Bible

 

Hosea 5

Studie

   

1 ἀκούσατε ταῦτα οἱ ἱερεῖς καὶ προσέχετε οἶκος ισραηλ καὶ ὁ οἶκος τοῦ βασιλέως ἐνωτίζεσθε διότι πρὸς ὑμᾶς ἐστιν τὸ κρίμα ὅτι παγὶς ἐγενήθητε τῇ σκοπιᾷ καὶ ὡς δίκτυον ἐκτεταμένον ἐπὶ τὸ ἰταβύριον

2 ὃ οἱ ἀγρεύοντες τὴν θήραν κατέπηξαν ἐγὼ δὲ παιδευτὴς ὑμῶν

3 ἐγὼ ἔγνων τὸν εφραιμ καὶ ισραηλ οὐκ ἄπεστιν ἀπ' ἐμοῦ διότι νῦν ἐξεπόρνευσεν εφραιμ ἐμιάνθη ισραηλ

4 οὐκ ἔδωκαν τὰ διαβούλια αὐτῶν τοῦ ἐπιστρέψαι πρὸς τὸν θεὸν αὐτῶν ὅτι πνεῦμα πορνείας ἐν αὐτοῖς ἐστιν τὸν δὲ κύριον οὐκ ἐπέγνωσαν

5 καὶ ταπεινωθήσεται ἡ ὕβρις τοῦ ισραηλ εἰς πρόσωπον αὐτοῦ καὶ ισραηλ καὶ εφραιμ ἀσθενήσουσιν ἐν ταῖς ἀδικίαις αὐτῶν καὶ ἀσθενήσει καὶ ιουδας μετ' αὐτῶν

6 μετὰ προβάτων καὶ μόσχων πορεύσονται τοῦ ἐκζητῆσαι τὸν κύριον καὶ οὐ μὴ εὕρωσιν αὐτόν ὅτι ἐξέκλινεν ἀπ' αὐτῶν

7 ὅτι τὸν κύριον ἐγκατέλιπον ὅτι τέκνα ἀλλότρια ἐγεννήθησαν αὐτοῖς νῦν καταφάγεται αὐτοὺς ἡ ἐρυσίβη καὶ τοὺς κλήρους αὐτῶν

8 σαλπίσατε σάλπιγγι ἐπὶ τοὺς βουνούς ἠχήσατε ἐπὶ τῶν ὑψηλῶν κηρύξατε ἐν τῷ οἴκῳ ων ἐξέστη βενιαμιν

9 εφραιμ εἰς ἀφανισμὸν ἐγένετο ἐν ἡμέραις ἐλέγχου ἐν ταῖς φυλαῖς τοῦ ισραηλ ἔδειξα πιστά

10 ἐγένοντο οἱ ἄρχοντες ιουδα ὡς μετατιθέντες ὅρια ἐπ' αὐτοὺς ἐκχεῶ ὡς ὕδωρ τὸ ὅρμημά μου

11 κατεδυνάστευσεν εφραιμ τὸν ἀντίδικον αὐτοῦ κατεπάτησεν κρίμα ὅτι ἤρξατο πορεύεσθαι ὀπίσω τῶν ματαίων

12 καὶ ἐγὼ ὡς ταραχὴ τῷ εφραιμ καὶ ὡς κέντρον τῷ οἴκῳ ιουδα

13 καὶ εἶδεν εφραιμ τὴν νόσον αὐτοῦ καὶ ιουδας τὴν ὀδύνην αὐτοῦ καὶ ἐπορεύθη εφραιμ πρὸς ἀσσυρίους καὶ ἀπέστειλεν πρέσβεις πρὸς βασιλέα ιαριμ καὶ αὐτὸς οὐκ ἠδυνάσθη ἰάσασθαι ὑμᾶς καὶ οὐ μὴ διαπαύσῃ ἐξ ὑμῶν ὀδύνη

14 διότι ἐγώ εἰμι ὡς πανθὴρ τῷ εφραιμ καὶ ὡς λέων τῷ οἴκῳ ιουδα καὶ ἐγὼ ἁρπῶμαι καὶ πορεύσομαι καὶ λήμψομαι καὶ οὐκ ἔσται ὁ ἐξαιρούμενος

15 πορεύσομαι καὶ ἐπιστρέψω εἰς τὸν τόπον μου ἕως οὗ ἀφανισθῶσιν καὶ ἐπιζητήσουσιν τὸ πρόσωπόν μου ἐν θλίψει αὐτῶν ὀρθριοῦσι πρός με λέγοντες

   

Bible

 

Hosea 4

Studie

   

1 ἀκούσατε λόγον κυρίου υἱοὶ ισραηλ διότι κρίσις τῷ κυρίῳ πρὸς τοὺς κατοικοῦντας τὴν γῆν διότι οὐκ ἔστιν ἀλήθεια οὐδὲ ἔλεος οὐδὲ ἐπίγνωσις θεοῦ ἐπὶ τῆς γῆς

2 ἀρὰ καὶ ψεῦδος καὶ φόνος καὶ κλοπὴ καὶ μοιχεία κέχυται ἐπὶ τῆς γῆς καὶ αἵματα ἐφ' αἵμασιν μίσγουσιν

3 διὰ τοῦτο πενθήσει ἡ γῆ καὶ σμικρυνθήσεται σὺν πᾶσιν τοῖς κατοικοῦσιν αὐτήν σὺν τοῖς θηρίοις τοῦ ἀγροῦ καὶ σὺν τοῖς ἑρπετοῖς τῆς γῆς καὶ σὺν τοῖς πετεινοῖς τοῦ οὐρανοῦ καὶ οἱ ἰχθύες τῆς θαλάσσης ἐκλείψουσιν

4 ὅπως μηδεὶς μήτε δικάζηται μήτε ἐλέγχῃ μηδείς ὁ δὲ λαός μου ὡς ἀντιλεγόμενος ἱερεύς

5 καὶ ἀσθενήσεις ἡμέρας καὶ ἀσθενήσει καὶ προφήτης μετὰ σοῦ νυκτὶ ὡμοίωσα τὴν μητέρα σου

6 ὡμοιώθη ὁ λαός μου ὡς οὐκ ἔχων γνῶσιν ὅτι σὺ ἐπίγνωσιν ἀπώσω κἀγὼ ἀπώσομαι σὲ τοῦ μὴ ἱερατεύειν μοι καὶ ἐπελάθου νόμον θεοῦ σου κἀγὼ ἐπιλήσομαι τέκνων σου

7 κατὰ τὸ πλῆθος αὐτῶν οὕτως ἥμαρτόν μοι τὴν δόξαν αὐτῶν εἰς ἀτιμίαν θήσομαι

8 ἁμαρτίας λαοῦ μου φάγονται καὶ ἐν ταῖς ἀδικίαις αὐτῶν λήμψονται τὰς ψυχὰς αὐτῶν

9 καὶ ἔσται καθὼς ὁ λαὸς οὕτως καὶ ὁ ἱερεύς καὶ ἐκδικήσω ἐπ' αὐτὸν τὰς ὁδοὺς αὐτοῦ καὶ τὰ διαβούλια αὐτοῦ ἀνταποδώσω αὐτῷ

10 καὶ φάγονται καὶ οὐ μὴ ἐμπλησθῶσιν ἐπόρνευσαν καὶ οὐ μὴ κατευθύνωσιν διότι τὸν κύριον ἐγκατέλιπον τοῦ φυλάξαι

11 πορνείαν καὶ οἶνον καὶ μέθυσμα ἐδέξατο καρδία λαοῦ μου

12 ἐν συμβόλοις ἐπηρώτων καὶ ἐν ῥάβδοις αὐτοῦ ἀπήγγελλον αὐτῷ πνεύματι πορνείας ἐπλανήθησαν καὶ ἐξεπόρνευσαν ἀπὸ τοῦ θεοῦ αὐτῶν

13 ἐπὶ τὰς κορυφὰς τῶν ὀρέων ἐθυσίαζον καὶ ἐπὶ τοὺς βουνοὺς ἔθυον ὑποκάτω δρυὸς καὶ λεύκης καὶ δένδρου συσκιάζοντος ὅτι καλὸν σκέπη διὰ τοῦτο ἐκπορνεύσουσιν αἱ θυγατέρες ὑμῶν καὶ αἱ νύμφαι ὑμῶν μοιχεύσουσιν

14 καὶ οὐ μὴ ἐπισκέψωμαι ἐπὶ τὰς θυγατέρας ὑμῶν ὅταν πορνεύωσιν καὶ ἐπὶ τὰς νύμφας ὑμῶν ὅταν μοιχεύωσιν διότι καὶ αὐτοὶ μετὰ τῶν πορνῶν συνεφύροντο καὶ μετὰ τῶν τετελεσμένων ἔθυον καὶ ὁ λαὸς ὁ συνίων συνεπλέκετο μετὰ πόρνης

15 σὺ δέ ισραηλ μὴ ἀγνόει καὶ ιουδα μὴ εἰσπορεύεσθε εἰς γαλγαλα καὶ μὴ ἀναβαίνετε εἰς τὸν οἶκον ων καὶ μὴ ὀμνύετε ζῶντα κύριον

16 ὅτι ὡς δάμαλις παροιστρῶσα παροίστρησεν ισραηλ νῦν νεμήσει αὐτοὺς κύριος ὡς ἀμνὸν ἐν εὐρυχώρῳ

17 μέτοχος εἰδώλων εφραιμ ἔθηκεν ἑαυτῷ σκάνδαλα

18 ᾑρέτισεν χαναναίους πορνεύοντες ἐξεπόρνευσαν ἠγάπησαν ἀτιμίαν ἐκ φρυάγματος αὐτῶν

19 συστροφὴ πνεύματος σὺ εἶ ἐν ταῖς πτέρυξιν αὐτῆς καὶ καταισχυνθήσονται ἐκ τῶν θυσιαστηρίων αὐτῶν