Bible

 

Genesis 47

Studie

   

1 ἐλθὼν δὲ ιωσηφ ἀπήγγειλεν τῷ φαραω λέγων ὁ πατήρ μου καὶ οἱ ἀδελφοί μου καὶ τὰ κτήνη καὶ οἱ βόες αὐτῶν καὶ πάντα τὰ αὐτῶν ἦλθον ἐκ γῆς χανααν καὶ ἰδού εἰσιν ἐν γῇ γεσεμ

2 ἀπὸ δὲ τῶν ἀδελφῶν αὐτοῦ παρέλαβεν πέντε ἄνδρας καὶ ἔστησεν αὐτοὺς ἐναντίον φαραω

3 καὶ εἶπεν φαραω τοῖς ἀδελφοῖς ιωσηφ τί τὸ ἔργον ὑμῶν οἱ δὲ εἶπαν τῷ φαραω ποιμένες προβάτων οἱ παῖδές σου καὶ ἡμεῖς καὶ οἱ πατέρες ἡμῶν

4 εἶπαν δὲ τῷ φαραω παροικεῖν ἐν τῇ γῇ ἥκαμεν οὐ γάρ ἐστιν νομὴ τοῖς κτήνεσιν τῶν παίδων σου ἐνίσχυσεν γὰρ ὁ λιμὸς ἐν γῇ χανααν νῦν οὖν κατοικήσομεν οἱ παῖδές σου ἐν γῇ γεσεμ

5 εἶπεν δὲ φαραω τῷ ιωσφη κατοικείτωσαν ἐν γῇ γεσεμ εἰ δὲ ἐπίστῃ ὅτι εἰσὶν ἐν αὐτοῖς ἄνδρες δυνατοί κατάστησον αὐτοὺς ἄρχοντας τῶν ἐμῶν κτηνῶν ἦλθον δὲ εἰς αἴγυπτον πρὸς ιωσηφ ιακωβ καὶ οἱ υἱοὶ αὐτοῦ καὶ ἤκουσεν φαραω βασιλεὺς αἰγύπτου καὶ εἶπεν φαραω πρὸς ιωσηφ λέγων ὁ πατήρ σου καὶ οἱ ἀδελφοί σου ἥκασι πρὸς σέ

6 ἰδοὺ ἡ γῆ αἰγύπτου ἐναντίον σού ἐστιν ἐν τῇ βελτίστῃ γῇ κατοίκισον τὸν πατέρα σου καὶ τοὺς ἀδελφούς σου

7 εἰσήγαγεν δὲ ιωσηφ ιακωβ τὸν πατέρα αὐτοῦ καὶ ἔστησεν αὐτὸν ἐναντίον φαραω καὶ εὐλόγησεν ιακωβ τὸν φαραω

8 εἶπεν δὲ φαραω τῷ ιακωβ πόσα ἔτη ἡμερῶν τῆς ζωῆς σου

9 καὶ εἶπεν ιακωβ τῷ φαραω αἱ ἡμέραι τῶν ἐτῶν τῆς ζωῆς μου ἃς παροικῶ ἑκατὸν τριάκοντα ἔτη μικραὶ καὶ πονηραὶ γεγόνασιν αἱ ἡμέραι τῶν ἐτῶν τῆς ζωῆς μου οὐκ ἀφίκοντο εἰς τὰς ἡμέρας τῶν ἐτῶν τῆς ζωῆς τῶν πατέρων μου ἃς ἡμέρας παρῴκησαν

10 καὶ εὐλογήσας ιακωβ τὸν φαραω ἐξῆλθεν ἀπ' αὐτοῦ

11 καὶ κατῴκισεν ιωσηφ τὸν πατέρα καὶ τοὺς ἀδελφοὺς αὐτοῦ καὶ ἔδωκεν αὐτοῖς κατάσχεσιν ἐν γῇ αἰγύπτου ἐν τῇ βελτίστῃ γῇ ἐν γῇ ραμεσση καθὰ προσέταξεν φαραω

12 καὶ ἐσιτομέτρει ιωσηφ τῷ πατρὶ καὶ τοῖς ἀδελφοῖς αὐτοῦ καὶ παντὶ τῷ οἴκῳ τοῦ πατρὸς αὐτοῦ σῖτον κατὰ σῶμα

13 σῖτος δὲ οὐκ ἦν ἐν πάσῃ τῇ γῇ ἐνίσχυσεν γὰρ ὁ λιμὸς σφόδρα ἐξέλιπεν δὲ ἡ γῆ αἰγύπτου καὶ ἡ γῆ χανααν ἀπὸ τοῦ λιμοῦ

14 συνήγαγεν δὲ ιωσηφ πᾶν τὸ ἀργύριον τὸ εὑρεθὲν ἐν γῇ αἰγύπτου καὶ ἐν γῇ χανααν τοῦ σίτου οὗ ἠγόραζον καὶ ἐσιτομέτρει αὐτοῖς καὶ εἰσήνεγκεν ιωσηφ πᾶν τὸ ἀργύριον εἰς τὸν οἶκον φαραω

15 καὶ ἐξέλιπεν πᾶν τὸ ἀργύριον ἐκ γῆς αἰγύπτου καὶ ἐκ γῆς χανααν ἦλθον δὲ πάντες οἱ αἰγύπτιοι πρὸς ιωσηφ λέγοντες δὸς ἡμῖν ἄρτους καὶ ἵνα τί ἀποθνῄσκομεν ἐναντίον σου ἐκλέλοιπεν γὰρ τὸ ἀργύριον ἡμῶν

16 εἶπεν δὲ αὐτοῖς ιωσηφ φέρετε τὰ κτήνη ὑμῶν καὶ δώσω ὑμῖν ἄρτους ἀντὶ τῶν κτηνῶν ὑμῶν εἰ ἐκλέλοιπεν τὸ ἀργύριον

17 ἤγαγον δὲ τὰ κτήνη πρὸς ιωσηφ καὶ ἔδωκεν αὐτοῖς ιωσηφ ἄρτους ἀντὶ τῶν ἵππων καὶ ἀντὶ τῶν προβάτων καὶ ἀντὶ τῶν βοῶν καὶ ἀντὶ τῶν ὄνων καὶ ἐξέθρεψεν αὐτοὺς ἐν ἄρτοις ἀντὶ πάντων τῶν κτηνῶν αὐτῶν ἐν τῷ ἐνιαυτῷ ἐκείνῳ

18 ἐξῆλθεν δὲ τὸ ἔτος ἐκεῖνο καὶ ἦλθον πρὸς αὐτὸν ἐν τῷ ἔτει τῷ δευτέρῳ καὶ εἶπαν αὐτῷ μήποτε ἐκτριβῶμεν ἀπὸ τοῦ κυρίου ἡμῶν εἰ γὰρ ἐκλέλοιπεν τὸ ἀργύριον καὶ τὰ ὑπάρχοντα καὶ τὰ κτήνη πρὸς σὲ τὸν κύριον καὶ οὐχ ὑπολείπεται ἡμῖν ἐναντίον τοῦ κυρίου ἡμῶν ἀλλ' ἢ τὸ ἴδιον σῶμα καὶ ἡ γῆ ἡμῶν

19 ἵνα οὖν μὴ ἀποθάνωμεν ἐναντίον σου καὶ ἡ γῆ ἐρημωθῇ κτῆσαι ἡμᾶς καὶ τὴν γῆν ἡμῶν ἀντὶ ἄρτων καὶ ἐσόμεθα ἡμεῖς καὶ ἡ γῆ ἡμῶν παῖδες φαραω δὸς σπέρμα ἵνα σπείρωμεν καὶ ζῶμεν καὶ μὴ ἀποθάνωμεν καὶ ἡ γῆ οὐκ ἐρημωθήσεται

20 καὶ ἐκτήσατο ιωσηφ πᾶσαν τὴν γῆν τῶν αἰγυπτίων τῷ φαραω ἀπέδοντο γὰρ οἱ αἰγύπτιοι τὴν γῆν αὐτῶν τῷ φαραω ἐπεκράτησεν γὰρ αὐτῶν ὁ λιμός καὶ ἐγένετο ἡ γῆ φαραω

21 καὶ τὸν λαὸν κατεδουλώσατο αὐτῷ εἰς παῖδας ἀπ' ἄκρων ὁρίων αἰγύπτου ἕως τῶν ἄκρων

22 χωρὶς τῆς γῆς τῶν ἱερέων μόνον οὐκ ἐκτήσατο ταύτην ιωσηφ ἐν δόσει γὰρ ἔδωκεν δόμα τοῖς ἱερεῦσιν φαραω καὶ ἤσθιον τὴν δόσιν ἣν ἔδωκεν αὐτοῖς φαραω διὰ τοῦτο οὐκ ἀπέδοντο τὴν γῆν αὐτῶν

23 εἶπεν δὲ ιωσηφ πᾶσι τοῖς αἰγυπτίοις ἰδοὺ κέκτημαι ὑμᾶς καὶ τὴν γῆν ὑμῶν σήμερον τῷ φαραω λάβετε ἑαυτοῖς σπέρμα καὶ σπείρατε τὴν γῆν

24 καὶ ἔσται τὰ γενήματα αὐτῆς δώσετε τὸ πέμπτον μέρος τῷ φαραω τὰ δὲ τέσσαρα μέρη ἔσται ὑμῖν αὐτοῖς εἰς σπέρμα τῇ γῇ καὶ εἰς βρῶσιν ὑμῖν καὶ πᾶσιν τοῖς ἐν τοῖς οἴκοις ὑμῶν

