Bible

 

Genesis 22

Studie

   

1 καὶ ἐγένετο μετὰ τὰ ῥήματα ταῦτα ὁ θεὸς ἐπείραζεν τὸν αβρααμ καὶ εἶπεν πρὸς αὐτόν αβρααμ αβρααμ ὁ δὲ εἶπεν ἰδοὺ ἐγώ

2 καὶ εἶπεν λαβὲ τὸν υἱόν σου τὸν ἀγαπητόν ὃν ἠγάπησας τὸν ισαακ καὶ πορεύθητι εἰς τὴν γῆν τὴν ὑψηλὴν καὶ ἀνένεγκον αὐτὸν ἐκεῖ εἰς ὁλοκάρπωσιν ἐφ' ἓν τῶν ὀρέων ὧν ἄν σοι εἴπω

3 ἀναστὰς δὲ αβρααμ τὸ πρωὶ ἐπέσαξεν τὴν ὄνον αὐτοῦ παρέλαβεν δὲ μεθ' ἑαυτοῦ δύο παῖδας καὶ ισαακ τὸν υἱὸν αὐτοῦ καὶ σχίσας ξύλα εἰς ὁλοκάρπωσιν ἀναστὰς ἐπορεύθη καὶ ἦλθεν ἐπὶ τὸν τόπον ὃν εἶπεν αὐτῷ ὁ θεός

4 τῇ ἡμέρᾳ τῇ τρίτῃ καὶ ἀναβλέψας αβρααμ τοῖς ὀφθαλμοῖς εἶδεν τὸν τόπον μακρόθεν

5 καὶ εἶπεν αβρααμ τοῖς παισὶν αὐτοῦ καθίσατε αὐτοῦ μετὰ τῆς ὄνου ἐγὼ δὲ καὶ τὸ παιδάριον διελευσόμεθα ἕως ὧδε καὶ προσκυνήσαντες ἀναστρέψωμεν πρὸς ὑμᾶς

6 ἔλαβεν δὲ αβρααμ τὰ ξύλα τῆς ὁλοκαρπώσεως καὶ ἐπέθηκεν ισαακ τῷ υἱῷ αὐτοῦ ἔλαβεν δὲ καὶ τὸ πῦρ μετὰ χεῖρα καὶ τὴν μάχαιραν καὶ ἐπορεύθησαν οἱ δύο ἅμα

7 εἶπεν δὲ ισαακ πρὸς αβρααμ τὸν πατέρα αὐτοῦ εἴπας πάτερ ὁ δὲ εἶπεν τί ἐστιν τέκνον λέγων ἰδοὺ τὸ πῦρ καὶ τὰ ξύλα ποῦ ἐστιν τὸ πρόβατον τὸ εἰς ὁλοκάρπωσιν

8 εἶπεν δὲ αβρααμ ὁ θεὸς ὄψεται ἑαυτῷ πρόβατον εἰς ὁλοκάρπωσιν τέκνον πορευθέντες δὲ ἀμφότεροι ἅμα

9 ἦλθον ἐπὶ τὸν τόπον ὃν εἶπεν αὐτῷ ὁ θεός καὶ ᾠκοδόμησεν ἐκεῖ αβρααμ θυσιαστήριον καὶ ἐπέθηκεν τὰ ξύλα καὶ συμποδίσας ισαακ τὸν υἱὸν αὐτοῦ ἐπέθηκεν αὐτὸν ἐπὶ τὸ θυσιαστήριον ἐπάνω τῶν ξύλων

10 καὶ ἐξέτεινεν αβρααμ τὴν χεῖρα αὐτοῦ λαβεῖν τὴν μάχαιραν σφάξαι τὸν υἱὸν αὐτοῦ

11 καὶ ἐκάλεσεν αὐτὸν ἄγγελος κυρίου ἐκ τοῦ οὐρανοῦ καὶ εἶπεν αὐτῷ αβρααμ αβρααμ ὁ δὲ εἶπεν ἰδοὺ ἐγώ

12 καὶ εἶπεν μὴ ἐπιβάλῃς τὴν χεῖρά σου ἐπὶ τὸ παιδάριον μηδὲ ποιήσῃς αὐτῷ μηδέν νῦν γὰρ ἔγνων ὅτι φοβῇ τὸν θεὸν σὺ καὶ οὐκ ἐφείσω τοῦ υἱοῦ σου τοῦ ἀγαπητοῦ δι' ἐμέ

13 καὶ ἀναβλέψας αβρααμ τοῖς ὀφθαλμοῖς αὐτοῦ εἶδεν καὶ ἰδοὺ κριὸς εἷς κατεχόμενος ἐν φυτῷ σαβεκ τῶν κεράτων καὶ ἐπορεύθη αβρααμ καὶ ἔλαβεν τὸν κριὸν καὶ ἀνήνεγκεν αὐτὸν εἰς ὁλοκάρπωσιν ἀντὶ ισαακ τοῦ υἱοῦ αὐτοῦ

14 καὶ ἐκάλεσεν αβρααμ τὸ ὄνομα τοῦ τόπου ἐκείνου κύριος εἶδεν ἵνα εἴπωσιν σήμερον ἐν τῷ ὄρει κύριος ὤφθη

15 καὶ ἐκάλεσεν ἄγγελος κυρίου τὸν αβρααμ δεύτερον ἐκ τοῦ οὐρανοῦ

16 λέγων κατ' ἐμαυτοῦ ὤμοσα λέγει κύριος οὗ εἵνεκεν ἐποίησας τὸ ῥῆμα τοῦτο καὶ οὐκ ἐφείσω τοῦ υἱοῦ σου τοῦ ἀγαπητοῦ δι' ἐμέ

17 ἦ μὴν εὐλογῶν εὐλογήσω σε καὶ πληθύνων πληθυνῶ τὸ σπέρμα σου ὡς τοὺς ἀστέρας τοῦ οὐρανοῦ καὶ ὡς τὴν ἄμμον τὴν παρὰ τὸ χεῖλος τῆς θαλάσσης καὶ κληρονομήσει τὸ σπέρμα σου τὰς πόλεις τῶν ὑπεναντίων

18 καὶ ἐνευλογηθήσονται ἐν τῷ σπέρματί σου πάντα τὰ ἔθνη τῆς γῆς ἀνθ' ὧν ὑπήκουσας τῆς ἐμῆς φωνῆς

19 ἀπεστράφη δὲ αβρααμ πρὸς τοὺς παῖδας αὐτοῦ καὶ ἀναστάντες ἐπορεύθησαν ἅμα ἐπὶ τὸ φρέαρ τοῦ ὅρκου καὶ κατῴκησεν αβρααμ ἐπὶ τῷ φρέατι τοῦ ὅρκου

20 ἐγένετο δὲ μετὰ τὰ ῥήματα ταῦτα καὶ ἀνηγγέλη τῷ αβρααμ λέγοντες ἰδοὺ τέτοκεν μελχα καὶ αὐτὴ υἱοὺς ναχωρ τῷ ἀδελφῷ σου

21 τὸν ωξ πρωτότοκον καὶ τὸν βαυξ ἀδελφὸν αὐτοῦ καὶ τὸν καμουηλ πατέρα σύρων

22 καὶ τὸν χασαδ καὶ τὸν αζαυ καὶ τὸν φαλδας καὶ τὸν ιεδλαφ καὶ τὸν βαθουηλ

23 καὶ βαθουηλ ἐγέννησεν τὴν ρεβεκκαν ὀκτὼ οὗτοι υἱοί οὓς ἔτεκεν μελχα τῷ ναχωρ τῷ ἀδελφῷ αβρααμ

24 καὶ ἡ παλλακὴ αὐτοῦ ᾗ ὄνομα ρεημα ἔτεκεν καὶ αὐτὴ τὸν ταβεκ καὶ τὸν γααμ καὶ τὸν τοχος καὶ τὸν μωχα

   

Bible

 

Exodus 3

Studie

   

1 καὶ μωυσῆς ἦν ποιμαίνων τὰ πρόβατα ιοθορ τοῦ γαμβροῦ αὐτοῦ τοῦ ἱερέως μαδιαμ καὶ ἤγαγεν τὰ πρόβατα ὑπὸ τὴν ἔρημον καὶ ἦλθεν εἰς τὸ ὄρος χωρηβ

2 ὤφθη δὲ αὐτῷ ἄγγελος κυρίου ἐν φλογὶ πυρὸς ἐκ τοῦ βάτου καὶ ὁρᾷ ὅτι ὁ βάτος καίεται πυρί ὁ δὲ βάτος οὐ κατεκαίετο

3 εἶπεν δὲ μωυσῆς παρελθὼν ὄψομαι τὸ ὅραμα τὸ μέγα τοῦτο τί ὅτι οὐ κατακαίεται ὁ βάτος

4 ὡς δὲ εἶδεν κύριος ὅτι προσάγει ἰδεῖν ἐκάλεσεν αὐτὸν κύριος ἐκ τοῦ βάτου λέγων μωυσῆ μωυσῆ ὁ δὲ εἶπεν τί ἐστιν

5 καὶ εἶπεν μὴ ἐγγίσῃς ὧδε λῦσαι τὸ ὑπόδημα ἐκ τῶν ποδῶν σου ὁ γὰρ τόπος ἐν ᾧ σὺ ἕστηκας γῆ ἁγία ἐστίν

6 καὶ εἶπεν αὐτῷ ἐγώ εἰμι ὁ θεὸς τοῦ πατρός σου θεὸς αβρααμ καὶ θεὸς ισαακ καὶ θεὸς ιακωβ ἀπέστρεψεν δὲ μωυσῆς τὸ πρόσωπον αὐτοῦ εὐλαβεῖτο γὰρ κατεμβλέψαι ἐνώπιον τοῦ θεοῦ

7 εἶπεν δὲ κύριος πρὸς μωυσῆν ἰδὼν εἶδον τὴν κάκωσιν τοῦ λαοῦ μου τοῦ ἐν αἰγύπτῳ καὶ τῆς κραυγῆς αὐτῶν ἀκήκοα ἀπὸ τῶν ἐργοδιωκτῶν οἶδα γὰρ τὴν ὀδύνην αὐτῶν

8 καὶ κατέβην ἐξελέσθαι αὐτοὺς ἐκ χειρὸς αἰγυπτίων καὶ ἐξαγαγεῖν αὐτοὺς ἐκ τῆς γῆς ἐκείνης καὶ εἰσαγαγεῖν αὐτοὺς εἰς γῆν ἀγαθὴν καὶ πολλήν εἰς γῆν ῥέουσαν γάλα καὶ μέλι εἰς τὸν τόπον τῶν χαναναίων καὶ χετταίων καὶ αμορραίων καὶ φερεζαίων καὶ γεργεσαίων καὶ ευαίων καὶ ιεβουσαίων

9 καὶ νῦν ἰδοὺ κραυγὴ τῶν υἱῶν ισραηλ ἥκει πρός με κἀγὼ ἑώρακα τὸν θλιμμόν ὃν οἱ αἰγύπτιοι θλίβουσιν αὐτούς

10 καὶ νῦν δεῦρο ἀποστείλω σε πρὸς φαραω βασιλέα αἰγύπτου καὶ ἐξάξεις τὸν λαόν μου τοὺς υἱοὺς ισραηλ ἐκ γῆς αἰγύπτου

11 καὶ εἶπεν μωυσῆς πρὸς τὸν θεόν τίς εἰμι ὅτι πορεύσομαι πρὸς φαραω βασιλέα αἰγύπτου καὶ ὅτι ἐξάξω τοὺς υἱοὺς ισραηλ ἐκ γῆς αἰγύπτου

12 εἶπεν δὲ ὁ θεὸς μωυσεῖ λέγων ὅτι ἔσομαι μετὰ σοῦ καὶ τοῦτό σοι τὸ σημεῖον ὅτι ἐγώ σε ἐξαποστέλλω ἐν τῷ ἐξαγαγεῖν σε τὸν λαόν μου ἐξ αἰγύπτου καὶ λατρεύσετε τῷ θεῷ ἐν τῷ ὄρει τούτῳ

