Odes 6

Greek OT: LXX [A] Accented

← Odes 5   Odes 7 →

1 προσευχὴ ιωνα

3 ἐβόησα ἐν θλίψει μου πρὸς κύριον τὸν θεόν μου καὶ εἰσήκουσέν μου ἐκ κοιλίας ᾅδου κραυγῆς μου ἤκουσας φωνῆς μου

4 ἀπέρριψάς με εἰς βάθη καρδίας θαλάσσης καὶ ποταμοί με ἐκύκλωσαν πάντες οἱ μετεωρισμοί σου καὶ τὰ κύματά σου ἐπ' ἐμὲ διῆλθον

5 κἀγὼ εἶπα ἀπῶσμαι ἐξ ὀφθαλμῶν σου ἆρα προσθήσω τοῦ ἐπιβλέψαι πρὸς ναὸν τὸν ἅγιόν σου

6 περιεχύθη μοι ὕδωρ ἕως ψυχῆς μου ἄβυσσος ἐκύκλωσέν με ἐσχάτη ἔδυ ἡ κεφαλή μου εἰς σχισμὰς ὀρέων

7 κατέβην εἰς γῆν ἧς οἱ μοχλοὶ αὐτῆς κάτοχοι αἰώνιοι καὶ ἀναβήτω ἐκ φθορᾶς ἡ ζωή μου κύριε ὁ θεός μου

8 ἐν τῷ ἐκλείπειν τὴν ψυχήν μου ἀπ' ἐμοῦ τοῦ κυρίου ἐμνήσθην καὶ ἔλθοι πρὸς σὲ ἡ προσευχή μου εἰς ναὸν ἅγιόν σου

9 φυλασσόμενοι μάταια καὶ ψευδῆ ἔλεος αὐτῶν ἐγκατέλιπον

10 ἐγὼ δὲ μετὰ φωνῆς αἰνέσεως καὶ ἐξομολογήσεως θύσω σοι ὅσα ηὐξάμην ἀποδώσω σοι εἰς σωτηρίαν μου τῷ κυρίῳ

← Odes 5   Odes 7 →

Přeložit:
Sdílet: