Bible

 

Genesis 17

Studie

   

1 ἐγένετο δὲ αβραμ ἐτῶν ἐνενήκοντα ἐννέα καὶ ὤφθη κύριος τῷ αβραμ καὶ εἶπεν αὐτῷ ἐγώ εἰμι ὁ θεός σου εὐαρέστει ἐναντίον ἐμοῦ καὶ γίνου ἄμεμπτος

2 καὶ θήσομαι τὴν διαθήκην μου ἀνὰ μέσον ἐμοῦ καὶ ἀνὰ μέσον σοῦ καὶ πληθυνῶ σε σφόδρα

3 καὶ ἔπεσεν αβραμ ἐπὶ πρόσωπον αὐτοῦ καὶ ἐλάλησεν αὐτῷ ὁ θεὸς λέγων

4 καὶ ἐγὼ ἰδοὺ ἡ διαθήκη μου μετὰ σοῦ καὶ ἔσῃ πατὴρ πλήθους ἐθνῶν

5 καὶ οὐ κληθήσεται ἔτι τὸ ὄνομά σου αβραμ ἀλλ' ἔσται τὸ ὄνομά σου αβρααμ ὅτι πατέρα πολλῶν ἐθνῶν τέθεικά σε

6 καὶ αὐξανῶ σε σφόδρα σφόδρα καὶ θήσω σε εἰς ἔθνη καὶ βασιλεῖς ἐκ σοῦ ἐξελεύσονται

7 καὶ στήσω τὴν διαθήκην μου ἀνὰ μέσον ἐμοῦ καὶ ἀνὰ μέσον σοῦ καὶ ἀνὰ μέσον τοῦ σπέρματός σου μετὰ σὲ εἰς γενεὰς αὐτῶν εἰς διαθήκην αἰώνιον εἶναί σου θεὸς καὶ τοῦ σπέρματός σου μετὰ σέ

8 καὶ δώσω σοι καὶ τῷ σπέρματί σου μετὰ σὲ τὴν γῆν ἣν παροικεῖς πᾶσαν τὴν γῆν χανααν εἰς κατάσχεσιν αἰώνιον καὶ ἔσομαι αὐτοῖς θεός

9 καὶ εἶπεν ὁ θεὸς πρὸς αβρααμ σὺ δὲ τὴν διαθήκην μου διατηρήσεις σὺ καὶ τὸ σπέρμα σου μετὰ σὲ εἰς τὰς γενεὰς αὐτῶν

10 καὶ αὕτη ἡ διαθήκη ἣν διατηρήσεις ἀνὰ μέσον ἐμοῦ καὶ ὑμῶν καὶ ἀνὰ μέσον τοῦ σπέρματός σου μετὰ σὲ εἰς τὰς γενεὰς αὐτῶν περιτμηθήσεται ὑμῶν πᾶν ἀρσενικόν

11 καὶ περιτμηθήσεσθε τὴν σάρκα τῆς ἀκροβυστίας ὑμῶν καὶ ἔσται ἐν σημείῳ διαθήκης ἀνὰ μέσον ἐμοῦ καὶ ὑμῶν

12 καὶ παιδίον ὀκτὼ ἡμερῶν περιτμηθήσεται ὑμῖν πᾶν ἀρσενικὸν εἰς τὰς γενεὰς ὑμῶν ὁ οἰκογενὴς τῆς οἰκίας σου καὶ ὁ ἀργυρώνητος ἀπὸ παντὸς υἱοῦ ἀλλοτρίου ὃς οὐκ ἔστιν ἐκ τοῦ σπέρματός σου

13 περιτομῇ περιτμηθήσεται ὁ οἰκογενὴς τῆς οἰκίας σου καὶ ὁ ἀργυρώνητος καὶ ἔσται ἡ διαθήκη μου ἐπὶ τῆς σαρκὸς ὑμῶν εἰς διαθήκην αἰώνιον

14 καὶ ἀπερίτμητος ἄρσην ὃς οὐ περιτμηθήσεται τὴν σάρκα τῆς ἀκροβυστίας αὐτοῦ τῇ ἡμέρᾳ τῇ ὀγδόῃ ἐξολεθρευθήσεται ἡ ψυχὴ ἐκείνη ἐκ τοῦ γένους αὐτῆς ὅτι τὴν διαθήκην μου διεσκέδασεν

15 εἶπεν δὲ ὁ θεὸς τῷ αβρααμ σαρα ἡ γυνή σου οὐ κληθήσεται τὸ ὄνομα αὐτῆς σαρα ἀλλὰ σαρρα ἔσται τὸ ὄνομα αὐτῆς

16 εὐλογήσω δὲ αὐτὴν καὶ δώσω σοι ἐξ αὐτῆς τέκνον καὶ εὐλογήσω αὐτόν καὶ ἔσται εἰς ἔθνη καὶ βασιλεῖς ἐθνῶν ἐξ αὐτοῦ ἔσονται

17 καὶ ἔπεσεν αβρααμ ἐπὶ πρόσωπον καὶ ἐγέλασεν καὶ εἶπεν ἐν τῇ διανοίᾳ αὐτοῦ λέγων εἰ τῷ ἑκατονταετεῖ γενήσεται καὶ εἰ σαρρα ἐνενήκοντα ἐτῶν οὖσα τέξεται

18 εἶπεν δὲ αβρααμ πρὸς τὸν θεόν ισμαηλ οὗτος ζήτω ἐναντίον σου

19 εἶπεν δὲ ὁ θεὸς τῷ αβρααμ ναί ἰδοὺ σαρρα ἡ γυνή σου τέξεταί σοι υἱόν καὶ καλέσεις τὸ ὄνομα αὐτοῦ ισαακ καὶ στήσω τὴν διαθήκην μου πρὸς αὐτὸν εἰς διαθήκην αἰώνιον καὶ τῷ σπέρματι αὐτοῦ μετ' αὐτόν

20 περὶ δὲ ισμαηλ ἰδοὺ ἐπήκουσά σου ἰδοὺ εὐλόγησα αὐτὸν καὶ αὐξανῶ αὐτὸν καὶ πληθυνῶ αὐτὸν σφόδρα δώδεκα ἔθνη γεννήσει καὶ δώσω αὐτὸν εἰς ἔθνος μέγα

21 τὴν δὲ διαθήκην μου στήσω πρὸς ισαακ ὃν τέξεταί σοι σαρρα εἰς τὸν καιρὸν τοῦτον ἐν τῷ ἐνιαυτῷ τῷ ἑτέρῳ

22 συνετέλεσεν δὲ λαλῶν πρὸς αὐτὸν καὶ ἀνέβη ὁ θεὸς ἀπὸ αβρααμ

23 καὶ ἔλαβεν αβρααμ ισμαηλ τὸν υἱὸν αὐτοῦ καὶ πάντας τοὺς οἰκογενεῖς αὐτοῦ καὶ πάντας τοὺς ἀργυρωνήτους καὶ πᾶν ἄρσεν τῶν ἀνδρῶν τῶν ἐν τῷ οἴκῳ αβρααμ καὶ περιέτεμεν τὰς ἀκροβυστίας αὐτῶν ἐν τῷ καιρῷ τῆς ἡμέρας ἐκείνης καθὰ ἐλάλησεν αὐτῷ ὁ θεός

24 αβρααμ δὲ ἦν ἐνενήκοντα ἐννέα ἐτῶν ἡνίκα περιέτεμεν τὴν σάρκα τῆς ἀκροβυστίας αὐτοῦ

25 ισμαηλ δὲ ὁ υἱὸς αὐτοῦ ἐτῶν δέκα τριῶν ἦν ἡνίκα περιετμήθη τὴν σάρκα τῆς ἀκροβυστίας αὐτοῦ

26 ἐν τῷ καιρῷ τῆς ἡμέρας ἐκείνης περιετμήθη αβρααμ καὶ ισμαηλ ὁ υἱὸς αὐτοῦ

27 καὶ πάντες οἱ ἄνδρες τοῦ οἴκου αὐτοῦ καὶ οἱ οἰκογενεῖς καὶ οἱ ἀργυρώνητοι ἐξ ἀλλογενῶν ἐθνῶν περιέτεμεν αὐτούς

   

Bible

 

Exodus 6

Studie

   

1 καὶ εἶπεν κύριος πρὸς μωυσῆν ἤδη ὄψει ἃ ποιήσω τῷ φαραω ἐν γὰρ χειρὶ κραταιᾷ ἐξαποστελεῖ αὐτοὺς καὶ ἐν βραχίονι ὑψηλῷ ἐκβαλεῖ αὐτοὺς ἐκ τῆς γῆς αὐτοῦ

2 ἐλάλησεν δὲ ὁ θεὸς πρὸς μωυσῆν καὶ εἶπεν πρὸς αὐτόν ἐγὼ κύριος

3 καὶ ὤφθην πρὸς αβρααμ καὶ ισαακ καὶ ιακωβ θεὸς ὢν αὐτῶν καὶ τὸ ὄνομά μου κύριος οὐκ ἐδήλωσα αὐτοῖς

4 καὶ ἔστησα τὴν διαθήκην μου πρὸς αὐτοὺς ὥστε δοῦναι αὐτοῖς τὴν γῆν τῶν χαναναίων τὴν γῆν ἣν παρῳκήκασιν ἐν ᾗ καὶ παρῴκησαν ἐπ' αὐτῆς

5 καὶ ἐγὼ εἰσήκουσα τὸν στεναγμὸν τῶν υἱῶν ισραηλ ὃν οἱ αἰγύπτιοι καταδουλοῦνται αὐτούς καὶ ἐμνήσθην τῆς διαθήκης ὑμῶν

6 βάδιζε εἰπὸν τοῖς υἱοῖς ισραηλ λέγων ἐγὼ κύριος καὶ ἐξάξω ὑμᾶς ἀπὸ τῆς δυναστείας τῶν αἰγυπτίων καὶ ῥύσομαι ὑμᾶς ἐκ τῆς δουλείας καὶ λυτρώσομαι ὑμᾶς ἐν βραχίονι ὑψηλῷ καὶ κρίσει μεγάλῃ

7 καὶ λήμψομαι ἐμαυτῷ ὑμᾶς λαὸν ἐμοὶ καὶ ἔσομαι ὑμῶν θεός καὶ γνώσεσθε ὅτι ἐγὼ κύριος ὁ θεὸς ὑμῶν ὁ ἐξαγαγὼν ὑμᾶς ἐκ τῆς καταδυναστείας τῶν αἰγυπτίων

8 καὶ εἰσάξω ὑμᾶς εἰς τὴν γῆν εἰς ἣν ἐξέτεινα τὴν χεῖρά μου δοῦναι αὐτὴν τῷ αβρααμ καὶ ισαακ καὶ ιακωβ καὶ δώσω ὑμῖν αὐτὴν ἐν κλήρῳ ἐγὼ κύριος

9 ἐλάλησεν δὲ μωυσῆς οὕτως τοῖς υἱοῖς ισραηλ καὶ οὐκ εἰσήκουσαν μωυσῇ ἀπὸ τῆς ὀλιγοψυχίας καὶ ἀπὸ τῶν ἔργων τῶν σκληρῶν

10 εἶπεν δὲ κύριος πρὸς μωυσῆν λέγων

11 εἴσελθε λάλησον φαραω βασιλεῖ αἰγύπτου ἵνα ἐξαποστείλῃ τοὺς υἱοὺς ισραηλ ἐκ τῆς γῆς αὐτοῦ

12 ἐλάλησεν δὲ μωυσῆς ἔναντι κυρίου λέγων ἰδοὺ οἱ υἱοὶ ισραηλ οὐκ εἰσήκουσάν μου καὶ πῶς εἰσακούσεταί μου φαραω ἐγὼ δὲ ἄλογός εἰμι

13 εἶπεν δὲ κύριος πρὸς μωυσῆν καὶ ααρων καὶ συνέταξεν αὐτοῖς πρὸς φαραω βασιλέα αἰγύπτου ὥστε ἐξαποστεῖλαι τοὺς υἱοὺς ισραηλ ἐκ γῆς αἰγύπτου

14 καὶ οὗτοι ἀρχηγοὶ οἴκων πατριῶν αὐτῶν υἱοὶ ρουβην πρωτοτόκου ισραηλ ενωχ καὶ φαλλους ασρων καὶ χαρμι αὕτη ἡ συγγένεια ρουβην

15 καὶ υἱοὶ συμεων ιεμουηλ καὶ ιαμιν καὶ αωδ καὶ ιαχιν καὶ σααρ καὶ σαουλ ὁ ἐκ τῆς φοινίσσης αὗται αἱ πατριαὶ τῶν υἱῶν συμεων

16 καὶ ταῦτα τὰ ὀνόματα τῶν υἱῶν λευι κατὰ συγγενείας αὐτῶν γεδσων κααθ καὶ μεραρι καὶ τὰ ἔτη τῆς ζωῆς λευι ἑκατὸν τριάκοντα ἑπτά

17 καὶ οὗτοι υἱοὶ γεδσων λοβενι καὶ σεμεϊ οἶκοι πατριᾶς αὐτῶν

18 καὶ υἱοὶ κααθ αμβραμ καὶ ισσααρ χεβρων καὶ οζιηλ καὶ τὰ ἔτη τῆς ζωῆς κααθ ἑκατὸν τριάκοντα ἔτη

19 καὶ υἱοὶ μεραρι μοολι καὶ ομουσι οὗτοι οἶκοι πατριῶν λευι κατὰ συγγενείας αὐτῶν

20 καὶ ἔλαβεν αμβραμ τὴν ιωχαβεδ θυγατέρα τοῦ ἀδελφοῦ τοῦ πατρὸς αὐτοῦ ἑαυτῷ εἰς γυναῖκα καὶ ἐγέννησεν αὐτῷ τόν τε ααρων καὶ μωυσῆν καὶ μαριαμ τὴν ἀδελφὴν αὐτῶν τὰ δὲ ἔτη τῆς ζωῆς αμβραμ ἑκατὸν τριάκοντα δύο ἔτη

21 καὶ υἱοὶ ισσααρ κορε καὶ ναφεκ καὶ ζεχρι

22 καὶ υἱοὶ οζιηλ ελισαφαν καὶ σετρι

23 ἔλαβεν δὲ ααρων τὴν ελισαβεθ θυγατέρα αμιναδαβ ἀδελφὴν ναασσων αὐτῷ γυναῖκα καὶ ἔτεκεν αὐτῷ τόν τε ναδαβ καὶ αβιουδ καὶ ελεαζαρ καὶ ιθαμαρ

24 υἱοὶ δὲ κορε ασιρ καὶ ελκανα καὶ αβιασαφ αὗται αἱ γενέσεις κορε

25 καὶ ελεαζαρ ὁ τοῦ ααρων ἔλαβεν τῶν θυγατέρων φουτιηλ αὐτῷ γυναῖκα καὶ ἔτεκεν αὐτῷ τὸν φινεες αὗται αἱ ἀρχαὶ πατριᾶς λευιτῶν κατὰ γενέσεις αὐτῶν

26 οὗτος ααρων καὶ μωυσῆς οἷς εἶπεν αὐτοῖς ὁ θεὸς ἐξαγαγεῖν τοὺς υἱοὺς ισραηλ ἐκ γῆς αἰγύπτου σὺν δυνάμει αὐτῶν

27 οὗτοί εἰσιν οἱ διαλεγόμενοι πρὸς φαραω βασιλέα αἰγύπτου καὶ ἐξήγαγον τοὺς υἱοὺς ισραηλ ἐξ αἰγύπτου αὐτὸς ααρων καὶ μωυσῆς

28 ᾗ ἡμέρᾳ ἐλάλησεν κύριος μωυσῇ ἐν γῇ αἰγύπτῳ

29 καὶ ἐλάλησεν κύριος πρὸς μωυσῆν λέγων ἐγὼ κύριος λάλησον πρὸς φαραω βασιλέα αἰγύπτου ὅσα ἐγὼ λέγω πρὸς σέ

30 καὶ εἶπεν μωυσῆς ἐναντίον κυρίου ἰδοὺ ἐγὼ ἰσχνόφωνός εἰμι καὶ πῶς εἰσακούσεταί μου φαραω