Bible

 

Exodus 10

Studie

   

1 εἶπεν δὲ κύριος πρὸς μωυσῆν λέγων εἴσελθε πρὸς φαραω ἐγὼ γὰρ ἐσκλήρυνα αὐτοῦ τὴν καρδίαν καὶ τῶν θεραπόντων αὐτοῦ ἵνα ἑξῆς ἐπέλθῃ τὰ σημεῖα ταῦτα ἐπ' αὐτούς

2 ὅπως διηγήσησθε εἰς τὰ ὦτα τῶν τέκνων ὑμῶν καὶ τοῖς τέκνοις τῶν τέκνων ὑμῶν ὅσα ἐμπέπαιχα τοῖς αἰγυπτίοις καὶ τὰ σημεῖά μου ἃ ἐποίησα ἐν αὐτοῖς καὶ γνώσεσθε ὅτι ἐγὼ κύριος

3 εἰσῆλθεν δὲ μωυσῆς καὶ ααρων ἐναντίον φαραω καὶ εἶπαν αὐτῷ τάδε λέγει κύριος ὁ θεὸς τῶν εβραίων ἕως τίνος οὐ βούλει ἐντραπῆναί με ἐξαπόστειλον τὸν λαόν μου ἵνα λατρεύσωσίν μοι

4 ἐὰν δὲ μὴ θέλῃς σὺ ἐξαποστεῖλαι τὸν λαόν μου ἰδοὺ ἐγὼ ἐπάγω ταύτην τὴν ὥραν αὔριον ἀκρίδα πολλὴν ἐπὶ πάντα τὰ ὅριά σου

5 καὶ καλύψει τὴν ὄψιν τῆς γῆς καὶ οὐ δυνήσῃ κατιδεῖν τὴν γῆν καὶ κατέδεται πᾶν τὸ περισσὸν τῆς γῆς τὸ καταλειφθέν ὃ κατέλιπεν ὑμῖν ἡ χάλαζα καὶ κατέδεται πᾶν ξύλον τὸ φυόμενον ὑμῖν ἐπὶ τῆς γῆς

6 καὶ πλησθήσονταί σου αἱ οἰκίαι καὶ αἱ οἰκίαι τῶν θεραπόντων σου καὶ πᾶσαι αἱ οἰκίαι ἐν πάσῃ γῇ τῶν αἰγυπτίων ἃ οὐδέποτε ἑωράκασιν οἱ πατέρες σου οὐδὲ οἱ πρόπαπποι αὐτῶν ἀφ' ἧς ἡμέρας γεγόνασιν ἐπὶ τῆς γῆς ἕως τῆς ἡμέρας ταύτης καὶ ἐκκλίνας μωυσῆς ἐξῆλθεν ἀπὸ φαραω

7 καὶ λέγουσιν οἱ θεράποντες φαραω πρὸς αὐτόν ἕως τίνος ἔσται τοῦτο ἡμῖν σκῶλον ἐξαπόστειλον τοὺς ἀνθρώπους ὅπως λατρεύσωσιν τῷ θεῷ αὐτῶν ἢ εἰδέναι βούλει ὅτι ἀπόλωλεν αἴγυπτος

8 καὶ ἀπέστρεψαν τόν τε μωυσῆν καὶ ααρων πρὸς φαραω καὶ εἶπεν αὐτοῖς πορεύεσθε καὶ λατρεύσατε τῷ θεῷ ὑμῶν τίνες δὲ καὶ τίνες εἰσὶν οἱ πορευόμενοι

9 καὶ λέγει μωυσῆς σὺν τοῖς νεανίσκοις καὶ πρεσβυτέροις πορευσόμεθα σὺν τοῖς υἱοῖς καὶ θυγατράσιν καὶ προβάτοις καὶ βουσὶν ἡμῶν ἔστιν γὰρ ἑορτὴ κυρίου τοῦ θεοῦ ἡμῶν

10 καὶ εἶπεν πρὸς αὐτούς ἔστω οὕτως κύριος μεθ' ὑμῶν καθότι ἀποστέλλω ὑμᾶς μὴ καὶ τὴν ἀποσκευὴν ὑμῶν ἴδετε ὅτι πονηρία πρόκειται ὑμῖν

11 μὴ οὕτως πορευέσθωσαν δὲ οἱ ἄνδρες καὶ λατρεύσατε τῷ θεῷ τοῦτο γὰρ αὐτοὶ ζητεῖτε ἐξέβαλον δὲ αὐτοὺς ἀπὸ προσώπου φαραω

