Psalm of Solomon 6

           

1 μακαριος ανηρ ου η καρδια αυτου ετοιμη επικαλεσασθαι το ονομα κυριου εν τω μνημονευειν αυτον το ονομα κυριου σωθησεται

2 αι οδοι αυτου κατευθυνονται υπο κυριου και πεφυλαγμενα εργα χειρων αυτου υπο κυριου θεου αυτου

3 απο ορασεως πονηρων ενυπνιων αυτου ου ταραχθησεται η ψυχη αυτου εν διαβασει ποταμων και σαλω θαλασσων ου πτοηθησεται

4 εξανεστη εξ υπνου αυτου και ηυλογησεν τω ονοματι κυριου επ' ευσταθεια καρδιας αυτου εξυμνησεν τω ονοματι του θεου αυτου

5 και εδεηθη του προσωπου κυριου περι παντος του οικου αυτου και κυριος εισηκουσεν προσευχην παντος εν φοβω θεου

6 και παν αιτημα ψυχης ελπιζουσης προς αυτον επιτελει ο κυριος ευλογητος κυριος ο ποιων ελεος τοις αγαπωσιν αυτον εν αληθεια πσσολ τω σαλωμων επιστροφης


Přeložit: