1
εἰς τὸ τέλος ψαλμὸς τῷ δαυιδ
2
ἕως πότε κύριε ἐπιλήσῃ μου εἰς τέλος ἕως πότε ἀποστρέψεις τὸ πρόσωπόν σου ἀπ' ἐμοῦ
3
ἕως τίνος θήσομαι βουλὰς ἐν ψυχῇ μου ὀδύνας ἐν καρδίᾳ μου ἡμέρας ἕως πότε ὑψωθήσεται ὁ ἐχθρός μου ἐπ' ἐμέ
4
ἐπίβλεψον εἰσάκουσόν μου κύριε ὁ θεός μου φώτισον τοὺς ὀφθαλμούς μου μήποτε ὑπνώσω εἰς θάνατον
5
μήποτε εἴπῃ ὁ ἐχθρός μου ἴσχυσα πρὸς αὐτόν οἱ θλίβοντές με ἀγαλλιάσονται ἐὰν σαλευθῶ
6
ἐγὼ δὲ ἐπὶ τῷ ἐλέει σου ἤλπισα ἀγαλλιάσεται ἡ καρδία μου ἐπὶ τῷ σωτηρίῳ σου ᾄσω τῷ κυρίῳ τῷ εὐεργετήσαντί με καὶ ψαλῶ τῷ ὀνόματι κυρίου τοῦ ὑψίστου