Bible

 

Genesis 10

Studie

   

1 αὗται δὲ αἱ γενέσεις τῶν υἱῶν νωε σημ χαμ ιαφεθ καὶ ἐγενήθησαν αὐτοῖς υἱοὶ μετὰ τὸν κατακλυσμόν

2 υἱοὶ ιαφεθ γαμερ καὶ μαγωγ καὶ μαδαι καὶ ιωυαν καὶ ελισα καὶ θοβελ καὶ μοσοχ καὶ θιρας

3 καὶ υἱοὶ γαμερ ασχαναζ καὶ ριφαθ καὶ θοργαμα

4 καὶ υἱοὶ ιωυαν ελισα καὶ θαρσις κίτιοι ῥόδιοι

5 ἐκ τούτων ἀφωρίσθησαν νῆσοι τῶν ἐθνῶν ἐν τῇ γῇ αὐτῶν ἕκαστος κατὰ γλῶσσαν ἐν ταῖς φυλαῖς αὐτῶν καὶ ἐν τοῖς ἔθνεσιν αὐτῶν

6 υἱοὶ δὲ χαμ χους καὶ μεσραιμ φουδ καὶ χανααν

7 υἱοὶ δὲ χους σαβα καὶ ευιλα καὶ σαβαθα καὶ ρεγμα καὶ σαβακαθα υἱοὶ δὲ ρεγμα σαβα καὶ δαδαν

8 χους δὲ ἐγέννησεν τὸν νεβρωδ οὗτος ἤρξατο εἶναι γίγας ἐπὶ τῆς γῆς

9 οὗτος ἦν γίγας κυνηγὸς ἐναντίον κυρίου τοῦ θεοῦ διὰ τοῦτο ἐροῦσιν ὡς νεβρωδ γίγας κυνηγὸς ἐναντίον κυρίου

10 καὶ ἐγένετο ἀρχὴ τῆς βασιλείας αὐτοῦ βαβυλὼν καὶ ορεχ καὶ αρχαδ καὶ χαλαννη ἐν τῇ γῇ σεννααρ

11 ἐκ τῆς γῆς ἐκείνης ἐξῆλθεν ασσουρ καὶ ᾠκοδόμησεν τὴν νινευη καὶ τὴν ροωβωθ πόλιν καὶ τὴν χαλαχ

12 καὶ τὴν δασεμ ἀνὰ μέσον νινευη καὶ ἀνὰ μέσον χαλαχ αὕτη ἡ πόλις ἡ μεγάλη

13 καὶ μεσραιμ ἐγέννησεν τοὺς λουδιιμ καὶ τοὺς ενεμετιιμ καὶ τοὺς λαβιιμ καὶ τοὺς νεφθαλιιμ

14 καὶ τοὺς πατροσωνιιμ καὶ τοὺς χασλωνιιμ ὅθεν ἐξῆλθεν ἐκεῖθεν φυλιστιιμ καὶ τοὺς καφθοριιμ

15 χανααν δὲ ἐγέννησεν τὸν σιδῶνα πρωτότοκον καὶ τὸν χετταῖον

16 καὶ τὸν ιεβουσαῖον καὶ τὸν αμορραῖον καὶ τὸν γεργεσαῖον

17 καὶ τὸν ευαῖον καὶ τὸν αρουκαῖον καὶ τὸν ασενναῖον

18 καὶ τὸν ἀράδιον καὶ τὸν σαμαραῖον καὶ τὸν αμαθι καὶ μετὰ τοῦτο διεσπάρησαν αἱ φυλαὶ τῶν χαναναίων

19 καὶ ἐγένοντο τὰ ὅρια τῶν χαναναίων ἀπὸ σιδῶνος ἕως ἐλθεῖν εἰς γεραρα καὶ γάζαν ἕως ἐλθεῖν σοδομων καὶ γομορρας αδαμα καὶ σεβωιμ ἕως λασα

20 οὗτοι υἱοὶ χαμ ἐν ταῖς φυλαῖς αὐτῶν κατὰ γλώσσας αὐτῶν ἐν ταῖς χώραις αὐτῶν καὶ ἐν τοῖς ἔθνεσιν αὐτῶν

21 καὶ τῷ σημ ἐγενήθη καὶ αὐτῷ πατρὶ πάντων τῶν υἱῶν εβερ ἀδελφῷ ιαφεθ τοῦ μείζονος

22 υἱοὶ σημ αιλαμ καὶ ασσουρ καὶ αρφαξαδ καὶ λουδ καὶ αραμ καὶ καιναν

23 καὶ υἱοὶ αραμ ως καὶ ουλ καὶ γαθερ καὶ μοσοχ

24 καὶ αρφαξαδ ἐγέννησεν τὸν καιναν καὶ καιναν ἐγέννησεν τὸν σαλα σαλα δὲ ἐγέννησεν τὸν εβερ

25 καὶ τῷ εβερ ἐγενήθησαν δύο υἱοί ὄνομα τῷ ἑνὶ φαλεκ ὅτι ἐν ταῖς ἡμέραις αὐτοῦ διεμερίσθη ἡ γῆ καὶ ὄνομα τῷ ἀδελφῷ αὐτοῦ ιεκταν

