Bible

 

Exodus 32

Studie

   

1 καὶ ἰδὼν ὁ λαὸς ὅτι κεχρόνικεν μωυσῆς καταβῆναι ἐκ τοῦ ὄρους συνέστη ὁ λαὸς ἐπὶ ααρων καὶ λέγουσιν αὐτῷ ἀνάστηθι καὶ ποίησον ἡμῖν θεούς οἳ προπορεύσονται ἡμῶν ὁ γὰρ μωυσῆς οὗτος ὁ ἄνθρωπος ὃς ἐξήγαγεν ἡμᾶς ἐξ αἰγύπτου οὐκ οἴδαμεν τί γέγονεν αὐτῷ

2 καὶ λέγει αὐτοῖς ααρων περιέλεσθε τὰ ἐνώτια τὰ χρυσᾶ τὰ ἐν τοῖς ὠσὶν τῶν γυναικῶν ὑμῶν καὶ θυγατέρων καὶ ἐνέγκατε πρός με

3 καὶ περιείλαντο πᾶς ὁ λαὸς τὰ ἐνώτια τὰ χρυσᾶ τὰ ἐν τοῖς ὠσὶν αὐτῶν καὶ ἤνεγκαν πρὸς ααρων

4 καὶ ἐδέξατο ἐκ τῶν χειρῶν αὐτῶν καὶ ἔπλασεν αὐτὰ ἐν τῇ γραφίδι καὶ ἐποίησεν αὐτὰ μόσχον χωνευτὸν καὶ εἶπεν οὗτοι οἱ θεοί σου ισραηλ οἵτινες ἀνεβίβασάν σε ἐκ γῆς αἰγύπτου

5 καὶ ἰδὼν ααρων ᾠκοδόμησεν θυσιαστήριον κατέναντι αὐτοῦ καὶ ἐκήρυξεν ααρων λέγων ἑορτὴ τοῦ κυρίου αὔριον

6 καὶ ὀρθρίσας τῇ ἐπαύριον ἀνεβίβασεν ὁλοκαυτώματα καὶ προσήνεγκεν θυσίαν σωτηρίου καὶ ἐκάθισεν ὁ λαὸς φαγεῖν καὶ πιεῖν καὶ ἀνέστησαν παίζειν

7 καὶ ἐλάλησεν κύριος πρὸς μωυσῆν λέγων βάδιζε τὸ τάχος ἐντεῦθεν κατάβηθι ἠνόμησεν γὰρ ὁ λαός σου οὓς ἐξήγαγες ἐκ γῆς αἰγύπτου

8 παρέβησαν ταχὺ ἐκ τῆς ὁδοῦ ἧς ἐνετείλω αὐτοῖς ἐποίησαν ἑαυτοῖς μόσχον καὶ προσκεκυνήκασιν αὐτῷ καὶ τεθύκασιν αὐτῷ καὶ εἶπαν οὗτοι οἱ θεοί σου ισραηλ οἵτινες ἀνεβίβασάν σε ἐκ γῆς αἰγύπτου

10 καὶ νῦν ἔασόν με καὶ θυμωθεὶς ὀργῇ εἰς αὐτοὺς ἐκτρίψω αὐτοὺς καὶ ποιήσω σὲ εἰς ἔθνος μέγα

11 καὶ ἐδεήθη μωυσῆς ἔναντι κυρίου τοῦ θεοῦ καὶ εἶπεν ἵνα τί κύριε θυμοῖ ὀργῇ εἰς τὸν λαόν σου οὓς ἐξήγαγες ἐκ γῆς αἰγύπτου ἐν ἰσχύι μεγάλῃ καὶ ἐν τῷ βραχίονί σου τῷ ὑψηλῷ

12 μήποτε εἴπωσιν οἱ αἰγύπτιοι λέγοντες μετὰ πονηρίας ἐξήγαγεν αὐτοὺς ἀποκτεῖναι ἐν τοῖς ὄρεσιν καὶ ἐξαναλῶσαι αὐτοὺς ἀπὸ τῆς γῆς παῦσαι τῆς ὀργῆς τοῦ θυμοῦ σου καὶ ἵλεως γενοῦ ἐπὶ τῇ κακίᾳ τοῦ λαοῦ σου

13 μνησθεὶς αβρααμ καὶ ισαακ καὶ ιακωβ τῶν σῶν οἰκετῶν οἷς ὤμοσας κατὰ σεαυτοῦ καὶ ἐλάλησας πρὸς αὐτοὺς λέγων πολυπληθυνῶ τὸ σπέρμα ὑμῶν ὡσεὶ τὰ ἄστρα τοῦ οὐρανοῦ τῷ πλήθει καὶ πᾶσαν τὴν γῆν ταύτην ἣν εἶπας δοῦναι τῷ σπέρματι αὐτῶν καὶ καθέξουσιν αὐτὴν εἰς τὸν αἰῶνα

