Bible

 

Jeremiah 27

Studie

   

1 λόγος κυρίου ὃν ἐλάλησεν ἐπὶ βαβυλῶνα

2 ἀναγγείλατε ἐν τοῖς ἔθνεσιν καὶ ἀκουστὰ ποιήσατε καὶ μὴ κρύψητε εἴπατε ἑάλωκεν βαβυλών κατῃσχύνθη βῆλος ἡ ἀπτόητος ἡ τρυφερὰ παρεδόθη μαρωδαχ

3 ὅτι ἀνέβη ἐπ' αὐτὴν ἔθνος ἀπὸ βορρᾶ οὗτος θήσει τὴν γῆν αὐτῆς εἰς ἀφανισμόν καὶ οὐκ ἔσται ὁ κατοικῶν ἐν αὐτῇ ἀπὸ ἀνθρώπου καὶ ἕως κτήνους

4 ἐν ταῖς ἡμέραις ἐκείναις καὶ ἐν τῷ καιρῷ ἐκείνῳ ἥξουσιν οἱ υἱοὶ ισραηλ αὐτοὶ καὶ οἱ υἱοὶ ιουδα ἐπὶ τὸ αὐτό βαδίζοντες καὶ κλαίοντες πορεύσονται τὸν κύριον θεὸν αὐτῶν ζητοῦντες

5 ἕως σιων ἐρωτήσουσιν τὴν ὁδόν ὧδε γὰρ τὸ πρόσωπον αὐτῶν δώσουσιν καὶ ἥξουσιν καὶ καταφεύξονται πρὸς κύριον τὸν θεόν διαθήκη γὰρ αἰώνιος οὐκ ἐπιλησθήσεται

6 πρόβατα ἀπολωλότα ἐγενήθη ὁ λαός μου οἱ ποιμένες αὐτῶν ἐξῶσαν αὐτούς ἐπὶ τὰ ὄρη ἀπεπλάνησαν αὐτούς ἐξ ὄρους ἐπὶ βουνὸν ὤ|χοντο ἐπελάθοντο κοίτης αὐτῶν

7 πάντες οἱ εὑρίσκοντες αὐτοὺς κατανάλισκον αὐτούς οἱ ἐχθροὶ αὐτῶν εἶπαν μὴ ἀνῶμεν αὐτούς ἀνθ' ὧν ἥμαρτον τῷ κυρίῳ νομῇ δικαιοσύνης τῷ συναγαγόντι τοὺς πατέρας αὐτῶν

8 ἀπαλλοτριώθητε ἐκ μέσου βαβυλῶνος καὶ ἀπὸ γῆς χαλδαίων καὶ ἐξέλθατε καὶ γένεσθε ὥσπερ δράκοντες κατὰ πρόσωπον προβάτων

9 ὅτι ἰδοὺ ἐγὼ ἐγείρω ἐπὶ βαβυλῶνα συναγωγὰς ἐθνῶν ἐκ γῆς βορρᾶ καὶ παρατάξονται αὐτῇ ἐκεῖθεν ἁλώσεται ὡς βολὶς μαχητοῦ συνετοῦ οὐκ ἐπιστρέψει κενή

10 καὶ ἔσται ἡ χαλδαία εἰς προνομήν πάντες οἱ προνομεύοντες αὐτὴν ἐμπλησθήσονται

11 ὅτι ηὐφραίνεσθε καὶ κατεκαυχᾶσθε διαρπάζοντες τὴν κληρονομίαν μου διότι ἐσκιρτᾶτε ὡς βοΐδια ἐν βοτάνῃ καὶ ἐκερατίζετε ὡς ταῦροι

12 ᾐσχύνθη ἡ μήτηρ ὑμῶν σφόδρα μήτηρ ἐπ' ἀγαθὰ ἐσχάτη ἐθνῶν ἔρημος

13 ἀπὸ ὀργῆς κυρίου οὐ κατοικηθήσεται καὶ ἔσται εἰς ἀφανισμὸν πᾶσα καὶ πᾶς ὁ διοδεύων διὰ βαβυλῶνος σκυθρωπάσει καὶ συριοῦσιν ἐπὶ πᾶσαν τὴν πληγὴν αὐτῆς

14 παρατάξασθε ἐπὶ βαβυλῶνα κύκλῳ πάντες τείνοντες τόξον τοξεύσατε ἐπ' αὐτήν μὴ φείσησθε ἐπὶ τοῖς τοξεύμασιν ὑμῶν

15 κατακροτήσατε ἐπ' αὐτήν παρελύθησαν αἱ χεῖρες αὐτῆς ἔπεσαν αἱ ἐπάλξεις αὐτῆς καὶ κατεσκάφη τὸ τεῖχος αὐτῆς ὅτι ἐκδίκησις παρὰ θεοῦ ἐστιν ἐκδικεῖτε ἐπ' αὐτήν καθὼς ἐποίησεν ποιήσατε αὐτῇ

16 ἐξολεθρεύσατε σπέρμα ἐκ βαβυλῶνος κατέχοντα δρέπανον ἐν καιρῷ θερισμοῦ ἀπὸ προσώπου μαχαίρας ἑλληνικῆς ἕκαστος εἰς τὸν λαὸν αὐτοῦ ἀποστρέψουσιν καὶ ἕκαστος εἰς τὴν γῆν αὐτοῦ φεύξεται

17 πρόβατον πλανώμενον ισραηλ λέοντες ἐξῶσαν αὐτόν ὁ πρῶτος ἔφαγεν αὐτὸν βασιλεὺς ασσουρ καὶ οὗτος ὕστερον τὰ ὀστᾶ αὐτοῦ βασιλεὺς βαβυλῶνος

18 διὰ τοῦτο τάδε λέγει κύριος ἰδοὺ ἐγὼ ἐκδικῶ ἐπὶ τὸν βασιλέα βαβυλῶνος καὶ ἐπὶ τὴν γῆν αὐτοῦ καθὼς ἐξεδίκησα ἐπὶ τὸν βασιλέα ασσουρ

19 καὶ ἀποκαταστήσω τὸν ισραηλ εἰς τὴν νομὴν αὐτοῦ καὶ νεμήσεται ἐν τῷ καρμήλῳ καὶ ἐν ὄρει εφραιμ καὶ ἐν τῷ γαλααδ καὶ πλησθήσεται ἡ ψυχὴ αὐτοῦ

20 ἐν ταῖς ἡμέραις ἐκείναις καὶ ἐν τῷ καιρῷ ἐκείνῳ ζητήσουσιν τὴν ἀδικίαν ισραηλ καὶ οὐχ ὑπάρξει καὶ τὰς ἁμαρτίας ιουδα καὶ οὐ μὴ εὑρεθῶσιν ὅτι ἵλεως ἔσομαι τοῖς ὑπολελειμμένοις ἐπὶ τῆς γῆς λέγει κύριος

21 πικρῶς ἐπίβηθι ἐπ' αὐτὴν καὶ ἐπὶ τοὺς κατοικοῦντας ἐπ' αὐτήν ἐκδίκησον μάχαιρα καὶ ἀφάνισον λέγει κύριος καὶ ποίει κατὰ πάντα ὅσα ἐντέλλομαί σοι

22 φωνὴ πολέμου καὶ συντριβὴ μεγάλη ἐν γῇ χαλδαίων

23 πῶς συνεκλάσθη καὶ συνετρίβη ἡ σφῦρα πάσης τῆς γῆς πῶς ἐγενήθη εἰς ἀφανισμὸν βαβυλὼν ἐν ἔθνεσιν

24 ἐπιθήσονταί σοι καὶ ἁλώσῃ ὦ βαβυλών καὶ οὐ γνώσῃ εὑρέθης καὶ ἐλήμφθης ὅτι τῷ κυρίῳ ἀντέστης

25 ἤνοιξεν κύριος τὸν θησαυρὸν αὐτοῦ καὶ ἐξήνεγκεν τὰ σκεύη ὀργῆς αὐτοῦ ὅτι ἔργον τῷ κυρίῳ θεῷ ἐν γῇ χαλδαίων

26 ὅτι ἐληλύθασιν οἱ καιροὶ αὐτῆς ἀνοίξατε τὰς ἀποθήκας αὐτῆς ἐρευνήσατε αὐτὴν ὡς σπήλαιον καὶ ἐξολεθρεύσατε αὐτήν μὴ γενέσθω αὐτῆς κατάλειμμα

27 ἀναξηράνατε αὐτῆς πάντας τοὺς καρπούς καὶ καταβήτωσαν εἰς σφαγήν οὐαὶ αὐτοῖς ὅτι ἥκει ἡ ἡμέρα αὐτῶν καὶ καιρὸς ἐκδικήσεως αὐτῶν

28 φωνὴ φευγόντων καὶ ἀνασῳζομένων ἐκ γῆς βαβυλῶνος τοῦ ἀναγγεῖλαι εἰς σιων τὴν ἐκδίκησιν παρὰ κυρίου θεοῦ ἡμῶν

29 παραγγείλατε ἐπὶ βαβυλῶνα πολλοῖς παντὶ ἐντείνοντι τόξον παρεμβάλετε ἐπ' αὐτὴν κυκλόθεν μὴ ἔστω αὐτῆς ἀνασῳζόμενος ἀνταπόδοτε αὐτῇ κατὰ τὰ ἔργα αὐτῆς κατὰ πάντα ὅσα ἐποίησεν ποιήσατε αὐτῇ ὅτι πρὸς τὸν κύριον ἀντέστη θεὸν ἅγιον τοῦ ισραηλ

30 διὰ τοῦτο πεσοῦνται οἱ νεανίσκοι αὐτῆς ἐν ταῖς πλατείαις αὐτῆς καὶ πάντες οἱ ἄνδρες οἱ πολεμισταὶ αὐτῆς ῥιφήσονται εἶπεν κύριος

31 ἰδοὺ ἐγὼ ἐπὶ σὲ τὴν ὑβρίστριαν λέγει κύριος ὅτι ἥκει ἡ ἡμέρα σου καὶ ὁ καιρὸς ἐκδικήσεώς σου

32 καὶ ἀσθενήσει ἡ ὕβρις σου καὶ πεσεῖται καὶ οὐκ ἔσται ὁ ἀνιστῶν αὐτήν καὶ ἀνάψω πῦρ ἐν τῷ δρυμῷ αὐτῆς καὶ καταφάγεται πάντα τὰ κύκλῳ αὐτῆς

33 τάδε λέγει κύριος καταδεδυνάστευνται οἱ υἱοὶ ισραηλ καὶ οἱ υἱοὶ ιουδα ἅμα πάντες οἱ αἰχμαλωτεύσαντες αὐτοὺς κατεδυνάστευσαν αὐτούς ὅτι οὐκ ἠθέλησαν ἐξαποστεῖλαι αὐτούς

34 καὶ ὁ λυτρούμενος αὐτοὺς ἰσχυρός κύριος παντοκράτωρ ὄνομα αὐτῷ κρίσιν κρινεῖ πρὸς τοὺς ἀντιδίκους αὐτοῦ ὅπως ἐξάρῃ τὴν γῆν καὶ παροξυνεῖ τοῖς κατοικοῦσι βαβυλῶνα

35 μάχαιραν ἐπὶ τοὺς χαλδαίους καὶ ἐπὶ τοὺς κατοικοῦντας βαβυλῶνα καὶ ἐπὶ τοὺς μεγιστᾶνας αὐτῆς καὶ ἐπὶ τοὺς συνετοὺς αὐτῆς

36 μάχαιραν ἐπὶ τοὺς μαχητὰς αὐτῆς καὶ παραλυθήσονται

37 μάχαιραν ἐπὶ τοὺς ἵππους αὐτῶν καὶ ἐπὶ τὰ ἅρματα αὐτῶν μάχαιραν ἐπὶ τοὺς μαχητὰς αὐτῶν καὶ ἐπὶ τὸν σύμμικτον τὸν ἐν μέσῳ αὐτῆς καὶ ἔσονται ὡσεὶ γυναῖκες μάχαιραν ἐπὶ τοὺς θησαυροὺς αὐτῆς καὶ διασκορπισθήσονται

38 ἐπὶ τῷ ὕδατι αὐτῆς ἐπεποίθει καὶ καταισχυνθήσονται ὅτι γῆ τῶν γλυπτῶν ἐστιν καὶ ἐν ταῖς νήσοις οὗ κατεκαυχῶντο

39 διὰ τοῦτο κατοικήσουσιν ἰνδάλματα ἐν ταῖς νήσοις καὶ κατοικήσουσιν ἐν αὐτῇ θυγατέρες σειρήνων οὐ μὴ κατοικηθῇ οὐκέτι εἰς τὸν αἰῶνα

40 καθὼς κατέστρεψεν ὁ θεὸς σοδομα καὶ γομορρα καὶ τὰς ὁμορούσας αὐταῖς εἶπεν κύριος οὐ μὴ κατοικήσῃ ἐκεῖ ἄνθρωπος καὶ οὐ μὴ παροικήσῃ ἐκεῖ υἱὸς ἀνθρώπου

41 ἰδοὺ λαὸς ἔρχεται ἀπὸ βορρᾶ καὶ ἔθνος μέγα καὶ βασιλεῖς πολλοὶ ἐξεγερθήσονται ἀπ' ἐσχάτου τῆς γῆς

42 τόξον καὶ ἐγχειρίδιον ἔχοντες ἰταμός ἐστιν καὶ οὐ μὴ ἐλεήσῃ φωνὴ αὐτῶν ὡς θάλασσα ἠχήσει ἐφ' ἵπποις ἱππάσονται παρεσκευασμένοι ὥσπερ πῦρ εἰς πόλεμον πρὸς σέ θύγατερ βαβυλῶνος

43 ἤκουσεν βασιλεὺς βαβυλῶνος τὴν ἀκοὴν αὐτῶν καὶ παρελύθησαν αἱ χεῖρες αὐτοῦ θλῖψις κατεκράτησεν αὐτοῦ ὠδῖνες ὡς τικτούσης

44 ἰδοὺ ὥσπερ λέων ἀναβήσεται ἀπὸ τοῦ ιορδάνου εἰς τόπον αιθαμ ὅτι ταχέως ἐκδιώξω αὐτοὺς ἀπ' αὐτῆς καὶ πάντα νεανίσκον ἐπ' αὐτὴν ἐπιστήσω ὅτι τίς ὥσπερ ἐγώ καὶ τίς ἀντιστήσεταί μοι καὶ τίς οὗτος ποιμήν ὃς στήσεται κατὰ πρόσωπόν μου

45 διὰ τοῦτο ἀκούσατε τὴν βουλὴν κυρίου ἣν βεβούλευται ἐπὶ βαβυλῶνα καὶ λογισμοὺς αὐτοῦ οὓς ἐλογίσατο ἐπὶ τοὺς κατοικοῦντας χαλδαίους ἐὰν μὴ διαφθαρῇ τὰ ἀρνία τῶν προβάτων αὐτῶν ἐὰν μὴ ἀφανισθῇ νομὴ ἀπ' αὐτῶν

46 ὅτι ἀπὸ φωνῆς ἁλώσεως βαβυλῶνος σεισθήσεται ἡ γῆ καὶ κραυγὴ ἐν ἔθνεσιν ἀκουσθήσεται

   

Ze Swedenborgových děl

 

Apocalypse Revealed # 591

Prostudujte si tuto pasáž

  
/ 962  
  

591. 13:10 Anyone who leads into captivity shall go into captivity. This symbolically means that someone who uses that heresy to draw others away from believing rightly and living rightly is drawn by his own falsities and evils into hell.

To lead into captivity means, symbolically, to persuade and win over to one's side so that people consent to and attach themselves to that heresy meant by the dragon and the beast, and thus to draw them away from believing rightly and living rightly. To go into captivity means, symbolically, to be drawn by one's own falsities and evils into hell.

Captivity here means spiritual captivity, which is to be led astray and so to be drawn away from truths and goods into falsities and evils.

That captivity in the Word means this spiritual captivity can be seen from the following passages:

Hear now, all peoples, and behold my sorrow; my virgins and my young men have gone into captivity. (Lamentations 1:18)

(God) forsook His dwelling..., (and) the tent where He dwelt among men, and delivered His strength into captivity... (Psalms 78:60-61)

The wind shall shepherd all your shepherds, and your lovers shall go into captivity; ...then you will be ashamed... because of all your wickedness. (Jeremiah 22:22)

I will make My arrows drunk... with the blood of the slain and the captivity... (Deuteronomy 32:42)

They stooped (and) bowed down..., and their soul will go into captivity. (Isaiah 46:1-2)

(Jehovah) has sent Me to bind up the brokenhearted, to proclaim liberty to the captives, ...to the bound, ...to the blind... (Isaiah 61:1, Luke 4:18-19)

I will stir him up in righteousness...; he shall... let My captives go free, not for price nor reward... (Isaiah 45:13)

You have ascended on high, You have led captivity captive... (Psalms 68:18)

Shall... the captivity of the righteous be delivered? ..."Even the captivity of the strong shall be taken away, and the captured of the violent be delivered." (Isaiah 49:24-25)

Shake yourself from the dust...; sit, O Jerusalem! Loose yourself from the bonds of your neck, O captive daughter of Zion! (Isaiah 52:1-2)

And so on elsewhere, as in Jeremiah 48:46-47; 50:33-34, Ezekiel 6:1-10; 12:1-12, Obadiah 1:11, Psalms 14:7; 53:6.

The captivities of the children of Israel by their enemies described in the book of Judges, in 2 Kings 25, and in the prophets represented and so symbolized spiritual captivities, as discussed elsewhere.

The bound have the same symbolic meaning as captives in the following places:

...by the blood of your covenant I will set the bound free from the... pit. (Zechariah 9:11)

The groaning of the bound shall come to You. (Psalms 79:11)

...the bound shall be gathered in the pit, and will be shut up in the prison. (Isaiah 24:22)

He made the world a wilderness..., He did not open the house to his bound ones. (Isaiah 14:17)

(The king said, "I was) in prison and you did not come to Me." (Matthew 25:43)

(Jesus said,) "Ought not this... daughter of Abraham, whom Satan has bound..., be loosed from this bond on the Sabbath?" (Luke 13:16)

  
/ 962  
  

Many thanks to the General Church of the New Jerusalem, and to Rev. N.B. Rogers, translator, for the permission to use this translation.