12 εἶπεν δὲ κύριος πρὸς μωυσῆν ἔκτεινον τὴν χεῖρα ἐπὶ γῆν αἰγύπτου καὶ ἀναβήτω ἀκρὶς ἐπὶ τὴν γῆν καὶ κατέδεται πᾶσαν βοτάνην τῆς γῆς καὶ πάντα τὸν καρπὸν τῶν ξύλων ὃν ὑπελίπετο ἡ χάλαζα

13 καὶ ἐπῆρεν μωυσῆς τὴν ῥάβδον εἰς τὸν οὐρανόν καὶ κύριος ἐπήγαγεν ἄνεμον νότον ἐπὶ τὴν γῆν ὅλην τὴν ἡμέραν ἐκείνην καὶ ὅλην τὴν νύκτα τὸ πρωὶ ἐγενήθη καὶ ὁ ἄνεμος ὁ νότος ἀνέλαβεν τὴν ἀκρίδα

14 καὶ ἀνήγαγεν αὐτὴν ἐπὶ πᾶσαν γῆν αἰγύπτου καὶ κατέπαυσεν ἐπὶ πάντα τὰ ὅρια αἰγύπτου πολλὴ σφόδρα προτέρα αὐτῆς οὐ γέγονεν τοιαύτη ἀκρὶς καὶ μετὰ ταῦτα οὐκ ἔσται οὕτως

15 καὶ ἐκάλυψεν τὴν ὄψιν τῆς γῆς καὶ ἐφθάρη ἡ γῆ καὶ κατέφαγεν πᾶσαν βοτάνην τῆς γῆς καὶ πάντα τὸν καρπὸν τῶν ξύλων ὃς ὑπελείφθη ἀπὸ τῆς χαλάζης οὐχ ὑπελείφθη χλωρὸν οὐδὲν ἐν τοῖς ξύλοις καὶ ἐν πάσῃ βοτάνῃ τοῦ πεδίου ἐν πάσῃ γῇ αἰγύπτου

16 κατέσπευδεν δὲ φαραω καλέσαι μωυσῆν καὶ ααρων λέγων ἡμάρτηκα ἐναντίον κυρίου τοῦ θεοῦ ὑμῶν καὶ εἰς ὑμᾶς

17 προσδέξασθε οὖν μου τὴν ἁμαρτίαν ἔτι νῦν καὶ προσεύξασθε πρὸς κύριον τὸν θεὸν ὑμῶν καὶ περιελέτω ἀπ' ἐμοῦ τὸν θάνατον τοῦτον

18 ἐξῆλθεν δὲ μωυσῆς ἀπὸ φαραω καὶ ηὔξατο πρὸς τὸν θεόν

19 καὶ μετέβαλεν κύριος ἄνεμον ἀπὸ θαλάσσης σφοδρόν καὶ ἀνέλαβεν τὴν ἀκρίδα καὶ ἐνέβαλεν αὐτὴν εἰς τὴν ἐρυθρὰν θάλασσαν καὶ οὐχ ὑπελείφθη ἀκρὶς μία ἐν πάσῃ γῇ αἰγύπτου

20 καὶ ἐσκλήρυνεν κύριος τὴν καρδίαν φαραω καὶ οὐκ ἐξαπέστειλεν τοὺς υἱοὺς ισραηλ

21 εἶπεν δὲ κύριος πρὸς μωυσῆν ἔκτεινον τὴν χεῖρά σου εἰς τὸν οὐρανόν καὶ γενηθήτω σκότος ἐπὶ γῆν αἰγύπτου ψηλαφητὸν σκότος

22 ἐξέτεινεν δὲ μωυσῆς τὴν χεῖρα εἰς τὸν οὐρανόν καὶ ἐγένετο σκότος γνόφος θύελλα ἐπὶ πᾶσαν γῆν αἰγύπτου τρεῖς ἡμέρας

23 καὶ οὐκ εἶδεν οὐδεὶς τὸν ἀδελφὸν αὐτοῦ τρεῖς ἡμέρας καὶ οὐκ ἐξανέστη οὐδεὶς ἐκ τῆς κοίτης αὐτοῦ τρεῖς ἡμέρας πᾶσι δὲ τοῖς υἱοῖς ισραηλ ἦν φῶς ἐν πᾶσιν οἷς κατεγίνοντο

24 καὶ ἐκάλεσεν φαραω μωυσῆν καὶ ααρων λέγων βαδίζετε λατρεύσατε κυρίῳ τῷ θεῷ ὑμῶν πλὴν τῶν προβάτων καὶ τῶν βοῶν ὑπολίπεσθε καὶ ἡ ἀποσκευὴ ὑμῶν ἀποτρεχέτω μεθ' ὑμῶν

25 καὶ εἶπεν μωυσῆς ἀλλὰ καὶ σὺ δώσεις ἡμῖν ὁλοκαυτώματα καὶ θυσίας ἃ ποιήσομεν κυρίῳ τῷ θεῷ ἡμῶν

26 καὶ τὰ κτήνη ἡμῶν πορεύσεται μεθ' ἡμῶν καὶ οὐχ ὑπολειψόμεθα ὁπλήν ἀπ' αὐτῶν γὰρ λημψόμεθα λατρεῦσαι κυρίῳ τῷ θεῷ ἡμῶν ἡμεῖς δὲ οὐκ οἴδαμεν τί λατρεύσωμεν κυρίῳ τῷ θεῷ ἡμῶν ἕως τοῦ ἐλθεῖν ἡμᾶς ἐκεῖ

27 ἐσκλήρυνεν δὲ κύριος τὴν καρδίαν φαραω καὶ οὐκ ἐβουλήθη ἐξαποστεῖλαι αὐτούς

28 καὶ λέγει φαραω ἄπελθε ἀπ' ἐμοῦ πρόσεχε σεαυτῷ ἔτι προσθεῖναι ἰδεῖν μου τὸ πρόσωπον ᾗ δ' ἂν ἡμέρᾳ ὀφθῇς μοι ἀποθανῇ

29 λέγει δὲ μωυσῆς εἴρηκας οὐκέτι ὀφθήσομαί σοι εἰς πρόσωπον

   

Bible

 

Deuteronomy 10

Studie

   

1 ἐν ἐκείνῳ τῷ καιρῷ εἶπεν κύριος πρός με λάξευσον σεαυτῷ δύο πλάκας λιθίνας ὥσπερ τὰς πρώτας καὶ ἀνάβηθι πρός με εἰς τὸ ὄρος καὶ ποιήσεις σεαυτῷ κιβωτὸν ξυλίνην

2 καὶ γράψω ἐπὶ τὰς πλάκας τὰ ῥήματα ἃ ἦν ἐν ταῖς πλαξὶν ταῖς πρώταις ἃς συνέτριψας καὶ ἐμβαλεῖς αὐτὰς εἰς τὴν κιβωτόν

3 καὶ ἐποίησα κιβωτὸν ἐκ ξύλων ἀσήπτων καὶ ἐλάξευσα τὰς δύο πλάκας τὰς λιθίνας ὡς αἱ πρῶται καὶ ἀνέβην εἰς τὸ ὄρος καὶ αἱ δύο πλάκες ἐπὶ ταῖς χερσίν μου

4 καὶ ἔγραψεν ἐπὶ τὰς πλάκας κατὰ τὴν γραφὴν τὴν πρώτην τοὺς δέκα λόγους οὓς ἐλάλησεν κύριος πρὸς ὑμᾶς ἐν τῷ ὄρει ἐκ μέσου τοῦ πυρός καὶ ἔδωκεν αὐτὰς κύριος ἐμοί

5 καὶ ἐπιστρέψας κατέβην ἐκ τοῦ ὄρους καὶ ἐνέβαλον τὰς πλάκας εἰς τὴν κιβωτόν ἣν ἐποίησα καὶ ἦσαν ἐκεῖ καθὰ ἐνετείλατό μοι κύριος

6 καὶ οἱ υἱοὶ ισραηλ ἀπῆραν ἐκ βηρωθ υἱῶν ιακιμ μισαδαι ἐκεῖ ἀπέθανεν ααρων καὶ ἐτάφη ἐκεῖ καὶ ἱεράτευσεν ελεαζαρ υἱὸς αὐτοῦ ἀντ' αὐτοῦ

7 ἐκεῖθεν ἀπῆραν εἰς γαδγαδ καὶ ἀπὸ γαδγαδ εἰς ετεβαθα γῆ χείμαρροι ὑδάτων

8 ἐν ἐκείνῳ τῷ καιρῷ διέστειλεν κύριος τὴν φυλὴν τὴν λευι αἴρειν τὴν κιβωτὸν τῆς διαθήκης κυρίου παρεστάναι ἔναντι κυρίου λειτουργεῖν καὶ ἐπεύχεσθαι ἐπὶ τῷ ὀνόματι αὐτοῦ ἕως τῆς ἡμέρας ταύτης

9 διὰ τοῦτο οὐκ ἔστιν τοῖς λευίταις μερὶς καὶ κλῆρος ἐν τοῖς ἀδελφοῖς αὐτῶν κύριος αὐτὸς κλῆρος αὐτοῦ καθὰ εἶπεν αὐτῷ

10 κἀγὼ εἱστήκειν ἐν τῷ ὄρει τεσσαράκοντα ἡμέρας καὶ τεσσαράκοντα νύκτας καὶ εἰσήκουσεν κύριος ἐμοῦ καὶ ἐν τῷ καιρῷ τούτῳ καὶ οὐκ ἠθέλησεν κύριος ἐξολεθρεῦσαι ὑμᾶς

11 καὶ εἶπεν κύριος πρός με βάδιζε ἄπαρον ἐναντίον τοῦ λαοῦ τούτου καὶ εἰσπορευέσθωσαν καὶ κληρονομείτωσαν τὴν γῆν ἣν ὤμοσα τοῖς πατράσιν αὐτῶν δοῦναι αὐτοῖς

12 καὶ νῦν ισραηλ τί κύριος ὁ θεός σου αἰτεῖται παρὰ σοῦ ἀλλ' ἢ φοβεῖσθαι κύριον τὸν θεόν σου πορεύεσθαι ἐν πάσαις ταῖς ὁδοῖς αὐτοῦ καὶ ἀγαπᾶν αὐτὸν καὶ λατρεύειν κυρίῳ τῷ θεῷ σου ἐξ ὅλης τῆς καρδίας σου καὶ ἐξ ὅλης τῆς ψυχῆς σου

13 φυλάσσεσθαι τὰς ἐντολὰς κυρίου τοῦ θεοῦ σου καὶ τὰ δικαιώματα αὐτοῦ ὅσα ἐγὼ ἐντέλλομαί σοι σήμερον ἵνα εὖ σοι ᾖ

14 ἰδοὺ κυρίου τοῦ θεοῦ σου ὁ οὐρανὸς καὶ ὁ οὐρανὸς τοῦ οὐρανοῦ ἡ γῆ καὶ πάντα ὅσα ἐστὶν ἐν αὐτῇ

15 πλὴν τοὺς πατέρας ὑμῶν προείλατο κύριος ἀγαπᾶν αὐτοὺς καὶ ἐξελέξατο τὸ σπέρμα αὐτῶν μετ' αὐτοὺς ὑμᾶς παρὰ πάντα τὰ ἔθνη κατὰ τὴν ἡμέραν ταύτην

16 καὶ περιτεμεῖσθε τὴν σκληροκαρδίαν ὑμῶν καὶ τὸν τράχηλον ὑμῶν οὐ σκληρυνεῖτε ἔτι

17 ὁ γὰρ κύριος ὁ θεὸς ὑμῶν οὗτος θεὸς τῶν θεῶν καὶ κύριος τῶν κυρίων ὁ θεὸς ὁ μέγας καὶ ἰσχυρὸς καὶ ὁ φοβερός ὅστις οὐ θαυμάζει πρόσωπον οὐδ' οὐ μὴ λάβῃ δῶρον

18 ποιῶν κρίσιν προσηλύτῳ καὶ ὀρφανῷ καὶ χήρᾳ καὶ ἀγαπᾷ τὸν προσήλυτον δοῦναι αὐτῷ ἄρτον καὶ ἱμάτιον

19 καὶ ἀγαπήσετε τὸν προσήλυτον προσήλυτοι γὰρ ἦτε ἐν γῇ αἰγύπτῳ

20 κύριον τὸν θεόν σου φοβηθήσῃ καὶ αὐτῷ λατρεύσεις καὶ πρὸς αὐτὸν κολληθήσῃ καὶ τῷ ὀνόματι αὐτοῦ ὀμῇ

21 οὗτος καύχημά σου καὶ οὗτος θεός σου ὅστις ἐποίησεν ἐν σοὶ τὰ μεγάλα καὶ τὰ ἔνδοξα ταῦτα ἃ εἴδοσαν οἱ ὀφθαλμοί σου

22 ἐν ἑβδομήκοντα ψυχαῖς κατέβησαν οἱ πατέρες σου εἰς αἴγυπτον νυνὶ δὲ ἐποίησέν σε κύριος ὁ θεός σου ὡσεὶ τὰ ἄστρα τοῦ οὐρανοῦ τῷ πλήθει