ισραηλ

2 ἔπεσεν οὐκέτι μὴ προσθῇ τοῦ ἀναστῆναι παρθένος τοῦ ισραηλ ἔσφαλεν ἐπὶ τῆς γῆς αὐτῆς οὐκ ἔστιν ὁ ἀναστήσων αὐτήν

3 διότι τάδε λέγει κύριος κύριος ἡ πόλις ἐξ ἧς ἐξεπορεύοντο χίλιοι ὑπολειφθήσονται ἑκατόν καὶ ἐξ ἧς ἐξεπορεύοντο ἑκατόν ὑπολειφθήσονται δέκα τῷ οἴκῳ ισραηλ

4 διότι τάδε λέγει κύριος πρὸς τὸν οἶκον ισραηλ ἐκζητήσατέ με καὶ ζήσεσθε

5 καὶ μὴ ἐκζητεῖτε βαιθηλ καὶ εἰς γαλγαλα μὴ εἰσπορεύεσθε καὶ ἐπὶ τὸ φρέαρ τοῦ ὅρκου μὴ διαβαίνετε ὅτι γαλγαλα αἰχμαλωτευομένη αἰχμαλωτευθήσεται καὶ βαιθηλ ἔσται ὡς οὐχ ὑπάρχουσα

6 ἐκζητήσατε τὸν κύριον καὶ ζήσατε ὅπως μὴ ἀναλάμψῃ ὡς πῦρ ὁ οἶκος ιωσηφ καὶ καταφάγεται αὐτόν καὶ οὐκ ἔσται ὁ σβέσων τῷ οἴκῳ ισραηλ

7 κύριος ὁ ποιῶν εἰς ὕψος κρίμα καὶ δικαιοσύνην εἰς γῆν ἔθηκεν

8 ποιῶν πάντα καὶ μετασκευάζων καὶ ἐκτρέπων εἰς τὸ πρωὶ σκιὰν θανάτου καὶ ἡμέραν εἰς νύκτα συσκοτάζων ὁ προσκαλούμενος τὸ ὕδωρ τῆς θαλάσσης καὶ ἐκχέων αὐτὸ ἐπὶ προσώπου τῆς γῆς κύριος ὁ θεὸς ὁ παντοκράτωρ ὄνομα αὐτῷ

9 ὁ διαιρῶν συντριμμὸν ἐπ' ἰσχὺν καὶ ταλαιπωρίαν ἐπὶ ὀχύρωμα ἐπάγων

10 ἐμίσησαν ἐν πύλαις ἐλέγχοντα καὶ λόγον ὅσιον ἐβδελύξαντο

11 διὰ τοῦτο ἀνθ' ὧν κατεκονδυλίζετε πτωχοὺς καὶ δῶρα ἐκλεκτὰ ἐδέξασθε παρ' αὐτῶν οἴκους ξυστοὺς ᾠκοδομήσατε καὶ οὐ μὴ κατοικήσητε ἐν αὐτοῖς ἀμπελῶνας ἐπιθυμητοὺς ἐφυτεύσατε καὶ οὐ μὴ πίητε τὸν οἶνον ἐξ αὐτῶν

12 ὅτι ἔγνων πολλὰς ἀσεβείας ὑμῶν καὶ ἰσχυραὶ αἱ ἁμαρτίαι ὑμῶν καταπατοῦντες δίκαιον λαμβάνοντες ἀλλάγματα καὶ πένητας ἐν πύλαις ἐκκλίνοντες

13 διὰ τοῦτο ὁ συνίων ἐν τῷ καιρῷ ἐκείνῳ σιωπήσεται ὅτι καιρὸς πονηρός ἐστιν

14 ἐκζητήσατε τὸ καλὸν καὶ μὴ τὸ πονηρόν ὅπως ζήσητε καὶ ἔσται οὕτως μεθ' ὑμῶν κύριος ὁ θεὸς ὁ παντοκράτωρ ὃν τρόπον εἴπατε

15 μεμισήκαμεν τὰ πονηρὰ καὶ ἠγαπήκαμεν τὰ καλά καὶ ἀποκαταστήσατε ἐν πύλαις κρίμα ὅπως ἐλεήσῃ κύριος ὁ θεὸς ὁ παντοκράτωρ τοὺς περιλοίπους τοῦ ιωσηφ

16 διὰ τοῦτο τάδε λέγει κύριος ὁ θεὸς ὁ παντοκράτωρ ἐν πάσαις πλατείαις κοπετός καὶ ἐν πάσαις ὁδοῖς ῥηθήσεται οὐαὶ οὐαί κληθήσεται γεωργὸς εἰς πένθος καὶ κοπετὸν καὶ εἰς εἰδότας θρῆνον

17 καὶ ἐν πάσαις ὁδοῖς κοπετός διότι διελεύσομαι διὰ μέσου σου εἶπεν κύριος

18 οὐαὶ οἱ ἐπιθυμοῦντες τὴν ἡμέραν κυρίου ἵνα τί αὕτη ὑμῖν ἡ ἡμέρα τοῦ κυρίου καὶ αὐτή ἐστιν σκότος καὶ οὐ φῶς

19 ὃν τρόπον ὅταν φύγῃ ἄνθρωπος ἐκ προσώπου τοῦ λέοντος καὶ ἐμπέσῃ αὐτῷ ἡ ἄρκος καὶ εἰσπηδήσῃ εἰς τὸν οἶκον αὐτοῦ καὶ ἀπερείσηται τὰς χεῖρας αὐτοῦ ἐπὶ τὸν τοῖχον καὶ δάκῃ αὐτὸν ὁ ὄφις

20 οὐχὶ σκότος ἡ ἡμέρα τοῦ κυρίου καὶ οὐ φῶς καὶ γνόφος οὐκ ἔχων φέγγος αὐτῇ

21 μεμίσηκα ἀπῶσμαι ἑορτὰς ὑμῶν καὶ οὐ μὴ ὀσφρανθῶ ἐν ταῖς πανηγύρεσιν ὑμῶν

22 διότι καὶ ἐὰν ἐνέγκητέ μοι ὁλοκαυτώματα καὶ θυσίας ὑμῶν οὐ προσδέξομαι αὐτά καὶ σωτηρίου ἐπιφανείας ὑμῶν οὐκ ἐπιβλέψομαι

23 μετάστησον ἀπ' ἐμοῦ ἦχον ᾠδῶν σου καὶ ψαλμὸν ὀργάνων σου οὐκ ἀκούσομαι

24 καὶ κυλισθήσεται ὡς ὕδωρ κρίμα καὶ δικαιοσύνη ὡς χειμάρρους ἄβατος

25 μὴ σφάγια καὶ θυσίας προσηνέγκατέ μοι ἐν τῇ ἐρήμῳ τεσσαράκοντα ἔτη οἶκος ισραηλ

26 καὶ ἀνελάβετε τὴν σκηνὴν τοῦ μολοχ καὶ τὸ ἄστρον τοῦ θεοῦ ὑμῶν ραιφαν τοὺς τύπους αὐτῶν οὓς ἐποιήσατε ἑαυτοῖς

27 καὶ μετοικιῶ ὑμᾶς ἐπέκεινα δαμασκοῦ λέγει κύριος ὁ θεὸς ὁ παντοκράτωρ ὄνομα αὐτῷ