25 καὶ εἶπαν σέσωκας ἡμᾶς εὕρομεν χάριν ἐναντίον τοῦ κυρίου ἡμῶν καὶ ἐσόμεθα παῖδες φαραω

26 καὶ ἔθετο αὐτοῖς ιωσηφ εἰς πρόσταγμα ἕως τῆς ἡμέρας ταύτης ἐπὶ γῆν αἰγύπτου τῷ φαραω ἀποπεμπτοῦν χωρὶς τῆς γῆς τῶν ἱερέων μόνον οὐκ ἦν τῷ φαραω

27 κατῴκησεν δὲ ισραηλ ἐν γῇ αἰγύπτῳ ἐπὶ τῆς γῆς γεσεμ καὶ ἐκληρονόμησαν ἐπ' αὐτῆς καὶ ηὐξήθησαν καὶ ἐπληθύνθησαν σφόδρα

28 ἐπέζησεν δὲ ιακωβ ἐν γῇ αἰγύπτῳ δέκα ἑπτὰ ἔτη ἐγένοντο δὲ αἱ ἡμέραι ιακωβ ἐνιαυτῶν τῆς ζωῆς αὐτοῦ ἑκατὸν τεσσαράκοντα ἑπτὰ ἔτη

29 ἤγγισαν δὲ αἱ ἡμέραι ισραηλ τοῦ ἀποθανεῖν καὶ ἐκάλεσεν τὸν υἱὸν αὐτοῦ ιωσηφ καὶ εἶπεν αὐτῷ εἰ εὕρηκα χάριν ἐναντίον σου ὑπόθες τὴν χεῖρά σου ὑπὸ τὸν μηρόν μου καὶ ποιήσεις ἐπ' ἐμὲ ἐλεημοσύνην καὶ ἀλήθειαν τοῦ μή με θάψαι ἐν αἰγύπτῳ

30 ἀλλὰ κοιμηθήσομαι μετὰ τῶν πατέρων μου καὶ ἀρεῖς με ἐξ αἰγύπτου καὶ θάψεις με ἐν τῷ τάφῳ αὐτῶν ὁ δὲ εἶπεν ἐγὼ ποιήσω κατὰ τὸ ῥῆμά σου

31 εἶπεν δέ ὄμοσόν μοι καὶ ὤμοσεν αὐτῷ καὶ προσεκύνησεν ισραηλ ἐπὶ τὸ ἄκρον τῆς ῥάβδου αὐτοῦ

   

Ze Swedenborgových děl

 

Arcana Coelestia # 6159

Prostudujte si tuto pasáž

  
/ 10837  
  

6159. 'And for your food, and for those in your households' means so that the good of truth may therefore be present in every single part. This is clear from the meaning of 'food' as the good of truth, dealt with in 5410, 5426, 5487, 5582, 5588, 5655, and from the meaning of 'those who are in households' as every single instance of good derived from truth, so that 'for food for those in your households' is the good of truth in every single part. What is really meant by this - by the statement that the good of truth may be present in every single part - is this: As a person undergoes regeneration, good instills itself into every single part of him, for it then comes about that an affection for good reigns throughout the whole of him. And what reigns throughout the whole reigns in each individual or every single part. This may be recognized from the dominant affection in any person. That affection, whatever it may be, is present in every individual part of his will, and also in every individual part of his thought. Even though it does not seem to be present always in his thought, it is nevertheless there. It does not seem to be there because at such moments it is covered over by other affections that circumstances introduce; but as those affections are stripped away, so the dominant affection comes into view.

[2] There is no better way to demonstrate this than by reference to spirits and angels. Spirits who are evil, that is, ones in whom evil has dominion, are evil in every single part. They are such even when they utter what is true or perform a good action, for in doing so they have nothing else in mind than to deceive others into thinking that they are in fact good spirits, and so to mislead them by an outward appearance of goodness. When they are doing this it can be clearly detected simply from the sound of their voice, and one can also detect it in the sphere emanating from them. Angels in heaven, in whom good has dominion, that is, reigns throughout, are good in every single part. That is, good from the Lord shines out of every single aspect of them. Even if they do something evil to outward appearance, their end or intention nevertheless is that good may be the outcome. From all this it may be seen that where good reigns throughout the whole, it does so in every single part; and the same holds true where evil reigns. For a reigning throughout the whole first begins when every single part is good or evil; and the essential nature and the number of those parts determines the nature of the whole. For what is called the whole is such by virtue of its existence in each separate part .

  
/ 10837  
  

Thanks to the Swedenborg Society for the permission to use this translation.