Exodus 7

Studovat vnitřní smysl

Greek OT: LXX [A] Unaccented         

← Exodus 6   Exodus 8 →

1 και ειπεν κυριος προς μωυσην λεγων ιδου δεδωκα σε θεον φαραω και ααρων ο αδελφος σου εσται σου προφητης

2 συ δε λαλησεις αυτω παντα οσα σοι εντελλομαι ο δε ααρων ο αδελφος σου λαλησει προς φαραω ωστε εξαποστειλαι τους υιους ισραηλ εκ της γης αυτου

3 εγω δε σκληρυνω την καρδιαν φαραω και πληθυνω τα σημεια μου και τα τερατα εν γη αιγυπτω

4 και ουκ εισακουσεται υμων φαραω και επιβαλω την χειρα μου επ' αιγυπτον και εξαξω συν δυναμει μου τον λαον μου τους υιους ισραηλ εκ γης αιγυπτου συν εκδικησει μεγαλη

5 και γνωσονται παντες οι αιγυπτιοι οτι εγω ειμι κυριος εκτεινων την χειρα επ' αιγυπτον και εξαξω τους υιους ισραηλ εκ μεσου αυτων

6 εποιησεν δε μωυσης και ααρων καθαπερ ενετειλατο αυτοις κυριος ουτως εποιησαν

7 μωυσης δε ην ετων ογδοηκοντα ααρων δε ο αδελφος αυτου ετων ογδοηκοντα τριων ηνικα ελαλησεν προς φαραω

8 και ειπεν κυριος προς μωυσην και ααρων λεγων

9 και εαν λαληση προς υμας φαραω λεγων δοτε ημιν σημειον η τερας και ερεις ααρων τω αδελφω σου λαβε την ραβδον και ριψον αυτην επι την γην εναντιον φαραω και εναντιον των θεραποντων αυτου και εσται δρακων

10 εισηλθεν δε μωυσης και ααρων εναντιον φαραω και των θεραποντων αυτου και εποιησαν ουτως καθαπερ ενετειλατο αυτοις κυριος και ερριψεν ααρων την ραβδον εναντιον φαραω και εναντιον των θεραποντων αυτου και εγενετο δρακων

11 συνεκαλεσεν δε φαραω τους σοφιστας αιγυπτου και τους φαρμακους και εποιησαν και οι επαοιδοι των αιγυπτιων ταις φαρμακειαις αυτων ωσαυτως

12 και ερριψαν εκαστος την ραβδον αυτου και εγενοντο δρακοντες και κατεπιεν η ραβδος η ααρων τας εκεινων ραβδους

13 και κατισχυσεν η καρδια φαραω και ουκ εισηκουσεν αυτων καθαπερ ελαλησεν αυτοις κυριος

14 ειπεν δε κυριος προς μωυσην βεβαρηται η καρδια φαραω του μη εξαποστειλαι τον λαον

15 βαδισον προς φαραω το πρωι ιδου αυτος εκπορευεται επι το υδωρ και στηση συναντων αυτω επι το χειλος του ποταμου και την ραβδον την στραφεισαν εις οφιν λημψη εν τη χειρι σου

16 και ερεις προς αυτον κυριος ο θεος των εβραιων απεσταλκεν με προς σε λεγων εξαποστειλον τον λαον μου ινα μοι λατρευση εν τη ερημω και ιδου ουκ εισηκουσας εως τουτου

17 ταδε λεγει κυριος εν τουτω γνωση οτι εγω κυριος ιδου εγω τυπτω τη ραβδω τη εν τη χειρι μου επι το υδωρ το εν τω ποταμω και μεταβαλει εις αιμα

18 και οι ιχθυες οι εν τω ποταμω τελευτησουσιν και εποζεσει ο ποταμος και ου δυνησονται οι αιγυπτιοι πιειν υδωρ απο του ποταμου

19 ειπεν δε κυριος προς μωυσην ειπον ααρων τω αδελφω σου λαβε την ραβδον σου και εκτεινον την χειρα σου επι τα υδατα αιγυπτου και επι τους ποταμους αυτων και επι τας διωρυγας αυτων και επι τα ελη αυτων και επι παν συνεστηκος υδωρ αυτων και εσται αιμα και εγενετο αιμα εν παση γη αιγυπτου εν τε τοις ξυλοις και εν τοις λιθοις

20 και εποιησαν ουτως μωυσης και ααρων καθαπερ ενετειλατο αυτοις κυριος και επαρας τη ραβδω αυτου επαταξεν το υδωρ το εν τω ποταμω εναντιον φαραω και εναντιον των θεραποντων αυτου και μετεβαλεν παν το υδωρ το εν τω ποταμω εις αιμα

21 και οι ιχθυες οι εν τω ποταμω ετελευτησαν και επωζεσεν ο ποταμος και ουκ ηδυναντο οι αιγυπτιοι πιειν υδωρ εκ του ποταμου και ην το αιμα εν παση γη αιγυπτου

22 εποιησαν δε ωσαυτως και οι επαοιδοι των αιγυπτιων ταις φαρμακειαις αυτων και εσκληρυνθη η καρδια φαραω και ουκ εισηκουσεν αυτων καθαπερ ειπεν κυριος

23 επιστραφεις δε φαραω εισηλθεν εις τον οικον αυτου και ουκ επεστησεν τον νουν αυτου ουδε επι τουτω

24 ωρυξαν δε παντες οι αιγυπτιοι κυκλω του ποταμου ωστε πιειν υδωρ και ουκ ηδυναντο πιειν υδωρ απο του ποταμου

25 και ανεπληρωθησαν επτα ημεραι μετα το παταξαι κυριον τον ποταμον

26 ειπεν δε κυριος προς μωυσην εισελθε προς φαραω και ερεις προς αυτον ταδε λεγει κυριος εξαποστειλον τον λαον μου ινα μοι λατρευσωσιν

27 ει δε μη βουλει συ εξαποστειλαι ιδου εγω τυπτω παντα τα ορια σου τοις βατραχοις

28 και εξερευξεται ο ποταμος βατραχους και αναβαντες εισελευσονται εις τους οικους σου και εις τα ταμιεια των κοιτωνων σου και επι των κλινων σου και εις τους οικους των θεραποντων σου και του λαου σου και εν τοις φυραμασιν σου και εν τοις κλιβανοις σου

29 και επι σε και επι τους θεραποντας σου και επι τον λαον σου αναβησονται οι βατραχοι

← Exodus 6   Exodus 8 →
   Studovat vnitřní smysl
Swedenborg

Hlavní výklad ze Swedenborgových prací:

Arcana Coelestia 7264, 7265, 7266, 7267, 7268, 7269, 7270, ...

Apocalypse Revealed 503


Další odkazy Swedenborga k této kapitole:

Arcana Coelestia 300, 1343, 2534, 2959, 3448, 3762, 4735, ...

Apocalypse Revealed 8, 379, 405, 485, 598, 862

Divine Love and Wisdom 345

True Christian Religion 635


References from Swedenborg's unpublished works:

Apocalypse Explained 513, 518, 573, 581, 624, 654, 706, ...

Jiný komentář

  Příběhy:



Hop to Similar Bible Verses

Genesis 41:8

Exodus 3:19, 20, 4:3, 9, 15, 16, 21, 23, 5:1, 6:6, 7, 26, 29, 7:6, 10, 11, 13, 20, 22, 8:3, 11, 24, 28, 9:7, 20, 21, 28, 34, 35, 10:1, 17, 12:28, 17:5

Numbers 21:7, 33:39

Deuteronomy 2:30, 31:2

Joshua 8:18, 24:5

1 Samuel 6:6

1 Kings 13:6

2 Kings 19:19

2 Chronicles 36:13

Psalms 78:12, 44, 105:27, 29, 30

Proverbs 21:1, 28:14

Isaiah 19:8, 47:7

Jeremiah 36:24

Daniel 2:2

Zechariah 7:12

Matthew 24:24

John 2:18

Acts of the Apostles 7:36, 8:24

Romans 9:18

2 Thessalonians 2:9

2 Timothy 3:8

Hebrews 4:7

Revelation 8:8, 21:8

Resources for parents and teachers

The items listed here are provided courtesy of our friends at the General Church of the New Jerusalem. You can search/browse their whole library by following this link.


 Self Destruction
Spiritual tasks offer a reflection on a Biblical story and suggest a task for spiritual growth.
Activity | Ages over 18

 Ten Plagues (3-5 years)
Project | Ages 4 - 6

 The Plague of Frogs
Coloring Page | Ages 7 - 14

 The Plagues
Worship Talk | Ages 7 - 14

 The Ten Plagues
A New Church Bible story explanation for teaching Sunday school. Includes lesson materials for Primary (3-8 years), Junior (9-11 years), Intermediate (12-14 years), Senior (15-17 years) and Adults.
Teaching Support | Ages over 3

 The Ten Plagues
Family lessons provide a worship talk and a variety of activities for children and teens..
Religion Lesson | Ages 4 - 17

 The Ten Plagues
A lesson for younger children with discussion ideas and a project.
Sunday School Lesson | Ages 4 - 6

 The Ten Plagues and the Passover
Lesson outline provides teaching ideas with questions for discussion, projects, and activities.
Sunday School Lesson | Ages 7 - 10

 The Ten Plagues (sheet music)
Song | Ages 4 - 14

 Water Turned to Blood
Coloring Page | Ages 7 - 14


Přeložit: