Ecclesiasticus (Sira 42

Greek OT: LXX [A] Unaccented

← Ecclesiasticus (Sira 41   Ecclesiasticus (Sira 43 →

1 μη περι τουτων αισχυνθης και μη λαβης προσωπον του αμαρτανειν

2 περι νομου υψιστου και διαθηκης και περι κριματος δικαιωσαι τον ασεβη

3 περι λογου κοινωνου και οδοιπορων και περι δοσεως κληρονομιας εταιρων

4 περι ακριβειας ζυγου και σταθμιων και περι κτησεως πολλων και ολιγων

5 περι διαφορου πρασεως εμπορων και περι παιδειας τεκνων πολλης και οικετη πονηρω πλευραν αιμαξαι

6 επι γυναικι πονηρα καλον σφραγις και οπου χειρες πολλαι κλεισον

7 ο εαν παραδιδως εν αριθμω και σταθμω και δοσις και λημψις παντα εν γραφη

8 περι παιδειας ανοητου και μωρου και εσχατογηρως κρινομενου προς νεους και εση πεπαιδευμενος αληθινως και δεδοκιμασμενος εναντι παντος ζωντος

9 θυγατηρ πατρι αποκρυφος αγρυπνια και η μεριμνα αυτης αφιστα υπνον εν νεοτητι αυτης μηποτε παρακμαση και συνωκηκυια μηποτε μισηθη

10 εν παρθενια μηποτε βεβηλωθη και εν τοις πατρικοις αυτης εγκυος γενηται μετα ανδρος ουσα μηποτε παραβη και συνωκηκυια μηποτε στειρωθη

11 επι θυγατρι αδιατρεπτω στερεωσον φυλακην μηποτε ποιηση σε επιχαρμα εχθροις λαλιαν εν πολει και εκκλητον λαου και καταισχυνη σε εν πληθει πολλων

12 παντι ανθρωπω μη εμβλεπε εν καλλει και εν μεσω γυναικων μη συνεδρευε

13 απο γαρ ιματιων εκπορευεται σης και απο γυναικος πονηρια γυναικος

14 κρεισσων πονηρια ανδρος η αγαθοποιος γυνη και γυνη καταισχυνουσα εις ονειδισμον

15 μνησθησομαι δη τα εργα κυριου και α εορακα εκδιηγησομαι εν λογοις κυριου τα εργα αυτου

16 ηλιος φωτιζων κατα παν επεβλεψεν και της δοξης κυριου πληρες το εργον αυτου

17 ουκ εξεποιησεν τοις αγιοις κυριου εκδιηγησασθαι παντα τα θαυμασια αυτου α εστερεωσεν κυριος ο παντοκρατωρ στηριχθηναι εν δοξη αυτου το παν

18 αβυσσον και καρδιαν εξιχνευσεν και εν πανουργευμασιν αυτων διενοηθη εγνω γαρ ο υψιστος πασαν ειδησιν και ενεβλεψεν εις σημειον αιωνος

19 απαγγελλων τα παρεληλυθοτα και τα εσομενα και αποκαλυπτων ιχνη αποκρυφων

20 ου παρηλθεν αυτον παν διανοημα ουκ εκρυβη απ' αυτου ουδε εις λογος

21 τα μεγαλεια της σοφιας αυτου εκοσμησεν ως εστιν προ του αιωνος και εις τον αιωνα ουτε προσετεθη ουτε ηλαττωθη και ου προσεδεηθη ουδενος συμβουλου

22 ως παντα τα εργα αυτου επιθυμητα και ως σπινθηρος εστιν θεωρησαι

23 παντα ταυτα ζη και μενει εις τον αιωνα εν πασαις χρειαις και παντα υπακουει

24 παντα δισσα εν κατεναντι του ενος και ουκ εποιησεν ουδεν ελλειπον

25 εν του ενος εστερεωσεν τα αγαθα και τις πλησθησεται ορων δοξαν αυτου

← Ecclesiasticus (Sira 41   Ecclesiasticus (Sira 43 →

Přeložit:
Sdílet: