Bible

 

Jeremiah 24

Studie

   

1 ἔδειξέν μοι κύριος δύο καλάθους σύκων κειμένους κατὰ πρόσωπον ναοῦ κυρίου μετὰ τὸ ἀποικίσαι ναβουχοδονοσορ βασιλέα βαβυλῶνος τὸν ιεχονιαν υἱὸν ιωακιμ βασιλέα ιουδα καὶ τοὺς ἄρχοντας καὶ τοὺς τεχνίτας καὶ τοὺς δεσμώτας καὶ τοὺς πλουσίους ἐξ ιερουσαλημ καὶ ἤγαγεν αὐτοὺς εἰς βαβυλῶνα

2 ὁ κάλαθος ὁ εἷς σύκων χρηστῶν σφόδρα ὡς τὰ σῦκα τὰ πρόιμα καὶ ὁ κάλαθος ὁ ἕτερος σύκων πονηρῶν σφόδρα ἃ οὐ βρωθήσεται ἀπὸ πονηρίας αὐτῶν

3 καὶ εἶπεν κύριος πρός με τί σὺ ὁρᾷς ιερεμια καὶ εἶπα σῦκα τὰ χρηστὰ χρηστὰ λίαν καὶ τὰ πονηρὰ πονηρὰ λίαν ἃ οὐ βρωθήσεται ἀπὸ πονηρίας αὐτῶν

4 καὶ ἐγένετο λόγος κυρίου πρός με λέγων

5 τάδε λέγει κύριος ὁ θεὸς ισραηλ ὡς τὰ σῦκα τὰ χρηστὰ ταῦτα οὕτως ἐπιγνώσομαι τοὺς ἀποικισθέντας ιουδα οὓς ἐξαπέσταλκα ἐκ τοῦ τόπου τούτου εἰς γῆν χαλδαίων εἰς ἀγαθά

6 καὶ στηριῶ τοὺς ὀφθαλμούς μου ἐπ' αὐτοὺς εἰς ἀγαθὰ καὶ ἀποκαταστήσω αὐτοὺς εἰς τὴν γῆν ταύτην εἰς ἀγαθὰ καὶ ἀνοικοδομήσω αὐτοὺς καὶ οὐ μὴ καθελῶ καὶ καταφυτεύσω αὐτοὺς καὶ οὐ μὴ ἐκτίλω

7 καὶ δώσω αὐτοῖς καρδίαν τοῦ εἰδέναι αὐτοὺς ἐμὲ ὅτι ἐγώ εἰμι κύριος καὶ ἔσονταί μοι εἰς λαόν καὶ ἐγὼ ἔσομαι αὐτοῖς εἰς θεόν ὅτι ἐπιστραφήσονται ἐπ' ἐμὲ ἐξ ὅλης τῆς καρδίας αὐτῶν

8 καὶ ὡς τὰ σῦκα τὰ πονηρά ἃ οὐ βρωθήσεται ἀπὸ πονηρίας αὐτῶν τάδε λέγει κύριος οὕτως παραδώσω τὸν σεδεκιαν βασιλέα ιουδα καὶ τοὺς μεγιστᾶνας αὐτοῦ καὶ τὸ κατάλοιπον ιερουσαλημ τοὺς ὑπολελειμμένους ἐν τῇ γῇ ταύτῃ καὶ τοὺς κατοικοῦντας ἐν αἰγύπτῳ

9 καὶ δώσω αὐτοὺς εἰς διασκορπισμὸν εἰς πάσας τὰς βασιλείας τῆς γῆς καὶ ἔσονται εἰς ὀνειδισμὸν καὶ εἰς παραβολὴν καὶ εἰς μῖσος καὶ εἰς κατάραν ἐν παντὶ τόπῳ οὗ ἐξῶσα αὐτοὺς ἐκεῖ

10 καὶ ἀποστελῶ εἰς αὐτοὺς τὸν λιμὸν καὶ τὸν θάνατον καὶ τὴν μάχαιραν ἕως ἂν ἐκλίπωσιν ἀπὸ τῆς γῆς ἧς ἔδωκα αὐτοῖς

   

Ze Swedenborgových děl

 

Apocalypse Revealed # 702

Prostudujte si tuto pasáž

  
/ 962  
  

702. Three unclean spirits like frogs. This symbolically means that there arose nothing but reasonings and lusts to falsify truths.

Spirits here have the same symbolism as demons, since we are shortly told that they were spirits of demons, and demons symbolize lusts to falsify truths (no. 458). The number three symbolizes all (nos. 400, 505), here nothing but. Frogs symbolize reasonings prompted by lusts, because they croak and are lascivious.

It is apparent from this that three unclean spirits like frogs symbolize nothing but reasonings and lusts to falsify truths.

Frogs here have the same symbolic meaning as the frogs in Egypt, because the destruction of the church among the Egyptians is likewise described by the miracles done, regarding which we are thus told in Exodus:

Aaron stretched out his hand over the waters of Egypt, and the frogs came up and covered the land... (Exodus 8:5-14, cf. Psalms 78:45; 105:30)

And later the frogs were removed, remaining only in the river (Exodus 8:11-13).

Frogs were produced from the waters of Egypt and remained in the river because the waters in Egypt, and especially those in the river there, symbolized doctrinal falsities on which the people based their reasoning.

  
/ 962  
  

Many thanks to the General Church of the New Jerusalem, and to Rev. N.B. Rogers, translator, for the permission to use this translation.