Bible

 

Ezekiel 25

Studie

   

1 καὶ ἐγένετο λόγος κυρίου πρός με λέγων

2 υἱὲ ἀνθρώπου στήρισον τὸ πρόσωπόν σου ἐπὶ τοὺς υἱοὺς αμμων καὶ προφήτευσον ἐπ' αὐτοὺς

3 καὶ ἐρεῖς τοῖς υἱοῖς αμμων ἀκούσατε λόγον κυρίου τάδε λέγει κύριος ἀνθ' ὧν ἐπεχάρητε ἐπὶ τὰ ἅγιά μου ὅτι ἐβεβηλώθη καὶ ἐπὶ τὴν γῆν τοῦ ισραηλ ὅτι ἠφανίσθη καὶ ἐπὶ τὸν οἶκον τοῦ ιουδα ὅτι ἐπορεύθησαν ἐν αἰχμαλωσίᾳ

4 διὰ τοῦτο ἰδοὺ ἐγὼ παραδίδωμι ὑμᾶς τοῖς υἱοῖς κεδεμ εἰς κληρονομίαν καὶ κατασκηνώσουσιν ἐν τῇ ἀπαρτίᾳ αὐτῶν ἐν σοὶ καὶ δώσουσιν ἐν σοὶ τὰ σκηνώματα αὐτῶν αὐτοὶ φάγονται τοὺς καρπούς σου καὶ αὐτοὶ πίονται τὴν πιότητά σου

5 καὶ δώσω τὴν πόλιν τοῦ αμμων εἰς νομὰς καμήλων καὶ τοὺς υἱοὺς αμμων εἰς νομὴν προβάτων καὶ ἐπιγνώσεσθε διότι ἐγὼ κύριος

6 διότι τάδε λέγει κύριος ἀνθ' ὧν ἐκρότησας τὴν χεῖρά σου καὶ ἐπεψόφησας τῷ ποδί σου καὶ ἐπέχαρας ἐκ ψυχῆς σου ἐπὶ τὴν γῆν τοῦ ισραηλ

7 διὰ τοῦτο ἐκτενῶ τὴν χεῖρά μου ἐπὶ σὲ καὶ δώσω σε εἰς διαρπαγὴν ἐν τοῖς ἔθνεσιν καὶ ἐξολεθρεύσω σε ἐκ τῶν λαῶν καὶ ἀπολῶ σε ἐκ τῶν χωρῶν ἀπωλείᾳ καὶ ἐπιγνώσῃ διότι ἐγὼ κύριος

8 τάδε λέγει κύριος ἀνθ' ὧν εἶπεν μωαβ ἰδοὺ ὃν τρόπον πάντα τὰ ἔθνη οἶκος ισραηλ καὶ ιουδα

9 διὰ τοῦτο ἰδοὺ ἐγὼ παραλύω τὸν ὦμον μωαβ ἀπὸ πόλεων ἀκρωτηρίων αὐτοῦ ἐκλεκτὴν γῆν οἶκον ασιμουθ ἐπάνω πηγῆς πόλεως παραθαλασσίας

10 τοῖς υἱοῖς κεδεμ ἐπὶ τοὺς υἱοὺς αμμων δέδωκα αὐτοὺς εἰς κληρονομίαν ὅπως μὴ μνεία γένηται τῶν υἱῶν αμμων

11 καὶ εἰς μωαβ ποιήσω ἐκδίκησιν καὶ ἐπιγνώσονται διότι ἐγὼ κύριος

12 τάδε λέγει κύριος ἀνθ' ὧν ἐποίησεν ἡ ιδουμαία ἐν τῷ ἐκδικῆσαι αὐτοὺς ἐκδίκησιν εἰς τὸν οἶκον ιουδα καὶ ἐμνησικάκησαν καὶ ἐξεδίκησαν δίκην

13 διὰ τοῦτο τάδε λέγει κύριος καὶ ἐκτενῶ τὴν χεῖρά μου ἐπὶ τὴν ιδουμαίαν καὶ ἐξολεθρεύσω ἐξ αὐτῆς ἄνθρωπον καὶ κτῆνος καὶ θήσομαι αὐτὴν ἔρημον καὶ ἐκ θαιμαν διωκόμενοι ἐν ῥομφαίᾳ πεσοῦνται

14 καὶ δώσω ἐκδίκησίν μου ἐπὶ τὴν ιδουμαίαν ἐν χειρὶ λαοῦ μου ισραηλ καὶ ποιήσουσιν ἐν τῇ ιδουμαίᾳ κατὰ τὴν ὀργήν μου καὶ κατὰ τὸν θυμόν μου καὶ ἐπιγνώσονται τὴν ἐκδίκησίν μου λέγει κύριος

15 διὰ τοῦτο τάδε λέγει κύριος ἀνθ' ὧν ἐποίησαν οἱ ἀλλόφυλοι ἐν ἐκδικήσει καὶ ἐξανέστησαν ἐκδίκησιν ἐπιχαίροντες ἐκ ψυχῆς τοῦ ἐξαλεῖψαι ἕως αἰῶνος

16 διὰ τοῦτο τάδε λέγει κύριος ἰδοὺ ἐγὼ ἐκτενῶ τὴν χεῖρά μου ἐπὶ τοὺς ἀλλοφύλους καὶ ἐξολεθρεύσω κρῆτας καὶ ἀπολῶ τοὺς καταλοίπους τοὺς κατοικοῦντας τὴν παραλίαν

17 καὶ ποιήσω ἐν αὐτοῖς ἐκδικήσεις μεγάλας καὶ ἐπιγνώσονται διότι ἐγὼ κύριος ἐν τῷ δοῦναι τὴν ἐκδίκησίν μου ἐπ' αὐτούς

   

Ze Swedenborgových děl

 

Arcana Coelestia # 4239

Prostudujte si tuto pasáž

  
/ 10837  
  

4239. 'Jacob sent messengers ahead of him to his brother Esau' means the first communication of that truth with celestial good. This is clear from the meaning of 'sending messengers' as communicating, and from the representation of 'Esau' as celestial good within the natural, dealt with in 3300, 3302, 3494, 3504, 3527, 3576, 3599, 3669. The subject at present, as stated above in 4234, is the joining of the Divine truth of the Natural, meant by 'Jacob', to the Divine good there, meant by 'Esau'. Consequently the enlightenment of the Natural by the Divine has been dealt with first, 4235, and now the first communication by the truth there, which is meant by the statement that 'Jacob sent messengers to his brother Esau'. Also, in the Word good and truth are referred to as 'brothers', see 367, 3303.

  
/ 10837  
  

Thanks to the Swedenborg Society for the permission to use this translation.