26 ιεκταν δὲ ἐγέννησεν τὸν ελμωδαδ καὶ τὸν σαλεφ καὶ ασαρμωθ καὶ ιαραχ

27 καὶ οδορρα καὶ αιζηλ καὶ δεκλα

28 καὶ αβιμεηλ καὶ σαβευ

29 καὶ ουφιρ καὶ ευιλα καὶ ιωβαβ πάντες οὗτοι υἱοὶ ιεκταν

30 καὶ ἐγένετο ἡ κατοίκησις αὐτῶν ἀπὸ μασση ἕως ἐλθεῖν εἰς σωφηρα ὄρος ἀνατολῶν

31 οὗτοι υἱοὶ σημ ἐν ταῖς φυλαῖς αὐτῶν κατὰ γλώσσας αὐτῶν ἐν ταῖς χώραις αὐτῶν καὶ ἐν τοῖς ἔθνεσιν αὐτῶν

32 αὗται αἱ φυλαὶ υἱῶν νωε κατὰ γενέσεις αὐτῶν κατὰ τὰ ἔθνη αὐτῶν ἀπὸ τούτων διεσπάρησαν νῆσοι τῶν ἐθνῶν ἐπὶ τῆς γῆς μετὰ τὸν κατακλυσμόν

   

Bible

 

1 Samuel 13

Studie

   

2 καὶ ἐκλέγεται σαουλ ἑαυτῷ τρεῖς χιλιάδας ἀνδρῶν ἐκ τῶν ἀνδρῶν ισραηλ καὶ ἦσαν μετὰ σαουλ δισχίλιοι ἐν μαχεμας καὶ ἐν τῷ ὄρει βαιθηλ χίλιοι ἦσαν μετὰ ιωναθαν ἐν γαβεε τοῦ βενιαμιν καὶ τὸ κατάλοιπον τοῦ λαοῦ ἐξαπέστειλεν ἕκαστον εἰς τὸ σκήνωμα αὐτοῦ

3 καὶ ἐπάταξεν ιωναθαν τὸν νασιβ τὸν ἀλλόφυλον τὸν ἐν τῷ βουνῷ καὶ ἀκούουσιν οἱ ἀλλόφυλοι καὶ σαουλ σάλπιγγι σαλπίζει εἰς πᾶσαν τὴν γῆν λέγων ἠθετήκασιν οἱ δοῦλοι

4 καὶ πᾶς ισραηλ ἤκουσεν λεγόντων πέπαικεν σαουλ τὸν νασιβ τὸν ἀλλόφυλον καὶ ᾐσχύνθησαν ισραηλ ἐν τοῖς ἀλλοφύλοις καὶ ἀνεβόησαν ὁ λαὸς ὀπίσω σαουλ ἐν γαλγαλοις

5 καὶ οἱ ἀλλόφυλοι συνάγονται εἰς πόλεμον ἐπὶ ισραηλ καὶ ἀναβαίνουσιν ἐπὶ ισραηλ τριάκοντα χιλιάδες ἁρμάτων καὶ ἓξ χιλιάδες ἱππέων καὶ λαὸς ὡς ἡ ἄμμος ἡ παρὰ τὴν θάλασσαν τῷ πλήθει καὶ ἀναβαίνουσιν καὶ παρεμβάλλουσιν ἐν μαχεμας ἐξ ἐναντίας βαιθων κατὰ νότου

6 καὶ ἀνὴρ ισραηλ εἶδεν ὅτι στενῶς αὐτῷ μὴ προσάγειν αὐτόν καὶ ἐκρύβη ὁ λαὸς ἐν τοῖς σπηλαίοις καὶ ἐν ταῖς μάνδραις καὶ ἐν ταῖς πέτραις καὶ ἐν τοῖς βόθροις καὶ ἐν τοῖς λάκκοις

7 καὶ οἱ διαβαίνοντες διέβησαν τὸν ιορδάνην εἰς γῆν γαδ καὶ γαλααδ καὶ σαουλ ἔτι ἦν ἐν γαλγαλοις καὶ πᾶς ὁ λαὸς ἐξέστη ὀπίσω αὐτοῦ

8 καὶ διέλιπεν ἑπτὰ ἡμέρας τῷ μαρτυρίῳ ὡς εἶπεν σαμουηλ καὶ οὐ παρεγένετο σαμουηλ εἰς γαλγαλα καὶ διεσπάρη ὁ λαὸς αὐτοῦ ἀπ' αὐτοῦ

9 καὶ εἶπεν σαουλ προσαγάγετε ὅπως ποιήσω ὁλοκαύτωσιν καὶ εἰρηνικάς καὶ ἀνήνεγκεν τὴν ὁλοκαύτωσιν

10 καὶ ἐγένετο ὡς συνετέλεσεν ἀναφέρων τὴν ὁλοκαύτωσιν καὶ σαμουηλ παραγίνεται καὶ ἐξῆλθεν σαουλ εἰς ἀπάντησιν αὐτῷ εὐλογῆσαι αὐτόν

11 καὶ εἶπεν σαμουηλ τί πεποίηκας καὶ εἶπεν σαουλ ὅτι εἶδον ὡς διεσπάρη ὁ λαὸς ἀπ' ἐμοῦ καὶ σὺ οὐ παρεγένου ὡς διετάξω ἐν τῷ μαρτυρίῳ τῶν ἡμερῶν καὶ οἱ ἀλλόφυλοι συνήχθησαν εἰς μαχεμας

12 καὶ εἶπα νῦν καταβήσονται οἱ ἀλλόφυλοι πρός με εἰς γαλγαλα καὶ τοῦ προσώπου τοῦ κυρίου οὐκ ἐδεήθην καὶ ἐνεκρατευσάμην καὶ ἀνήνεγκα τὴν ὁλοκαύτωσιν

13 καὶ εἶπεν σαμουηλ πρὸς σαουλ μεματαίωταί σοι ὅτι οὐκ ἐφύλαξας τὴν ἐντολήν μου ἣν ἐνετείλατό σοι κύριος ὡς νῦν ἡτοίμασεν κύριος τὴν βασιλείαν σου ἕως αἰῶνος ἐπὶ ισραηλ

14 καὶ νῦν ἡ βασιλεία σου οὐ στήσεται καὶ ζητήσει κύριος ἑαυτῷ ἄνθρωπον κατὰ τὴν καρδίαν αὐτοῦ καὶ ἐντελεῖται κύριος αὐτῷ εἰς ἄρχοντα ἐπὶ τὸν λαὸν αὐτοῦ ὅτι οὐκ ἐφύλαξας ὅσα ἐνετείλατό σοι κύριος

15 καὶ ἀνέστη σαμουηλ καὶ ἀπῆλθεν ἐκ γαλγαλων εἰς ὁδὸν αὐτοῦ καὶ τὸ κατάλειμμα τοῦ λαοῦ ἀνέβη ὀπίσω σαουλ εἰς ἀπάντησιν ὀπίσω τοῦ λαοῦ τοῦ πολεμιστοῦ αὐτῶν παραγενομένων ἐκ γαλγαλων εἰς γαβαα βενιαμιν καὶ ἐπεσκέψατο σαουλ τὸν λαὸν τὸν εὑρεθέντα μετ' αὐτοῦ ὡς ἑξακοσίους ἄνδρας

16 καὶ σαουλ καὶ ιωναθαν υἱὸς αὐτοῦ καὶ ὁ λαὸς οἱ εὑρεθέντες μετ' αὐτῶν ἐκάθισαν ἐν γαβεε βενιαμιν καὶ ἔκλαιον καὶ οἱ ἀλλόφυλοι παρεμβεβλήκεισαν εἰς μαχεμας

17 καὶ ἐξῆλθεν διαφθείρων ἐξ ἀγροῦ ἀλλοφύλων τρισὶν ἀρχαῖς ἡ ἀρχὴ ἡ μία ἐπιβλέπουσα ὁδὸν γοφερα ἐπὶ γῆν σωγαλ

18 καὶ ἡ μία ἀρχὴ ἐπιβλέπουσα ὁδὸν βαιθωρων καὶ ἡ ἀρχὴ ἡ μία ἐπιβλέπουσα ὁδὸν γαβεε τὴν εἰσκύπτουσαν ἐπὶ γαι τὴν σαβιν

19 καὶ τέκτων σιδήρου οὐχ εὑρίσκετο ἐν πάσῃ γῇ ισραηλ ὅτι εἶπον οἱ ἀλλόφυλοι μὴ ποιήσωσιν οἱ εβραῖοι ῥομφαίαν καὶ δόρυ

20 καὶ κατέβαινον πᾶς ισραηλ εἰς γῆν ἀλλοφύλων χαλκεύειν ἕκαστος τὸ θέριστρον αὐτοῦ καὶ τὸ σκεῦος αὐτοῦ καὶ ἕκαστος τὴν ἀξίνην αὐτοῦ καὶ τὸ δρέπανον αὐτοῦ

21 καὶ ἦν ὁ τρυγητὸς ἕτοιμος τοῦ θερίζειν τὰ δὲ σκεύη ἦν τρεῖς σίκλοι εἰς τὸν ὀδόντα καὶ τῇ ἀξίνῃ καὶ τῷ δρεπάνῳ ὑπόστασις ἦν ἡ αὐτή

22 καὶ ἐγενήθη ἐν ταῖς ἡμέραις τοῦ πολέμου μαχεμας καὶ οὐχ εὑρέθη ῥομφαία καὶ δόρυ ἐν χειρὶ παντὸς τοῦ λαοῦ τοῦ μετὰ σαουλ καὶ μετὰ ιωναθαν καὶ εὑρέθη τῷ σαουλ καὶ τῷ ιωναθαν υἱῷ αὐτοῦ

23 καὶ ἐξῆλθεν ἐξ ὑποστάσεως τῶν ἀλλοφύλων τὴν ἐν τῷ πέραν μαχεμας