Bible

 

Deuteronomy 29

Studie

   

1 καὶ ἐκάλεσεν μωυσῆς πάντας τοὺς υἱοὺς ισραηλ καὶ εἶπεν πρὸς αὐτούς ὑμεῖς ἑωράκατε πάντα ὅσα ἐποίησεν κύριος ἐν γῇ αἰγύπτῳ ἐνώπιον ὑμῶν φαραω καὶ τοῖς θεράπουσιν αὐτοῦ καὶ πάσῃ τῇ γῇ αὐτοῦ

2 τοὺς πειρασμοὺς τοὺς μεγάλους οὓς ἑωράκασιν οἱ ὀφθαλμοί σου τὰ σημεῖα καὶ τὰ τέρατα τὰ μεγάλα ἐκεῖνα

3 καὶ οὐκ ἔδωκεν κύριος ὁ θεὸς ὑμῖν καρδίαν εἰδέναι καὶ ὀφθαλμοὺς βλέπειν καὶ ὦτα ἀκούειν ἕως τῆς ἡμέρας ταύτης

4 καὶ ἤγαγεν ὑμᾶς τεσσαράκοντα ἔτη ἐν τῇ ἐρήμῳ οὐκ ἐπαλαιώθη τὰ ἱμάτια ὑμῶν καὶ τὰ ὑποδήματα ὑμῶν οὐ κατετρίβη ἀπὸ τῶν ποδῶν ὑμῶν

5 ἄρτον οὐκ ἐφάγετε οἶνον καὶ σικερα οὐκ ἐπίετε ἵνα γνῶτε ὅτι οὗτος κύριος ὁ θεὸς ὑμῶν

6 καὶ ἤλθετε ἕως τοῦ τόπου τούτου καὶ ἐξῆλθεν σηων βασιλεὺς εσεβων καὶ ωγ βασιλεὺς τῆς βασαν εἰς συνάντησιν ἡμῖν ἐν πολέμῳ καὶ ἐπατάξαμεν αὐτοὺς

7 καὶ ἐλάβομεν τὴν γῆν αὐτῶν καὶ ἔδωκα αὐτὴν ἐν κλήρῳ τῷ ρουβην καὶ τῷ γαδδι καὶ τῷ ἡμίσει φυλῆς μανασση

8 καὶ φυλάξεσθε ποιεῖν πάντας τοὺς λόγους τῆς διαθήκης ταύτης ἵνα συνῆτε πάντα ὅσα ποιήσετε

9 ὑμεῖς ἑστήκατε πάντες σήμερον ἐναντίον κυρίου τοῦ θεοῦ ὑμῶν οἱ ἀρχίφυλοι ὑμῶν καὶ ἡ γερουσία ὑμῶν καὶ οἱ κριταὶ ὑμῶν καὶ οἱ γραμματοεισαγωγεῖς ὑμῶν πᾶς ἀνὴρ ισραηλ

10 αἱ γυναῖκες ὑμῶν καὶ τὰ ἔκγονα ὑμῶν καὶ ὁ προσήλυτος ὁ ἐν μέσῳ τῆς παρεμβολῆς ὑμῶν ἀπὸ ξυλοκόπου ὑμῶν καὶ ἕως ὑδροφόρου ὑμῶν

11 παρελθεῖν ἐν τῇ διαθήκῃ κυρίου τοῦ θεοῦ σου καὶ ἐν ταῖς ἀραῖς αὐτοῦ ὅσα κύριος ὁ θεός σου διατίθεται πρὸς σὲ σήμερον

12 ἵνα στήσῃ σε αὐτῷ εἰς λαόν καὶ αὐτὸς ἔσται σου θεός ὃν τρόπον εἶπέν σοι καὶ ὃν τρόπον ὤμοσεν τοῖς πατράσιν σου αβρααμ καὶ ισαακ καὶ ιακωβ

13 καὶ οὐχ ὑμῖν μόνοις ἐγὼ διατίθεμαι τὴν διαθήκην ταύτην καὶ τὴν ἀρὰν ταύτην

14 ἀλλὰ καὶ τοῖς ὧδε οὖσι μεθ' ἡμῶν σήμερον ἐναντίον κυρίου τοῦ θεοῦ ὑμῶν καὶ τοῖς μὴ οὖσιν μεθ' ἡμῶν ὧδε σήμερον

15 ὅτι ὑμεῖς οἴδατε ὡς κατῳκήσαμεν ἐν γῇ αἰγύπτῳ καὶ παρήλθομεν ἐν μέσῳ τῶν ἐθνῶν οὓς παρήλθετε

16 καὶ εἴδετε τὰ βδελύγματα αὐτῶν καὶ τὰ εἴδωλα αὐτῶν ξύλον καὶ λίθον ἀργύριον καὶ χρυσίον ἅ ἐστιν παρ' αὐτοῖς

17 μή τίς ἐστιν ἐν ὑμῖν ἀνὴρ ἢ γυνὴ ἢ πατριὰ ἢ φυλή τίνος ἡ διάνοια ἐξέκλινεν ἀπὸ κυρίου τοῦ θεοῦ ὑμῶν πορεύεσθαι λατρεύειν τοῖς θεοῖς τῶν ἐθνῶν ἐκείνων μή τίς ἐστιν ἐν ὑμῖν ῥίζα ἄνω φύουσα ἐν χολῇ καὶ πικρίᾳ

18 καὶ ἔσται ἐὰν ἀκούσῃ τὰ ῥήματα τῆς ἀρᾶς ταύτης καὶ ἐπιφημίσηται ἐν τῇ καρδίᾳ αὐτοῦ λέγων ὅσιά μοι γένοιτο ὅτι ἐν τῇ ἀποπλανήσει τῆς καρδίας μου πορεύσομαι ἵνα μὴ συναπολέσῃ ὁ ἁμαρτωλὸς τὸν ἀναμάρτητον

19 οὐ μὴ θελήσῃ ὁ θεὸς εὐιλατεῦσαι αὐτῷ ἀλλ' ἢ τότε ἐκκαυθήσεται ὀργὴ κυρίου καὶ ὁ ζῆλος αὐτοῦ ἐν τῷ ἀνθρώπῳ ἐκείνῳ καὶ κολληθήσονται ἐν αὐτῷ πᾶσαι αἱ ἀραὶ τῆς διαθήκης ταύτης αἱ γεγραμμέναι ἐν τῷ βιβλίῳ τοῦ νόμου τούτου καὶ ἐξαλείψει κύριος τὸ ὄνομα αὐτοῦ ἐκ τῆς ὑπὸ τὸν οὐρανόν

20 καὶ διαστελεῖ αὐτὸν κύριος εἰς κακὰ ἐκ πάντων τῶν υἱῶν ισραηλ κατὰ πάσας τὰς ἀρὰς τῆς διαθήκης τὰς γεγραμμένας ἐν τῷ βιβλίῳ τοῦ νόμου τούτου

21 καὶ ἐροῦσιν ἡ γενεὰ ἡ ἑτέρα οἱ υἱοὶ ὑμῶν οἳ ἀναστήσονται μεθ' ὑμᾶς καὶ ὁ ἀλλότριος ὃς ἂν ἔλθῃ ἐκ γῆς μακρόθεν καὶ ὄψονται τὰς πληγὰς τῆς γῆς ἐκείνης καὶ τὰς νόσους αὐτῆς ἃς ἀπέστειλεν κύριος ἐπ' αὐτήν

22 θεῖον καὶ ἅλα κατακεκαυμένον πᾶσα ἡ γῆ αὐτῆς οὐ σπαρήσεται οὐδὲ ἀνατελεῖ οὐδὲ μὴ ἀναβῇ ἐπ' αὐτὴν πᾶν χλωρόν ὥσπερ κατεστράφη σοδομα καὶ γομορρα αδαμα καὶ σεβωιμ ἃς κατέστρεψεν κύριος ἐν θυμῷ καὶ ὀργῇ

23 καὶ ἐροῦσιν πάντα τὰ ἔθνη διὰ τί ἐποίησεν κύριος οὕτως τῇ γῇ ταύτῃ τίς ὁ θυμὸς τῆς ὀργῆς ὁ μέγας οὗτος

24 καὶ ἐροῦσιν ὅτι κατελίποσαν τὴν διαθήκην κυρίου τοῦ θεοῦ τῶν πατέρων αὐτῶν ἃ διέθετο τοῖς πατράσιν αὐτῶν ὅτε ἐξήγαγεν αὐτοὺς ἐκ γῆς αἰγύπτου

25 καὶ πορευθέντες ἐλάτρευσαν θεοῖς ἑτέροις καὶ προσεκύνησαν αὐτοῖς οἷς οὐκ ἠπίσταντο οὐδὲ διένειμεν αὐτοῖς

26 καὶ ὠργίσθη θυμῷ κύριος ἐπὶ τὴν γῆν ἐκείνην ἐπαγαγεῖν ἐπ' αὐτὴν κατὰ πάσας τὰς κατάρας τὰς γεγραμμένας ἐν τῷ βιβλίῳ τοῦ νόμου τούτου

27 καὶ ἐξῆρεν αὐτοὺς κύριος ἀπὸ τῆς γῆς αὐτῶν ἐν θυμῷ καὶ ὀργῇ καὶ παροξυσμῷ μεγάλῳ σφόδρα καὶ ἐξέβαλεν αὐτοὺς εἰς γῆν ἑτέραν ὡσεὶ νῦν

28 τὰ κρυπτὰ κυρίῳ τῷ θεῷ ἡμῶν τὰ δὲ φανερὰ ἡμῖν καὶ τοῖς τέκνοις ἡμῶν εἰς τὸν αἰῶνα ποιεῖν πάντα τὰ ῥήματα τοῦ νόμου τούτου

   

Ze Swedenborgových děl

 

Arcana Coelestia # 2455

Prostudujte si tuto pasáž

  
/ 10837  
  

2455. And she became a pillar of salt. That this signifies that all the good of truth was laid waste, is evident from the signification of a “pillar,” and from the signification of “salt.” In the original language a “pillar” is expressed by a word which signifies a standing still, not by one that means a pillar erected for worship, or for a sign, or for a witness; so that by the “pillar of salt” is here signified that it, namely, the truth signified by Lot’s wife, stood vastated (n. 2454). Truth is said to be vastated, or laid waste, when there is no longer any good in it, vastation itself being signified by “salt.”

[2] As most things in the Word have a double sense, namely, the genuine sense and its opposite, so also has “salt;” in the genuine sense it signifies the affection of truth; in the opposite sense, the vastation of the affection of truth, that is, of good in truth. That “salt” signifies the affection of truth may be seen in Exodus 30:35; Leviticus 2:13; Matthew 5:13; Mark 9:49-50; Luke 14:34-35; and that it signifies the vastation of the affection of truth is evident from the following passages.

In Moses:

The whole land shall be brimstone and salt, a burning; it shall not be sown, it shall not bear, neither shall any herb spring up therein; like the overthrow of Sodom and Gomorrah, Admah and Zeboim (Deuteronomy 29:23); where “brimstone” denotes the vastation of good; and “salt” the vastation of truth: that the subject is vastation is evident from every particular.

[3] In Zephaniah:

Moab shall be as Sodom, and the sons of Ammon as Gomorrah; a place that is left to the nettle, and a pit of salt, and an eternal desolation (Zeph. 2:9); where a “place that is left to the nettle” denotes vastated good, and a “pit of salt” vastated truth; for the expression “place left to the nettle” refers to Sodom, by which is signified evil or vastated good, and a “pit of salt” to Gomorrah, by which is signified falsity or vastated truth, as already shown. That the subject is vastation is manifest, for it is said an “eternal desolation.”

In Jeremiah:

He that maketh flesh his arm shall be like a bare shrub in the solitude, and shall not see when good cometh, but shall inhabit the parched places in the wilderness, a salt land, and not inhabited (Jeremiah 17:5-6); where “parched places” denote vastated goods, and a “salt land” vastated truths.

[4] In David:

Jehovah maketh rivers into a wilderness, and water springs into dry ground, a fruitful land into a salt one, for the wickedness of them that dwell therein (Psalms 107:33-34);

a “fruitful land made into a salt one” denotes the vastation of good in truth.

In Ezekiel:

The miry places thereof and the marshes thereof shall not be healed; they shall be given up to salt (Ezekiel 47:11);

to be “given up to salt” denotes being altogether vastated as to truth. As “salt” signified vastation, and “cities” the doctrinal things of truth (shown at (402) n. 402, 2268, 2428, 2451), in ancient times when cities were destroyed they were sown with salt, in order to prevent their being rebuilt (Judges 9:45). The words before us therefore denote the fourth state of that church which was represented by Lot, which state was that all truth was vastated as to good.

  
/ 10837  
  

Thanks to the Swedenborg Foundation for the permission to use this translation.