Bible

 

Jeremiah 32

Studie

   

13 ὅσα ἐπροφήτευσεν ιερεμιας ἐπὶ πάντα τὰ ἔθνη

15 οὕτως εἶπεν κύριος ὁ θεὸς ισραηλ λαβὲ τὸ ποτήριον τοῦ οἴνου τοῦ ἀκράτου τούτου ἐκ χειρός μου καὶ ποτιεῖς πάντα τὰ ἔθνη πρὸς ἃ ἐγὼ ἀποστέλλω σε πρὸς αὐτούς

16 καὶ πίονται καὶ ἐξεμοῦνται καὶ μανήσονται ἀπὸ προσώπου τῆς μαχαίρας ἧς ἐγὼ ἀποστέλλω ἀνὰ μέσον αὐτῶν

17 καὶ ἔλαβον τὸ ποτήριον ἐκ χειρὸς κυρίου καὶ ἐπότισα τὰ ἔθνη πρὸς ἃ ἀπέστειλέν με κύριος ἐπ' αὐτά

18 τὴν ιερουσαλημ καὶ τὰς πόλεις ιουδα καὶ βασιλεῖς ιουδα καὶ ἄρχοντας αὐτοῦ τοῦ θεῖναι αὐτὰς εἰς ἐρήμωσιν καὶ εἰς ἄβατον καὶ εἰς συριγμὸν

19 καὶ τὸν φαραω βασιλέα αἰγύπτου καὶ τοὺς παῖδας αὐτοῦ καὶ τοὺς μεγιστᾶνας αὐτοῦ καὶ πάντα τὸν λαὸν αὐτοῦ

20 καὶ πάντας τοὺς συμμίκτους αὐτοῦ καὶ πάντας τοὺς βασιλεῖς ἀλλοφύλων τὴν ἀσκαλῶνα καὶ τὴν γάζαν καὶ τὴν ακκαρων καὶ τὸ ἐπίλοιπον ἀζώτου

21 καὶ τὴν ιδουμαίαν καὶ τὴν μωαβῖτιν καὶ τοὺς υἱοὺς αμμων

22 καὶ πάντας βασιλεῖς τύρου καὶ βασιλεῖς σιδῶνος καὶ βασιλεῖς τοὺς ἐν τῷ πέραν τῆς θαλάσσης

23 καὶ τὴν δαιδαν καὶ τὴν θαιμαν καὶ τὴν ρως καὶ πᾶν περικεκαρμένον κατὰ πρόσωπον αὐτοῦ

24 καὶ πάντας τοὺς συμμίκτους τοὺς καταλύοντας ἐν τῇ ἐρήμῳ

25 καὶ πάντας βασιλεῖς αιλαμ καὶ πάντας βασιλεῖς περσῶν

26 καὶ πάντας βασιλεῖς ἀπὸ ἀπηλιώτου τοὺς πόρρω καὶ τοὺς ἐγγύς ἕκαστον πρὸς τὸν ἀδελφὸν αὐτοῦ καὶ πάσας τὰς βασιλείας τὰς ἐπὶ προσώπου τῆς γῆς

27 καὶ ἐρεῖς αὐτοῖς οὕτως εἶπεν κύριος παντοκράτωρ πίετε καὶ μεθύσθητε καὶ ἐξεμέσατε καὶ πεσεῖσθε καὶ οὐ μὴ ἀναστῆτε ἀπὸ προσώπου τῆς μαχαίρας ἧς ἐγὼ ἀποστέλλω ἀνὰ μέσον ὑμῶν

28 καὶ ἔσται ὅταν μὴ βούλωνται δέξασθαι τὸ ποτήριον ἐκ τῆς χειρός σου ὥστε πιεῖν καὶ ἐρεῖς οὕτως εἶπεν κύριος πιόντες πίεσθε

29 ὅτι ἐν πόλει ἐν ᾗ ὠνομάσθη τὸ ὄνομά μου ἐπ' αὐτήν ἐγὼ ἄρχομαι κακῶσαι καὶ ὑμεῖς καθάρσει οὐ μὴ καθαρισθῆτε ὅτι μάχαιραν ἐγὼ καλῶ ἐπὶ τοὺς καθημένους ἐπὶ τῆς γῆς

30 καὶ σὺ προφητεύσεις ἐπ' αὐτοὺς τοὺς λόγους τούτους καὶ ἐρεῖς κύριος ἀφ' ὑψηλοῦ χρηματιεῖ ἀπὸ τοῦ ἁγίου αὐτοῦ δώσει φωνὴν αὐτοῦ λόγον χρηματιεῖ ἐπὶ τοῦ τόπου αὐτοῦ καὶ αιδαδ ὥσπερ τρυγῶντες ἀποκριθήσονται καὶ ἐπὶ τοὺς καθημένους ἐπὶ τὴν γῆν

31 ἥκει ὄλεθρος ἐπὶ μέρος τῆς γῆς ὅτι κρίσις τῷ κυρίῳ ἐν τοῖς ἔθνεσιν κρίνεται αὐτὸς πρὸς πᾶσαν σάρκα οἱ δὲ ἀσεβεῖς ἐδόθησαν εἰς μάχαιραν λέγει κύριος

32 οὕτως εἶπεν κύριος ἰδοὺ κακὰ ἔρχεται ἀπὸ ἔθνους ἐπὶ ἔθνος καὶ λαῖλαψ μεγάλη ἐκπορεύεται ἀπ' ἐσχάτου τῆς γῆς

33 καὶ ἔσονται τραυματίαι ὑπὸ κυρίου ἐν ἡμέρᾳ κυρίου ἐκ μέρους τῆς γῆς καὶ ἕως εἰς μέρος τῆς γῆς οὐ μὴ κατορυγῶσιν εἰς κόπρια ἐπὶ προσώπου τῆς γῆς ἔσονται

34 ἀλαλάξατε ποιμένες καὶ κεκράξατε καὶ κόπτεσθε οἱ κριοὶ τῶν προβάτων ὅτι ἐπληρώθησαν αἱ ἡμέραι ὑμῶν εἰς σφαγήν καὶ πεσεῖσθε ὥσπερ οἱ κριοὶ οἱ ἐκλεκτοί

35 καὶ ἀπολεῖται φυγὴ ἀπὸ τῶν ποιμένων καὶ σωτηρία ἀπὸ τῶν κριῶν τῶν προβάτων

36 φωνὴ κραυγῆς τῶν ποιμένων καὶ ἀλαλαγμὸς τῶν προβάτων καὶ τῶν κριῶν ὅτι ὠλέθρευσεν κύριος τὰ βοσκήματα αὐτῶν

37 καὶ παύσεται τὰ κατάλοιπα τῆς εἰρήνης ἀπὸ προσώπου ὀργῆς θυμοῦ μου

38 ἐγκατέλιπεν ὥσπερ λέων κατάλυμα αὐτοῦ ὅτι ἐγενήθη ἡ γῆ αὐτῶν εἰς ἄβατον ἀπὸ προσώπου τῆς μαχαίρας τῆς μεγάλης

   

Ze Swedenborgových děl

 

Arcana Coelestia # 662

Prostudujte si tuto pasáž

  
/ 10837  
  

662. 'Everything that is on the earth will breathe its last' means those belonging to that Church who became such. This becomes clear from the fact that 'the earth' does not mean every land throughout the world but only those people who belonged to the Church, as shown already. No flood of any kind is meant here therefore, let alone a flooding of the whole world, but instead the decease or choking to death of those people there who when cut off from remnants, and so from things connected with the understanding of truth and with the will for good, were consequently cut off from the heavens. In addition to places already quoted from the Word, let the following also serve to confirm the fact that 'earth' means that area where the Church is, and therefore those who are there. In Jeremiah,

Thus said Jehovah, The whole earth will be desolate, yet I will not bring it to a close. For this the earth will mourn, and the heavens above be black. Jeremiah 4:27-28.

Here 'the earth' stands for people living where the Church is that has been vastated. In Isaiah,

I will jolt heaven, and the earth will be shaken out of its place. Isaiah 13:13.

'Earth' stands for mankind which is to be vastated where the Church is. In Jeremiah,

The slain 1 of Jehovah on that day will be from one end of the earth to the other end of the earth. Jeremiah 25:33.

Here 'the end of the earth' does not mean every land throughout the world, only that area where the Church was, and consequently where members of the Church were. In the same prophet,

I am summoning a sword against all the inhabitants of the earth. A clamour is coming even to the end of the earth, for Jehovah's controversy is against the nations. Jeremiah 25:29, 31.

Nor is the whole world meant here, only the area where the Church is, and consequently where the inhabitant or member of the Church is. 'The nations' here stands for falsities. In Isaiah,

Behold, Jehovah is coming out of His place to visit the iniquity of the inhabitant of the earth. Isaiah 26:21.

Here the meaning is similar. In the same prophet,

Do you not hear? Has it not been pointed out to you from the beginning? Do you not understand the foundations of the earth? Isaiah 40:21.

In the same prophet,

Jehovah who creates the heavens, the God who forms the earth and makes it, the Same establishes it. Isaiah 45:18.

'Earth' stands for the member of the Church. In Zechariah,

The Word of Jehovah who stretches out the heavens, and founds the earth, and forms the spirit of man within him. Zechariah 12:1.

'The earth' obviously stands for the member of the Church. The earth is different from the ground in the way that the member of the Church is different from the Church itself, or as love and faith are different.

Poznámky pod čarou:

1. literally, The pierced

  
/ 10837  
  

Thanks to the Swedenborg Society for the permission to use this translation.