13 καὶ εἶπεν μωυσῆς πρὸς τὸν θεόν ἰδοὺ ἐγὼ ἐλεύσομαι πρὸς τοὺς υἱοὺς ισραηλ καὶ ἐρῶ πρὸς αὐτούς ὁ θεὸς τῶν πατέρων ὑμῶν ἀπέσταλκέν με πρὸς ὑμᾶς ἐρωτήσουσίν με τί ὄνομα αὐτῷ τί ἐρῶ πρὸς αὐτούς

14 καὶ εἶπεν ὁ θεὸς πρὸς μωυσῆν ἐγώ εἰμι ὁ ὤν καὶ εἶπεν οὕτως ἐρεῖς τοῖς υἱοῖς ισραηλ ὁ ὢν ἀπέσταλκέν με πρὸς ὑμᾶς

15 καὶ εἶπεν ὁ θεὸς πάλιν πρὸς μωυσῆν οὕτως ἐρεῖς τοῖς υἱοῖς ισραηλ κύριος ὁ θεὸς τῶν πατέρων ὑμῶν θεὸς αβρααμ καὶ θεὸς ισαακ καὶ θεὸς ιακωβ ἀπέσταλκέν με πρὸς ὑμᾶς τοῦτό μού ἐστιν ὄνομα αἰώνιον καὶ μνημόσυνον γενεῶν γενεαῖς

16 ἐλθὼν οὖν συνάγαγε τὴν γερουσίαν τῶν υἱῶν ισραηλ καὶ ἐρεῖς πρὸς αὐτούς κύριος ὁ θεὸς τῶν πατέρων ὑμῶν ὦπταί μοι θεὸς αβρααμ καὶ θεὸς ισαακ καὶ θεὸς ιακωβ λέγων ἐπισκοπῇ ἐπέσκεμμαι ὑμᾶς καὶ ὅσα συμβέβηκεν ὑμῖν ἐν αἰγύπτῳ

17 καὶ εἶπον ἀναβιβάσω ὑμᾶς ἐκ τῆς κακώσεως τῶν αἰγυπτίων εἰς τὴν γῆν τῶν χαναναίων καὶ χετταίων καὶ αμορραίων καὶ φερεζαίων καὶ γεργεσαίων καὶ ευαίων καὶ ιεβουσαίων εἰς γῆν ῥέουσαν γάλα καὶ μέλι

18 καὶ εἰσακούσονταί σου τῆς φωνῆς καὶ εἰσελεύσῃ σὺ καὶ ἡ γερουσία ισραηλ πρὸς φαραω βασιλέα αἰγύπτου καὶ ἐρεῖς πρὸς αὐτόν ὁ θεὸς τῶν εβραίων προσκέκληται ἡμᾶς πορευσώμεθα οὖν ὁδὸν τριῶν ἡμερῶν εἰς τὴν ἔρημον ἵνα θύσωμεν τῷ θεῷ ἡμῶν

19 ἐγὼ δὲ οἶδα ὅτι οὐ προήσεται ὑμᾶς φαραω βασιλεὺς αἰγύπτου πορευθῆναι ἐὰν μὴ μετὰ χειρὸς κραταιᾶς

20 καὶ ἐκτείνας τὴν χεῖρα πατάξω τοὺς αἰγυπτίους ἐν πᾶσι τοῖς θαυμασίοις μου οἷς ποιήσω ἐν αὐτοῖς καὶ μετὰ ταῦτα ἐξαποστελεῖ ὑμᾶς

21 καὶ δώσω χάριν τῷ λαῷ τούτῳ ἐναντίον τῶν αἰγυπτίων ὅταν δὲ ἀποτρέχητε οὐκ ἀπελεύσεσθε κενοί

22 αἰτήσει γυνὴ παρὰ γείτονος καὶ συσκήνου αὐτῆς σκεύη ἀργυρᾶ καὶ χρυσᾶ καὶ ἱματισμόν καὶ ἐπιθήσετε ἐπὶ τοὺς υἱοὺς ὑμῶν καὶ ἐπὶ τὰς θυγατέρας ὑμῶν καὶ σκυλεύσετε τοὺς αἰγυπτίους