Bible

 

Genesis 23

Studie

   

1 ἐγένετο δὲ ἡ ζωὴ σαρρας ἔτη ἑκατὸν εἴκοσι ἑπτά

2 καὶ ἀπέθανεν σαρρα ἐν πόλει αρβοκ ἥ ἐστιν ἐν τῷ κοιλώματι αὕτη ἐστὶν χεβρων ἐν γῇ χανααν ἦλθεν δὲ αβρααμ κόψασθαι σαρραν καὶ πενθῆσαι

3 καὶ ἀνέστη αβρααμ ἀπὸ τοῦ νεκροῦ αὐτοῦ καὶ εἶπεν τοῖς υἱοῖς χετ λέγων

4 πάροικος καὶ παρεπίδημος ἐγώ εἰμι μεθ' ὑμῶν δότε οὖν μοι κτῆσιν τάφου μεθ' ὑμῶν καὶ θάψω τὸν νεκρόν μου ἀπ' ἐμοῦ

5 ἀπεκρίθησαν δὲ οἱ υἱοὶ χετ πρὸς αβρααμ λέγοντες

6 μή κύριε ἄκουσον δὲ ἡμῶν βασιλεὺς παρὰ θεοῦ εἶ σὺ ἐν ἡμῖν ἐν τοῖς ἐκλεκτοῖς μνημείοις ἡμῶν θάψον τὸν νεκρόν σου οὐδεὶς γὰρ ἡμῶν τὸ μνημεῖον αὐτοῦ κωλύσει ἀπὸ σοῦ τοῦ θάψαι τὸν νεκρόν σου ἐκεῖ

7 ἀναστὰς δὲ αβρααμ προσεκύνησεν τῷ λαῷ τῆς γῆς τοῖς υἱοῖς χετ

8 καὶ ἐλάλησεν πρὸς αὐτοὺς αβρααμ λέγων εἰ ἔχετε τῇ ψυχῇ ὑμῶν ὥστε θάψαι τὸν νεκρόν μου ἀπὸ προσώπου μου ἀκούσατέ μου καὶ λαλήσατε περὶ ἐμοῦ εφρων τῷ τοῦ σααρ

9 καὶ δότω μοι τὸ σπήλαιον τὸ διπλοῦν ὅ ἐστιν αὐτῷ τὸ ὂν ἐν μέρει τοῦ ἀγροῦ αὐτοῦ ἀργυρίου τοῦ ἀξίου δότω μοι αὐτὸ ἐν ὑμῖν εἰς κτῆσιν μνημείου

10 εφρων δὲ ἐκάθητο ἐν μέσῳ τῶν υἱῶν χετ ἀποκριθεὶς δὲ εφρων ὁ χετταῖος πρὸς αβρααμ εἶπεν ἀκουόντων τῶν υἱῶν χετ καὶ πάντων τῶν εἰσπορευομένων εἰς τὴν πόλιν λέγων

11 παρ' ἐμοὶ γενοῦ κύριε καὶ ἄκουσόν μου τὸν ἀγρὸν καὶ τὸ σπήλαιον τὸ ἐν αὐτῷ σοι δίδωμι ἐναντίον πάντων τῶν πολιτῶν μου δέδωκά σοι θάψον τὸν νεκρόν σου

12 καὶ προσεκύνησεν αβρααμ ἐναντίον τοῦ λαοῦ τῆς γῆς

13 καὶ εἶπεν τῷ εφρων εἰς τὰ ὦτα τοῦ λαοῦ τῆς γῆς ἐπειδὴ πρὸς ἐμοῦ εἶ ἄκουσόν μου τὸ ἀργύριον τοῦ ἀγροῦ λαβὲ παρ' ἐμοῦ καὶ θάψω τὸν νεκρόν μου ἐκεῖ

14 ἀπεκρίθη δὲ εφρων τῷ αβρααμ λέγων

15 οὐχί κύριε ἀκήκοα γῆ τετρακοσίων διδράχμων ἀργυρίου ἀνὰ μέσον ἐμοῦ καὶ σοῦ τί ἂν εἴη τοῦτο σὺ δὲ τὸν νεκρόν σου θάψον

16 καὶ ἤκουσεν αβρααμ τοῦ εφρων καὶ ἀπεκατέστησεν αβρααμ τῷ εφρων τὸ ἀργύριον ὃ ἐλάλησεν εἰς τὰ ὦτα τῶν υἱῶν χετ τετρακόσια δίδραχμα ἀργυρίου δοκίμου ἐμπόροις

17 καὶ ἔστη ὁ ἀγρὸς εφρων ὃς ἦν ἐν τῷ διπλῷ σπηλαίῳ ὅς ἐστιν κατὰ πρόσωπον μαμβρη ὁ ἀγρὸς καὶ τὸ σπήλαιον ὃ ἦν ἐν αὐτῷ καὶ πᾶν δένδρον ὃ ἦν ἐν τῷ ἀγρῷ ὅ ἐστιν ἐν τοῖς ὁρίοις αὐτοῦ κύκλῳ

18 τῷ αβρααμ εἰς κτῆσιν ἐναντίον τῶν υἱῶν χετ καὶ πάντων τῶν εἰσπορευομένων εἰς τὴν πόλιν

19 μετὰ ταῦτα ἔθαψεν αβρααμ σαρραν τὴν γυναῖκα αὐτοῦ ἐν τῷ σπηλαίῳ τοῦ ἀγροῦ τῷ διπλῷ ὅ ἐστιν ἀπέναντι μαμβρη αὕτη ἐστὶν χεβρων ἐν τῇ γῇ χανααν

20 καὶ ἐκυρώθη ὁ ἀγρὸς καὶ τὸ σπήλαιον ὃ ἦν ἐν αὐτῷ τῷ αβρααμ εἰς κτῆσιν τάφου παρὰ τῶν υἱῶν χετ

   

Ze Swedenborgových děl

 

Arcana Coelestia # 2981

Prostudujte si tuto pasáž

  
/ 10837  
  

2981. 'Which is Hebron' means that this was a new Church. This is clear from the meaning of 'Hebron' as the spiritual Church, dealt with above in this chapter, in 2909. There the expression 'Kiriath Arba, which is Hebron' occurs, for the reason that 'Kiriath Arba' means the Church as regards truth and 'Hebron' the Church as regards good. But here the name Kiriath Arba is not used any more, only Hebron, because the subject is a regenerate person, who does not act any longer from truth but from good, as stated above in 2979.

  
/ 10837  
  

Thanks to the Swedenborg Society for the permission to use this translation.