Bible

 

Exodus 8

Studie

   

1 εἶπεν δὲ κύριος πρὸς μωυσῆν εἰπὸν ααρων τῷ ἀδελφῷ σου ἔκτεινον τῇ χειρὶ τὴν ῥάβδον σου ἐπὶ τοὺς ποταμοὺς καὶ ἐπὶ τὰς διώρυγας καὶ ἐπὶ τὰ ἕλη καὶ ἀνάγαγε τοὺς βατράχους

2 καὶ ἐξέτεινεν ααρων τὴν χεῖρα ἐπὶ τὰ ὕδατα αἰγύπτου καὶ ἀνήγαγεν τοὺς βατράχους καὶ ἀνεβιβάσθη ὁ βάτραχος καὶ ἐκάλυψεν τὴν γῆν αἰγύπτου

3 ἐποίησαν δὲ ὡσαύτως καὶ οἱ ἐπαοιδοὶ τῶν αἰγυπτίων ταῖς φαρμακείαις αὐτῶν καὶ ἀνήγαγον τοὺς βατράχους ἐπὶ γῆν αἰγύπτου

4 καὶ ἐκάλεσεν φαραω μωυσῆν καὶ ααρων καὶ εἶπεν εὔξασθε περὶ ἐμοῦ πρὸς κύριον καὶ περιελέτω τοὺς βατράχους ἀπ' ἐμοῦ καὶ ἀπὸ τοῦ ἐμοῦ λαοῦ καὶ ἐξαποστελῶ τὸν λαόν καὶ θύσωσιν κυρίῳ

5 εἶπεν δὲ μωυσῆς πρὸς φαραω τάξαι πρός με πότε εὔξωμαι περὶ σοῦ καὶ περὶ τῶν θεραπόντων σου καὶ περὶ τοῦ λαοῦ σου ἀφανίσαι τοὺς βατράχους ἀπὸ σοῦ καὶ ἀπὸ τοῦ λαοῦ σου καὶ ἐκ τῶν οἰκιῶν ὑμῶν πλὴν ἐν τῷ ποταμῷ ὑπολειφθήσονται

6 ὁ δὲ εἶπεν εἰς αὔριον εἶπεν οὖν ὡς εἴρηκας ἵνα εἰδῇς ὅτι οὐκ ἔστιν ἄλλος πλὴν κυρίου

7 καὶ περιαιρεθήσονται οἱ βάτραχοι ἀπὸ σοῦ καὶ ἐκ τῶν οἰκιῶν ὑμῶν καὶ ἐκ τῶν ἐπαύλεων καὶ ἀπὸ τῶν θεραπόντων σου καὶ ἀπὸ τοῦ λαοῦ σου πλὴν ἐν τῷ ποταμῷ ὑπολειφθήσονται

8 ἐξῆλθεν δὲ μωυσῆς καὶ ααρων ἀπὸ φαραω καὶ ἐβόησεν μωυσῆς πρὸς κύριον περὶ τοῦ ὁρισμοῦ τῶν βατράχων ὡς ἐτάξατο φαραω

9 ἐποίησεν δὲ κύριος καθάπερ εἶπεν μωυσῆς καὶ ἐτελεύτησαν οἱ βάτραχοι ἐκ τῶν οἰκιῶν καὶ ἐκ τῶν ἐπαύλεων καὶ ἐκ τῶν ἀγρῶν

10 καὶ συνήγαγον αὐτοὺς θιμωνιὰς θιμωνιάς καὶ ὤζεσεν ἡ γῆ

11 ἰδὼν δὲ φαραω ὅτι γέγονεν ἀνάψυξις ἐβαρύνθη ἡ καρδία αὐτοῦ καὶ οὐκ εἰσήκουσεν αὐτῶν καθάπερ ἐλάλησεν κύριος

12 εἶπεν δὲ κύριος πρὸς μωυσῆν εἰπὸν ααρων ἔκτεινον τῇ χειρὶ τὴν ῥάβδον σου καὶ πάταξον τὸ χῶμα τῆς γῆς καὶ ἔσονται σκνῖφες ἔν τε τοῖς ἀνθρώποις καὶ ἐν τοῖς τετράποσιν καὶ ἐν πάσῃ γῇ αἰγύπτου

13 ἐξέτεινεν οὖν ααρων τῇ χειρὶ τὴν ῥάβδον καὶ ἐπάταξεν τὸ χῶμα τῆς γῆς καὶ ἐγένοντο οἱ σκνῖφες ἔν τε τοῖς ἀνθρώποις καὶ ἐν τοῖς τετράποσιν καὶ ἐν παντὶ χώματι τῆς γῆς ἐγένοντο οἱ σκνῖφες ἐν πάσῃ γῇ αἰγύπτου

14 ἐποιήσαν δὲ ὡσαύτως καὶ οἱ ἐπαοιδοὶ ταῖς φαρμακείαις αὐτῶν ἐξαγαγεῖν τὸν σκνῖφα καὶ οὐκ ἠδύναντο καὶ ἐγένοντο οἱ σκνῖφες ἐν τοῖς ἀνθρώποις καὶ ἐν τοῖς τετράποσιν

15 εἶπαν οὖν οἱ ἐπαοιδοὶ τῷ φαραω δάκτυλος θεοῦ ἐστιν τοῦτο καὶ ἐσκληρύνθη ἡ καρδία φαραω καὶ οὐκ εἰσήκουσεν αὐτῶν καθάπερ ἐλάλησεν κύριος

16 εἶπεν δὲ κύριος πρὸς μωυσῆν ὄρθρισον τὸ πρωὶ καὶ στῆθι ἐναντίον φαραω καὶ ἰδοὺ αὐτὸς ἐξελεύσεται ἐπὶ τὸ ὕδωρ καὶ ἐρεῖς πρὸς αὐτόν τάδε λέγει κύριος ἐξαπόστειλον τὸν λαόν μου ἵνα μοι λατρεύσωσιν ἐν τῇ ἐρήμῳ

17 ἐὰν δὲ μὴ βούλῃ ἐξαποστεῖλαι τὸν λαόν μου ἰδοὺ ἐγὼ ἐπαποστέλλω ἐπὶ σὲ καὶ ἐπὶ τοὺς θεράποντάς σου καὶ ἐπὶ τὸν λαόν σου καὶ ἐπὶ τοὺς οἴκους ὑμῶν κυνόμυιαν καὶ πλησθήσονται αἱ οἰκίαι τῶν αἰγυπτίων τῆς κυνομυίης καὶ εἰς τὴν γῆν ἐφ' ἧς εἰσιν ἐπ' αὐτῆς

18 καὶ παραδοξάσω ἐν τῇ ἡμέρᾳ ἐκείνῃ τὴν γῆν γεσεμ ἐφ' ἧς ὁ λαός μου ἔπεστιν ἐπ' αὐτῆς ἐφ' ἧς οὐκ ἔσται ἐκεῖ ἡ κυνόμυια ἵνα εἰδῇς ὅτι ἐγώ εἰμι κύριος ὁ κύριος πάσης τῆς γῆς

19 καὶ δώσω διαστολὴν ἀνὰ μέσον τοῦ ἐμοῦ λαοῦ καὶ ἀνὰ μέσον τοῦ σοῦ λαοῦ ἐν δὲ τῇ αὔριον ἔσται τὸ σημεῖον τοῦτο ἐπὶ τῆς γῆς

20 ἐποίησεν δὲ κύριος οὕτως καὶ παρεγένετο ἡ κυνόμυια πλῆθος εἰς τοὺς οἴκους φαραω καὶ εἰς τοὺς οἴκους τῶν θεραπόντων αὐτοῦ καὶ εἰς πᾶσαν τὴν γῆν αἰγύπτου καὶ ἐξωλεθρεύθη ἡ γῆ ἀπὸ τῆς κυνομυίης

21 ἐκάλεσεν δὲ φαραω μωυσῆν καὶ ααρων λέγων ἐλθόντες θύσατε τῷ θεῷ ὑμῶν ἐν τῇ γῇ

22 καὶ εἶπεν μωυσῆς οὐ δυνατὸν γενέσθαι οὕτως τὰ γὰρ βδελύγματα τῶν αἰγυπτίων θύσομεν κυρίῳ τῷ θεῷ ἡμῶν ἐὰν γὰρ θύσωμεν τὰ βδελύγματα τῶν αἰγυπτίων ἐναντίον αὐτῶν λιθοβοληθησόμεθα

23 ὁδὸν τριῶν ἡμερῶν πορευσόμεθα εἰς τὴν ἔρημον καὶ θύσομεν κυρίῳ τῷ θεῷ ἡμῶν καθάπερ εἶπεν ἡμῖν

24 καὶ εἶπεν φαραω ἐγὼ ἀποστέλλω ὑμᾶς καὶ θύσατε κυρίῳ τῷ θεῷ ὑμῶν ἐν τῇ ἐρήμῳ ἀλλ' οὐ μακρὰν ἀποτενεῖτε πορευθῆναι εὔξασθε οὖν περὶ ἐμοῦ πρὸς κύριον

25 εἶπεν δὲ μωυσῆς ὅδε ἐγὼ ἐξελεύσομαι ἀπὸ σοῦ καὶ εὔξομαι πρὸς τὸν θεόν καὶ ἀπελεύσεται ἡ κυνόμυια ἀπὸ σοῦ καὶ ἀπὸ τῶν θεραπόντων σου καὶ τοῦ λαοῦ σου αὔριον μὴ προσθῇς ἔτι φαραω ἐξαπατῆσαι τοῦ μὴ ἐξαποστεῖλαι τὸν λαὸν θῦσαι κυρίῳ

26 ἐξῆλθεν δὲ μωυσῆς ἀπὸ φαραω καὶ ηὔξατο πρὸς τὸν θεόν

27 ἐποίησεν δὲ κύριος καθάπερ εἶπεν μωυσῆς καὶ περιεῖλεν τὴν κυνόμυιαν ἀπὸ φαραω καὶ τῶν θεραπόντων αὐτοῦ καὶ τοῦ λαοῦ αὐτοῦ καὶ οὐ κατελείφθη οὐδεμία

28 καὶ ἐβάρυνεν φαραω τὴν καρδίαν αὐτοῦ καὶ ἐπὶ τοῦ καιροῦ τούτου καὶ οὐκ ἠθέλησεν ἐξαποστεῖλαι τὸν λαόν

   

Bible

 

Exodus 5

Studie

   

1 καὶ μετὰ ταῦτα εἰσῆλθεν μωυσῆς καὶ ααρων πρὸς φαραω καὶ εἶπαν αὐτῷ τάδε λέγει κύριος ὁ θεὸς ισραηλ ἐξαπόστειλον τὸν λαόν μου ἵνα μοι ἑορτάσωσιν ἐν τῇ ἐρήμῳ

2 καὶ εἶπεν φαραω τίς ἐστιν οὗ εἰσακούσομαι τῆς φωνῆς αὐτοῦ ὥστε ἐξαποστεῖλαι τοὺς υἱοὺς ισραηλ οὐκ οἶδα τὸν κύριον καὶ τὸν ισραηλ οὐκ ἐξαποστέλλω

3 καὶ λέγουσιν αὐτῷ ὁ θεὸς τῶν εβραίων προσκέκληται ἡμᾶς πορευσόμεθα οὖν ὁδὸν τριῶν ἡμερῶν εἰς τὴν ἔρημον ὅπως θύσωμεν τῷ θεῷ ἡμῶν μήποτε συναντήσῃ ἡμῖν θάνατος ἢ φόνος

4 καὶ εἶπεν αὐτοῖς ὁ βασιλεὺς αἰγύπτου ἵνα τί μωυσῆ καὶ ααρων διαστρέφετε τὸν λαόν μου ἀπὸ τῶν ἔργων ἀπέλθατε ἕκαστος ὑμῶν πρὸς τὰ ἔργα αὐτοῦ

5 καὶ εἶπεν φαραω ἰδοὺ νῦν πολυπληθεῖ ὁ λαός μὴ οὖν καταπαύσωμεν αὐτοὺς ἀπὸ τῶν ἔργων

6 συνέταξεν δὲ φαραω τοῖς ἐργοδιώκταις τοῦ λαοῦ καὶ τοῖς γραμματεῦσιν λέγων

7 οὐκέτι προστεθήσεται διδόναι ἄχυρον τῷ λαῷ εἰς τὴν πλινθουργίαν καθάπερ ἐχθὲς καὶ τρίτην ἡμέραν αὐτοὶ πορευέσθωσαν καὶ συναγαγέτωσαν ἑαυτοῖς ἄχυρα

8 καὶ τὴν σύνταξιν τῆς πλινθείας ἧς αὐτοὶ ποιοῦσιν καθ' ἑκάστην ἡμέραν ἐπιβαλεῖς αὐτοῖς οὐκ ἀφελεῖς οὐδέν σχολάζουσιν γάρ διὰ τοῦτο κεκράγασιν λέγοντες πορευθῶμεν καὶ θύσωμεν τῷ θεῷ ἡμῶν

9 βαρυνέσθω τὰ ἔργα τῶν ἀνθρώπων τούτων καὶ μεριμνάτωσαν ταῦτα καὶ μὴ μεριμνάτωσαν ἐν λόγοις κενοῖς

10 κατέσπευδον δὲ αὐτοὺς οἱ ἐργοδιῶκται καὶ οἱ γραμματεῖς καὶ ἔλεγον πρὸς τὸν λαὸν λέγοντες τάδε λέγει φαραω οὐκέτι δίδωμι ὑμῖν ἄχυρα

11 αὐτοὶ ὑμεῖς πορευόμενοι συλλέγετε ἑαυτοῖς ἄχυρα ὅθεν ἐὰν εὕρητε οὐ γὰρ ἀφαιρεῖται ἀπὸ τῆς συντάξεως ὑμῶν οὐθέν

12 καὶ διεσπάρη ὁ λαὸς ἐν ὅλῃ αἰγύπτῳ συναγαγεῖν καλάμην εἰς ἄχυρα

13 οἱ δὲ ἐργοδιῶκται κατέσπευδον αὐτοὺς λέγοντες συντελεῖτε τὰ ἔργα τὰ καθήκοντα καθ' ἡμέραν καθάπερ καὶ ὅτε τὸ ἄχυρον ἐδίδοτο ὑμῖν

14 καὶ ἐμαστιγώθησαν οἱ γραμματεῖς τοῦ γένους τῶν υἱῶν ισραηλ οἱ κατασταθέντες ἐπ' αὐτοὺς ὑπὸ τῶν ἐπιστατῶν τοῦ φαραω λέγοντες διὰ τί οὐ συνετελέσατε τὰς συντάξεις ὑμῶν τῆς πλινθείας καθάπερ ἐχθὲς καὶ τρίτην ἡμέραν καὶ τὸ τῆς σήμερον

15 εἰσελθόντες δὲ οἱ γραμματεῖς τῶν υἱῶν ισραηλ κατεβόησαν πρὸς φαραω λέγοντες ἵνα τί οὕτως ποιεῖς τοῖς σοῖς οἰκέταις

16 ἄχυρον οὐ δίδοται τοῖς οἰκέταις σου καὶ τὴν πλίνθον ἡμῖν λέγουσιν ποιεῖν καὶ ἰδοὺ οἱ παῖδές σου μεμαστίγωνται ἀδικήσεις οὖν τὸν λαόν σου

17 καὶ εἶπεν αὐτοῖς σχολάζετε σχολασταί ἐστε διὰ τοῦτο λέγετε πορευθῶμεν θύσωμεν τῷ θεῷ ἡμῶν

18 νῦν οὖν πορευθέντες ἐργάζεσθε τὸ γὰρ ἄχυρον οὐ δοθήσεται ὑμῖν καὶ τὴν σύνταξιν τῆς πλινθείας ἀποδώσετε

19 ἑώρων δὲ οἱ γραμματεῖς τῶν υἱῶν ισραηλ ἑαυτοὺς ἐν κακοῖς λέγοντες οὐκ ἀπολείψετε τῆς πλινθείας τὸ καθῆκον τῇ ἡμέρᾳ

20 συνήντησαν δὲ μωυσῇ καὶ ααρων ἐρχομένοις εἰς συνάντησιν αὐτοῖς ἐκπορευομένων αὐτῶν ἀπὸ φαραω

21 καὶ εἶπαν αὐτοῖς ἴδοι ὁ θεὸς ὑμᾶς καὶ κρίναι ὅτι ἐβδελύξατε τὴν ὀσμὴν ἡμῶν ἐναντίον φαραω καὶ ἐναντίον τῶν θεραπόντων αὐτοῦ δοῦναι ῥομφαίαν εἰς τὰς χεῖρας αὐτοῦ ἀποκτεῖναι ἡμᾶς

22 ἐπέστρεψεν δὲ μωυσῆς πρὸς κύριον καὶ εἶπεν κύριε διὰ τί ἐκάκωσας τὸν λαὸν τοῦτον καὶ ἵνα τί ἀπέσταλκάς με

23 καὶ ἀφ' οὗ πεπόρευμαι πρὸς φαραω λαλῆσαι ἐπὶ τῷ σῷ ὀνόματι ἐκάκωσεν τὸν λαὸν τοῦτον καὶ οὐκ ἐρρύσω τὸν λαόν σου