Bible

 

Genesis 35

Studie

   

1 εἶπεν δὲ ὁ θεὸς πρὸς ιακωβ ἀναστὰς ἀνάβηθι εἰς τὸν τόπον βαιθηλ καὶ οἴκει ἐκεῖ καὶ ποίησον ἐκεῖ θυσιαστήριον τῷ θεῷ τῷ ὀφθέντι σοι ἐν τῷ ἀποδιδράσκειν σε ἀπὸ προσώπου ησαυ τοῦ ἀδελφοῦ σου

2 εἶπεν δὲ ιακωβ τῷ οἴκῳ αὐτοῦ καὶ πᾶσιν τοῖς μετ' αὐτοῦ ἄρατε τοὺς θεοὺς τοὺς ἀλλοτρίους τοὺς μεθ' ὑμῶν ἐκ μέσου ὑμῶν καὶ καθαρίσασθε καὶ ἀλλάξατε τὰς στολὰς ὑμῶν

3 καὶ ἀναστάντες ἀναβῶμεν εἰς βαιθηλ καὶ ποιήσωμεν ἐκεῖ θυσιαστήριον τῷ θεῷ τῷ ἐπακούσαντί μοι ἐν ἡμέρᾳ θλίψεως ὃς ἦν μετ' ἐμοῦ καὶ διέσωσέν με ἐν τῇ ὁδῷ ᾗ ἐπορεύθην

4 καὶ ἔδωκαν τῷ ιακωβ τοὺς θεοὺς τοὺς ἀλλοτρίους οἳ ἦσαν ἐν ταῖς χερσὶν αὐτῶν καὶ τὰ ἐνώτια τὰ ἐν τοῖς ὠσὶν αὐτῶν καὶ κατέκρυψεν αὐτὰ ιακωβ ὑπὸ τὴν τερέμινθον τὴν ἐν σικιμοις καὶ ἀπώλεσεν αὐτὰ ἕως τῆς σήμερον ἡμέρας

5 καὶ ἐξῆρεν ισραηλ ἐκ σικιμων καὶ ἐγένετο φόβος θεοῦ ἐπὶ τὰς πόλεις τὰς κύκλῳ αὐτῶν καὶ οὐ κατεδίωξαν ὀπίσω τῶν υἱῶν ισραηλ

6 ἦλθεν δὲ ιακωβ εἰς λουζα ἥ ἐστιν ἐν γῇ χανααν ἥ ἐστιν βαιθηλ αὐτὸς καὶ πᾶς ὁ λαός ὃς ἦν μετ' αὐτοῦ

7 καὶ ᾠκοδόμησεν ἐκεῖ θυσιαστήριον καὶ ἐκάλεσεν τὸ ὄνομα τοῦ τόπου βαιθηλ ἐκεῖ γὰρ ἐπεφάνη αὐτῷ ὁ θεὸς ἐν τῷ ἀποδιδράσκειν αὐτὸν ἀπὸ προσώπου ησαυ τοῦ ἀδελφοῦ αὐτοῦ

8 ἀπέθανεν δὲ δεββωρα ἡ τροφὸς ρεβεκκας κατώτερον βαιθηλ ὑπὸ τὴν βάλανον καὶ ἐκάλεσεν ιακωβ τὸ ὄνομα αὐτῆς βάλανος πένθους

9 ὤφθη δὲ ὁ θεὸς ιακωβ ἔτι ἐν λουζα ὅτε παρεγένετο ἐκ μεσοποταμίας τῆς συρίας καὶ ηὐλόγησεν αὐτὸν ὁ θεός

10 καὶ εἶπεν αὐτῷ ὁ θεός τὸ ὄνομά σου ιακωβ οὐ κληθήσεται ἔτι ιακωβ ἀλλ' ισραηλ ἔσται τὸ ὄνομά σου

11 εἶπεν δὲ αὐτῷ ὁ θεός ἐγὼ ὁ θεός σου αὐξάνου καὶ πληθύνου ἔθνη καὶ συναγωγαὶ ἐθνῶν ἔσονται ἐκ σοῦ καὶ βασιλεῖς ἐκ τῆς ὀσφύος σου ἐξελεύσονται

12 καὶ τὴν γῆν ἣν δέδωκα αβρααμ καὶ ισαακ σοὶ δέδωκα αὐτήν σοὶ ἔσται καὶ τῷ σπέρματί σου μετὰ σὲ δώσω τὴν γῆν ταύτην

13 ἀνέβη δὲ ὁ θεὸς ἀπ' αὐτοῦ ἐκ τοῦ τόπου οὗ ἐλάλησεν μετ' αὐτοῦ

14 καὶ ἔστησεν ιακωβ στήλην ἐν τῷ τόπῳ ᾧ ἐλάλησεν μετ' αὐτοῦ στήλην λιθίνην καὶ ἔσπεισεν ἐπ' αὐτὴν σπονδὴν καὶ ἐπέχεεν ἐπ' αὐτὴν ἔλαιον

15 καὶ ἐκάλεσεν ιακωβ τὸ ὄνομα τοῦ τόπου ἐν ᾧ ἐλάλησεν μετ' αὐτοῦ ἐκεῖ ὁ θεός βαιθηλ

16 ἀπάρας δὲ ιακωβ ἐκ βαιθηλ ἔπηξεν τὴν σκηνὴν αὐτοῦ ἐπέκεινα τοῦ πύργου γαδερ ἐγένετο δὲ ἡνίκα ἤγγισεν χαβραθα εἰς γῆν ἐλθεῖν εφραθα ἔτεκεν ραχηλ καὶ ἐδυστόκησεν ἐν τῷ τοκετῷ

17 ἐγένετο δὲ ἐν τῷ σκληρῶς αὐτὴν τίκτειν εἶπεν αὐτῇ ἡ μαῖα θάρσει καὶ γὰρ οὗτός σοί ἐστιν υἱός

18 ἐγένετο δὲ ἐν τῷ ἀφιέναι αὐτὴν τὴν ψυχήν ἀπέθνῃσκεν γάρ ἐκάλεσεν τὸ ὄνομα αὐτοῦ υἱὸς ὀδύνης μου ὁ δὲ πατὴρ ἐκάλεσεν αὐτὸν βενιαμιν

19 ἀπέθανεν δὲ ραχηλ καὶ ἐτάφη ἐν τῇ ὁδῷ εφραθα αὕτη ἐστὶν βηθλεεμ

20 καὶ ἔστησεν ιακωβ στήλην ἐπὶ τοῦ μνημείου αὐτῆς αὕτη ἐστὶν στήλη μνημείου ραχηλ ἕως τῆς σήμερον ἡμέρας

22 ἐγένετο δὲ ἡνίκα κατῴκησεν ισραηλ ἐν τῇ γῇ ἐκείνῃ ἐπορεύθη ρουβην καὶ ἐκοιμήθη μετὰ βαλλας τῆς παλλακῆς τοῦ πατρὸς αὐτοῦ καὶ ἤκουσεν ισραηλ καὶ πονηρὸν ἐφάνη ἐναντίον αὐτοῦ ἦσαν δὲ οἱ υἱοὶ ιακωβ δώδεκα

23 υἱοὶ λειας πρωτότοκος ιακωβ ρουβην συμεων λευι ιουδας ισσαχαρ ζαβουλων

24 υἱοὶ δὲ ραχηλ ιωσηφ καὶ βενιαμιν

25 υἱοὶ δὲ βαλλας παιδίσκης ραχηλ δαν καὶ νεφθαλι

26 υἱοὶ δὲ ζελφας παιδίσκης λειας γαδ καὶ ασηρ οὗτοι υἱοὶ ιακωβ οἳ ἐγένοντο αὐτῷ ἐν μεσοποταμίᾳ τῆς συρίας

27 ἦλθεν δὲ ιακωβ πρὸς ισαακ τὸν πατέρα αὐτοῦ εἰς μαμβρη εἰς πόλιν τοῦ πεδίου αὕτη ἐστὶν χεβρων ἐν γῇ χανααν οὗ παρῴκησεν αβρααμ καὶ ισαακ

28 ἐγένοντο δὲ αἱ ἡμέραι ισαακ ἃς ἔζησεν ἔτη ἑκατὸν ὀγδοήκοντα

29 καὶ ἐκλιπὼν ἀπέθανεν καὶ προσετέθη πρὸς τὸ γένος αὐτοῦ πρεσβύτερος καὶ πλήρης ἡμερῶν καὶ ἔθαψαν αὐτὸν ησαυ καὶ ιακωβ οἱ υἱοὶ αὐτοῦ

   

Ze Swedenborgových děl

 

Arcana Coelestia # 4603

Prostudujte si tuto pasáž

  
/ 10837  
  

4603. 'The sons of Jacob were twelve' means a state in which all things were now present in the Divine Natural. This is clear from the representation of 'Jacob' as the Divine Natural, often dealt with already; and from the meaning of 'twelve' as all, and when used in reference to the sons of Jacob, or to the tribes named after these, as all aspects of truth and good, dealt with in 2089, 2129, 2130, 3272, 3858, 3913, 3939. The subject so far has been the way in which the Lord made his Natural within Him Divine, for 'Jacob' has represented the Natural; but now the subject becomes the joining of the Divine Natural to the Rational. This joining together is represented by Jacob's coming to Isaac, for 'Isaac' represents the Lord's Divine Rational. This explains why all the sons of Jacob are listed once again, since every aspect of truth and good had to be present within the Natural before it could be fully joined to the Rational. The reason for this particular listing of them is the service which the natural renders the rational as the receptacle for it. But one should recognize that Jacob's sons are now mentioned in a different order from before; the sons of Bilhah and Zilpah - Dan, Naphtali, Gad, and Asher - are mentioned last, though in actual fact these were born before Issachar, Zebulun, Joseph, and Benjamin. The reason for this difference is that at this point the subject is the order in which truths and goods exist within the Natural when this has been made Divine, for it is the state belonging to the subject under discussion that determines the order in which their names appear, see 3862, 3926, 3939.

  
/ 10837  
  

Thanks to the Swedenborg Society for the permission to use this translation.