14 καὶ ἱλάσθη κύριος περὶ τῆς κακίας ἧς εἶπεν ποιῆσαι τὸν λαὸν αὐτοῦ

15 καὶ ἀποστρέψας μωυσῆς κατέβη ἀπὸ τοῦ ὄρους καὶ αἱ δύο πλάκες τοῦ μαρτυρίου ἐν ταῖς χερσὶν αὐτοῦ πλάκες λίθιναι καταγεγραμμέναι ἐξ ἀμφοτέρων τῶν μερῶν αὐτῶν ἔνθεν καὶ ἔνθεν ἦσαν γεγραμμέναι

16 καὶ αἱ πλάκες ἔργον θεοῦ ἦσαν καὶ ἡ γραφὴ γραφὴ θεοῦ ἐστιν κεκολαμμένη ἐν ταῖς πλαξίν

17 καὶ ἀκούσας ἰησοῦς τὴν φωνὴν τοῦ λαοῦ κραζόντων λέγει πρὸς μωυσῆν φωνὴ πολέμου ἐν τῇ παρεμβολῇ

18 καὶ λέγει οὐκ ἔστιν φωνὴ ἐξαρχόντων κατ' ἰσχὺν οὐδὲ φωνὴ ἐξαρχόντων τροπῆς ἀλλὰ φωνὴν ἐξαρχόντων οἴνου ἐγὼ ἀκούω

19 καὶ ἡνίκα ἤγγιζεν τῇ παρεμβολῇ ὁρᾷ τὸν μόσχον καὶ τοὺς χορούς καὶ ὀργισθεὶς θυμῷ μωυσῆς ἔρριψεν ἀπὸ τῶν χειρῶν αὐτοῦ τὰς δύο πλάκας καὶ συνέτριψεν αὐτὰς ὑπὸ τὸ ὄρος

20 καὶ λαβὼν τὸν μόσχον ὃν ἐποίησαν κατέκαυσεν αὐτὸν ἐν πυρὶ καὶ κατήλεσεν αὐτὸν λεπτὸν καὶ ἔσπειρεν αὐτὸν ἐπὶ τὸ ὕδωρ καὶ ἐπότισεν αὐτὸ τοὺς υἱοὺς ισραηλ

21 καὶ εἶπεν μωυσῆς τῷ ααρων τί ἐποίησέν σοι ὁ λαὸς οὗτος ὅτι ἐπήγαγες ἐπ' αὐτοὺς ἁμαρτίαν μεγάλην

22 καὶ εἶπεν ααρων πρὸς μωυσῆν μὴ ὀργίζου κύριε σὺ γὰρ οἶδας τὸ ὅρμημα τοῦ λαοῦ τούτου

23 λέγουσιν γάρ μοι ποίησον ἡμῖν θεούς οἳ προπορεύσονται ἡμῶν ὁ γὰρ μωυσῆς οὗτος ὁ ἄνθρωπος ὃς ἐξήγαγεν ἡμᾶς ἐξ αἰγύπτου οὐκ οἴδαμεν τί γέγονεν αὐτῷ

24 καὶ εἶπα αὐτοῖς εἴ τινι ὑπάρχει χρυσία περιέλεσθε καὶ ἔδωκάν μοι καὶ ἔρριψα εἰς τὸ πῦρ καὶ ἐξῆλθεν ὁ μόσχος οὗτος

25 καὶ ἰδὼν μωυσῆς τὸν λαὸν ὅτι διεσκέδασται διεσκέδασεν γὰρ αὐτοὺς ααρων ἐπίχαρμα τοῖς ὑπεναντίοις αὐτῶν

26 ἔστη δὲ μωυσῆς ἐπὶ τῆς πύλης τῆς παρεμβολῆς καὶ εἶπεν τίς πρὸς κύριον ἴτω πρός με συνῆλθον οὖν πρὸς αὐτὸν πάντες οἱ υἱοὶ λευι

27 καὶ λέγει αὐτοῖς τάδε λέγει κύριος ὁ θεὸς ισραηλ θέσθε ἕκαστος τὴν ἑαυτοῦ ῥομφαίαν ἐπὶ τὸν μηρὸν καὶ διέλθατε καὶ ἀνακάμψατε ἀπὸ πύλης ἐπὶ πύλην διὰ τῆς παρεμβολῆς καὶ ἀποκτείνατε ἕκαστος τὸν ἀδελφὸν αὐτοῦ καὶ ἕκαστος τὸν πλησίον αὐτοῦ καὶ ἕκαστος τὸν ἔγγιστα αὐτοῦ

28 καὶ ἐποίησαν οἱ υἱοὶ λευι καθὰ ἐλάλησεν αὐτοῖς μωυσῆς καὶ ἔπεσαν ἐκ τοῦ λαοῦ ἐν ἐκείνῃ τῇ ἡμέρᾳ εἰς τρισχιλίους ἄνδρας

29 καὶ εἶπεν αὐτοῖς μωυσῆς ἐπληρώσατε τὰς χεῖρας ὑμῶν σήμερον κυρίῳ ἕκαστος ἐν τῷ υἱῷ ἢ τῷ ἀδελφῷ δοθῆναι ἐφ' ὑμᾶς εὐλογίαν

30 καὶ ἐγένετο μετὰ τὴν αὔριον εἶπεν μωυσῆς πρὸς τὸν λαόν ὑμεῖς ἡμαρτήκατε ἁμαρτίαν μεγάλην καὶ νῦν ἀναβήσομαι πρὸς τὸν θεόν ἵνα ἐξιλάσωμαι περὶ τῆς ἁμαρτίας ὑμῶν

31 ὑπέστρεψεν δὲ μωυσῆς πρὸς κύριον καὶ εἶπεν δέομαι κύριε ἡμάρτηκεν ὁ λαὸς οὗτος ἁμαρτίαν μεγάλην καὶ ἐποίησαν ἑαυτοῖς θεοὺς χρυσοῦς

32 καὶ νῦν εἰ μὲν ἀφεῖς αὐτοῖς τὴν ἁμαρτίαν ἄφες εἰ δὲ μή ἐξάλειψόν με ἐκ τῆς βίβλου σου ἧς ἔγραψας

33 καὶ εἶπεν κύριος πρὸς μωυσῆν εἴ τις ἡμάρτηκεν ἐνώπιόν μου ἐξαλείψω αὐτὸν ἐκ τῆς βίβλου μου

34 νυνὶ δὲ βάδιζε κατάβηθι καὶ ὁδήγησον τὸν λαὸν τοῦτον εἰς τὸν τόπον ὃν εἶπά σοι ἰδοὺ ὁ ἄγγελός μου προπορεύεται πρὸ προσώπου σου ᾗ δ' ἂν ἡμέρᾳ ἐπισκέπτωμαι ἐπάξω ἐπ' αὐτοὺς τὴν ἁμαρτίαν αὐτῶν

35 καὶ ἐπάταξεν κύριος τὸν λαὸν περὶ τῆς ποιήσεως τοῦ μόσχου οὗ ἐποίησεν ααρων

   

Ze Swedenborgových děl

 

Arcana Coelestia # 3103

Prostudujte si tuto pasáž

  
/ 10837  
  

3103. 'And the man took a gold nose-jewel' means Divine Good. This is clear from the meaning of 'a gold nose-jewel' as good, and here, since the Lord is the subject in the internal sense, as Divine Good, which, since it comes from the Rational, is called 'the man'. For 'a man' means the rational, see 265, 749, 1007. In ancient times when forms of worship in Churches were representative and people knew what those forms meant, it was customary when initiating marriages to give a gold nose-jewel and bracelets to the bride because the Church was represented by the bride, its good by 'the nose-jewel' and its truth by 'the bracelets'. They did so because it was well known that conjugial love as it existed with a bride and wife came down from the marriage of the Lord's Divine Good and Divine Truth, see 2508, 2618, 2727-2729. The gold jewel was placed on the nose, as is evident also from where it is said later on that the servant put the jewel on her nose, verse 47, because 'the nose' meant the life of good. It had this meaning because the nose is used for breathing, which in the internal sense means life, and also for smelling, which means the delight of love, namely good, 96, 97.

[2] As regards 'a nose-jewel' being a sign of the good involved in marriage, this is also clear from other places in the Word, as in Ezekiel,

I adorned you with ornaments and put bracelets on your hands and a chain on your neck, and I put a jewel on your nose. Ezekiel 16:11-12.

This refers to the Ancient Church, meant by Jerusalem here and described as a bride to whom bracelets, a chain, and a nose-jewel were given. 'Bracelets on the hands' were a representative sign of truth, 'a jewel on the nose' a representative sign of good. In Isaiah,

Because the daughters of Zion are haughty the Lord will make bald the crown of their heads, and will take away the rings and the nose-jewels, the changes of clothes, the robes. Isaiah 3:16-18, 21-22.

'The daughters of Zion that are haughty' stands for affections for evil within the Church, 2362, 3024. 'The rings and the nose-jewels' that will be removed stands for good and the signs of it. 'The changes of clothes' and 'the robes' stand for truth and the signs of it. In Hosea,

I will visit on her the days of the baals to whom she burned incense and decked herself with her nose-jewel and her other jewellery and went after her lovers. Hosea 2:13.

This refers to the perverted Church and to the new one following it. 'Nose-jewel' also stands for a sign of the good of the Church. When those jewels were fitted to the ears they again meant good, though good put into practice, and in the contrary sense evil put into practice, as in Genesis 35:4; Exodus 32:2, 4.

  
/ 10837  
  

Thanks to the Swedenborg Society for the permission to use this translation.