Ezekiel 47

Studovat vnitřní smysl

Greek OT: LXX [A] Unaccented         

← Ezekiel 46   Ezekiel 48 →

1 και εισηγαγεν με επι τα προθυρα του οικου και ιδου υδωρ εξεπορευετο υποκατωθεν του αιθριου κατ' ανατολας οτι το προσωπον του οικου εβλεπεν κατ' ανατολας και το υδωρ κατεβαινεν απο του κλιτους του δεξιου απο νοτου επι το θυσιαστηριον

2 και εξηγαγεν με κατα την οδον της πυλης της προς βορραν και περιηγαγεν με την οδον εξωθεν προς την πυλην της αυλης της βλεπουσης κατ' ανατολας και ιδου το υδωρ κατεφερετο απο του κλιτους του δεξιου

3 καθως εξοδος ανδρος εξ εναντιας και μετρον εν τη χειρι αυτου και διεμετρησεν χιλιους εν τω μετρω και διηλθεν εν τω υδατι υδωρ αφεσεως

4 και διεμετρησεν χιλιους και διηλθεν εν τω υδατι υδωρ εως των μηρων και διεμετρησεν χιλιους και διηλθεν υδωρ εως οσφυος

5 και διεμετρησεν χιλιους και ουκ ηδυνατο διελθειν οτι εξυβριζεν το υδωρ ως ροιζος χειμαρρου ον ου διαβησονται

6 και ειπεν προς με ει εωρακας υιε ανθρωπου και ηγαγεν με επι το χειλος του ποταμου

7 εν τη επιστροφη μου και ιδου επι του χειλους του ποταμου δενδρα πολλα σφοδρα ενθεν και ενθεν

8 και ειπεν προς με το υδωρ τουτο το εκπορευομενον εις την γαλιλαιαν την προς ανατολας και κατεβαινεν επι την αραβιαν και ηρχετο εως επι την θαλασσαν επι το υδωρ της διεκβολης και υγιασει τα υδατα

9 και εσται πασα ψυχη των ζωων των εκζεοντων επι παντα εφ' α αν επελθη εκει ο ποταμος ζησεται και εσται εκει ιχθυς πολυς σφοδρα οτι ηκει εκει το υδωρ τουτο και υγιασει και ζησεται παν εφ' ο αν επελθη ο ποταμος εκει ζησεται

10 και στησονται εκει αλεεις απο αινγαδιν εως αιναγαλιμ ψυγμος σαγηνων εσται καθ' αυτην εσται και οι ιχθυες αυτης ως οι ιχθυες της θαλασσης της μεγαλης πληθος πολυ σφοδρα

11 και εν τη διεκβολη αυτου και εν τη επιστροφη αυτου και εν τη υπεραρσει αυτου ου μη υγιασωσιν εις αλας δεδονται

12 και επι του ποταμου αναβησεται επι του χειλους αυτου ενθεν και ενθεν παν ξυλον βρωσιμον ου μη παλαιωθη επ' αυτου ουδε μη εκλιπη ο καρπος αυτου της καινοτητος αυτου πρωτοβολησει διοτι τα υδατα αυτων εκ των αγιων ταυτα εκπορευεται και εσται ο καρπος αυτων εις βρωσιν και αναβασις αυτων εις υγιειαν

13 ταδε λεγει κυριος θεος ταυτα τα ορια κατακληρονομησετε της γης ταις δωδεκα φυλαις των υιων ισραηλ προσθεσις σχοινισματος

14 και κατακληρονομησετε αυτην εκαστος καθως ο αδελφος αυτου εις ην ηρα την χειρα μου του δουναι αυτην τοις πατρασιν αυτων και πεσειται η γη αυτη υμιν εν κληρονομια

15 και ταυτα τα ορια της γης προς βορραν απο της θαλασσης της μεγαλης της καταβαινουσης και περισχιζουσης της εισοδου ημαθ σεδδαδα

16 βηρωθα σεβραιμ ηλιαμ ανα μεσον οριων δαμασκου και ανα μεσον οριων ημαθ αυλη του σαυναν αι εισιν επανω των οριων αυρανιτιδος

17 ταυτα τα ορια απο της θαλασσης απο της αυλης του αιναν ορια δαμασκου και τα προς βορραν

18 και τα προς ανατολας ανα μεσον της αυρανιτιδος και ανα μεσον δαμασκου και ανα μεσον της γαλααδιτιδος και ανα μεσον της γης του ισραηλ ο ιορδανης διοριζει επι την θαλασσαν την προς ανατολας φοινικωνος ταυτα τα προς ανατολας

19 και τα προς νοτον και λιβα απο θαιμαν και φοινικωνος εως υδατος μαριμωθ καδης παρεκτεινον επι την θαλασσαν την μεγαλην τουτο το μερος νοτος και λιψ

20 τουτο το μερος της θαλασσης της μεγαλης οριζει εως κατεναντι της εισοδου ημαθ εως εισοδου αυτου ταυτα εστιν τα προς θαλασσαν ημαθ

21 και διαμερισετε την γην ταυτην αυτοις ταις φυλαις του ισραηλ

22 βαλειτε αυτην εν κληρω υμιν και τοις προσηλυτοις τοις παροικουσιν εν μεσω υμων οιτινες εγεννησαν υιους εν μεσω υμων και εσονται υμιν ως αυτοχθονες εν τοις υιοις του ισραηλ μεθ' υμων φαγονται εν κληρονομια εν μεσω των φυλων του ισραηλ

23 και εσονται εν φυλη προσηλυτων εν τοις προσηλυτοις τοις μετ' αυτων εκει δωσετε κληρονομιαν αυτοις λεγει κυριος θεος

← Ezekiel 46   Ezekiel 48 →
   Studovat vnitřní smysl
Swedenborg

Hlavní výklad ze Swedenborgových prací:

Arcana Coelestia 4482

Apocalypse Revealed 861, 945

Conjugial Love 26

Divine Providence 134

The Lord 52

Heaven and Hell 171

The Inner Meaning of the Prophets and Psalms 170


Další odkazy Swedenborga k této kapitole:

Arcana Coelestia 40, 57, 109, 885, 994, 1250, 1463, ...

Apocalypse Revealed 36, 191, 342, 405, 409, 486, 904, ...

Heaven and Hell 197

Interaction of the Soul and Body 20


References from Swedenborg's unpublished works:

Apocalypse Explained 109, 179, 208, 220, 342, 417, 422, ...

Scriptural Confirmations 4, 53

Jiný komentář

  Příběhy:



  Komentář (pdf)


Hop to Similar Bible Verses

Genesis 48:5

Exodus 6:8, 15:25

Leviticus 19:34

Numbers 20:1, 34:1, 2, 12

Deuteronomy 4:49

Joshua 16:4, 17:1

2 Samuel 8:8

1 Kings 9:18

2 Chronicles 20:2

Psalms 46:5, 87:7

Isaiah 56:6, 7

Ezekiel 40:3, 6, 45:1, 48:1, 28, 29

Joel 2:20

Zechariah 5, 13:1

Revelation 22:1, 2

Word/Phrase Explanations

ΕΠΙΣΤΡΟΦΗ
Everyone knows the phrase "the natural order of things." It means that everything is in its proper place, occupying the niche it is meant to...

γη
'Lands' of different nations are used in the Word to signify the different kinds of love prevalent in the inhabitants.

Resources for parents and teachers

The items listed here are provided courtesy of our friends at the General Church of the New Jerusalem. You can search/browse their whole library by following this link.


 Ezekiel's Vision of the Waters
A New Church Bible story explanation for teaching Sunday school. Includes lesson materials for Primary (3-8 years), Junior (9-11 years), Intermediate (12-14 years), Senior (15-17 years) and Adults.
Teaching Support | Ages over 3

 Ezekiel’s Vision of Water (3-5 years)
Project | Ages 4 - 6

 Ezekiel’s Vision of Water (6-8 years)
Project | Ages 7 - 10

 Ezekiel’s Vision of Water (9-11 years)
Project | Ages 11 - 14

 The True Water of Life
Worship Talk | Ages over 18


Přeložit: