2 Kings 1

Studie

  

1 και ηθετησεν μωαβ εν ισραηλ μετα το αποθανειν αχααβ

2 και επεσεν οχοζιας δια του δικτυωτου του εν τω υπερωω αυτου τω εν σαμαρεια και ηρρωστησεν και απεστειλεν αγγελους και ειπεν προς αυτους δευτε και επιζητησατε εν τη βααλ μυιαν θεον ακκαρων ει ζησομαι εκ της αρρωστιας μου ταυτης και επορευθησαν επερωτησαι δι' αυτου

3 και αγγελος κυριου ελαλησεν προς ηλιου τον θεσβιτην λεγων αναστας δευρο εις συναντησιν των αγγελων οχοζιου βασιλεως σαμαρειας και λαλησεις προς αυτους ει παρα το μη ειναι θεον εν ισραηλ υμεις πορευεσθε επιζητησαι εν τη βααλ μυιαν θεον ακκαρων

4 και ουχ ουτως οτι ταδε λεγει κυριος η κλινη εφ' ης ανεβης εκει ου καταβηση απ' αυτης οτι εκει θανατω αποθανη και επορευθη ηλιου και ειπεν προς αυτους

5 και επεστραφησαν οι αγγελοι προς αυτον και ειπεν προς αυτους τι οτι επεστρεψατε

6 και ειπαν προς αυτον ανηρ ανεβη εις συναντησιν ημων και ειπεν προς ημας δευτε επιστραφητε προς τον βασιλεα τον αποστειλαντα υμας και λαλησατε προς αυτον ταδε λεγει κυριος ει παρα το μη ειναι θεον εν ισραηλ συ πορευη ζητησαι εν τη βααλ μυιαν θεον ακκαρων ουχ ουτως η κλινη εφ' ης ανεβης εκει ου καταβηση απ' αυτης οτι θανατω αποθανη

7 και ελαλησεν προς αυτους λεγων τις η κρισις του ανδρος του αναβαντος εις συναντησιν υμιν και λαλησαντος προς υμας τους λογους τουτους

8 και ειπον προς αυτον ανηρ δασυς και ζωνην δερματινην περιεζωσμενος την οσφυν αυτου και ειπεν ηλιου ο θεσβιτης ουτος εστιν

9 και απεστειλεν προς αυτον ηγουμενον πεντηκονταρχον και τους πεντηκοντα αυτου και ανεβη και ηλθεν προς αυτον και ιδου ηλιου εκαθητο επι της κορυφης του ορους και ελαλησεν ο πεντηκονταρχος προς αυτον και ειπεν ανθρωπε του θεου ο βασιλευς εκαλεσεν σε καταβηθι

10 και απεκριθη ηλιου και ειπεν προς τον πεντηκονταρχον και ει ανθρωπος του θεου εγω καταβησεται πυρ εκ του ουρανου και καταφαγεται σε και τους πεντηκοντα σου και κατεβη πυρ εκ του ουρανου και κατεφαγεν αυτον και τους πεντηκοντα αυτου

11 και προσεθετο ο βασιλευς και απεστειλεν προς αυτον αλλον πεντηκονταρχον και τους πεντηκοντα αυτου και ανεβη και ελαλησεν ο πεντηκονταρχος προς αυτον και ειπεν ανθρωπε του θεου ταδε λεγει ο βασιλευς ταχεως καταβηθι

12 και απεκριθη ηλιου και ελαλησεν προς αυτον και ειπεν ει ανθρωπος του θεου εγω ειμι καταβησεται πυρ εκ του ουρανου και καταφαγεται σε και τους πεντηκοντα σου και κατεβη πυρ εκ του ουρανου και κατεφαγεν αυτον και τους πεντηκοντα αυτου

13 και προσεθετο ο βασιλευς ετι αποστειλαι ηγουμενον πεντηκονταρχον τριτον και τους πεντηκοντα αυτου και ηλθεν προς αυτον ο πεντηκονταρχος ο τριτος και εκαμψεν επι τα γονατα αυτου κατεναντι ηλιου και εδεηθη αυτου και ελαλησεν προς αυτον και ειπεν ανθρωπε του θεου εντιμωθητω δη η ψυχη μου και η ψυχη των δουλων σου τουτων των πεντηκοντα εν οφθαλμοις σου

14 ιδου κατεβη πυρ εκ του ουρανου και κατεφαγεν τους δυο πεντηκονταρχους τους πρωτους και τους πεντηκοντα αυτων και νυν εντιμωθητω δη η ψυχη των δουλων σου εν οφθαλμοις σου

15 και ελαλησεν αγγελος κυριου προς ηλιου και ειπεν καταβηθι μετ' αυτου μη φοβηθης απο προσωπου αυτων και ανεστη ηλιου και κατεβη μετ' αυτου προς τον βασιλεα

16 και ελαλησεν προς αυτον και ειπεν ηλιου ταδε λεγει κυριος τι οτι απεστειλας αγγελους ζητησαι εν τη βααλ μυιαν θεον ακκαρων ουχ ουτως η κλινη εφ' ης ανεβης εκει ου καταβηση απ' αυτης οτι θανατω αποθανη

17 και απεθανεν κατα το ρημα κυριου ο ελαλησεν ηλιου

18 και τα λοιπα των λογων οχοζιου οσα εποιησεν ουκ ιδου ταυτα γεγραμμενα επι βιβλιου λογων των ημερων τοις βασιλευσιν ισραηλ

18a και ιωραμ υιος αχααβ βασιλευει επι ισραηλ εν σαμαρεια ετη δεκα δυο εν ετει οκτωκαιδεκατω ιωσαφατ βασιλεως ιουδα

18b και εποιησεν το πονηρον ενωπιον κυριου πλην ουχ ως οι αδελφοι αυτου ουδε ως η μητηρ αυτου

18c και απεστησεν τας στηλας του βααλ ας εποιησεν ο πατηρ αυτου και συνετριψεν αυτας πλην εν ταις αμαρτιαις οικου ιεροβοαμ ος εξημαρτεν τον ισραηλ εκολληθη ουκ απεστη απ' αυτων

18d και εθυμωθη οργη κυριος εις τον οικον αχααβ