Amos 7

Studovat vnitřní smysl

           

1 οὕτως ἔδειξέν μοι κύριος καὶ ἰδοὺ ἐπιγονὴ ἀκρίδων ἐρχομένη ἑωθινή καὶ ἰδοὺ βροῦχος εἷς γωγ ὁ βασιλεύς

2 καὶ ἔσται ἐὰν συντελέσῃ τοῦ καταφαγεῖν τὸν χόρτον τῆς γῆς καὶ εἶπα κύριε κύριε ἵλεως γενοῦ τίς ἀναστήσει τὸν ιακωβ ὅτι ὀλιγοστός ἐστιν

3 μετανόησον κύριε ἐπὶ τούτῳ καὶ τοῦτο οὐκ ἔσται λέγει κύριος

4 οὕτως ἔδειξέν μοι κύριος καὶ ἰδοὺ ἐκάλεσεν τὴν δίκην ἐν πυρὶ κύριος καὶ κατέφαγε τὴν ἄβυσσον τὴν πολλὴν καὶ κατέφαγεν τὴν μερίδα

5 καὶ εἶπα κύριε κύριε κόπασον δή τίς ἀναστήσει τὸν ιακωβ ὅτι ὀλιγοστός ἐστιν

6 μετανόησον κύριε ἐπὶ τούτῳ καὶ τοῦτο οὐ μὴ γένηται λέγει κύριος

7 οὕτως ἔδειξέν μοι κύριος καὶ ἰδοὺ ἀνὴρ ἑστηκὼς ἐπὶ τείχους ἀδαμαντίνου καὶ ἐν τῇ χειρὶ αὐτοῦ ἀδάμας

8 καὶ εἶπεν κύριος πρός με τί σὺ ὁρᾷς αμως καὶ εἶπα ἀδάμαντα καὶ εἶπεν κύριος πρός με ἰδοὺ ἐγὼ ἐντάσσω ἀδάμαντα ἐν μέσῳ λαοῦ μου ισραηλ οὐκέτι μὴ προσθῶ τοῦ παρελθεῖν αὐτόν

9 καὶ ἀφανισθήσονται βωμοὶ τοῦ γέλωτος καὶ αἱ τελεταὶ τοῦ ισραηλ ἐξερημωθήσονται καὶ ἀναστήσομαι ἐπὶ τὸν οἶκον ιεροβοαμ ἐν ῥομφαίᾳ

10 καὶ ἐξαπέστειλεν αμασιας ὁ ἱερεὺς βαιθηλ πρὸς ιεροβοαμ βασιλέα ισραηλ λέγων συστροφὰς ποιεῖται κατὰ σοῦ αμως ἐν μέσῳ οἴκου ισραηλ οὐ μὴ δύνηται ἡ γῆ ὑπενεγκεῖν ἅπαντας τοὺς λόγους αὐτοῦ

11 διότι τάδε λέγει αμως ἐν ῥομφαίᾳ τελευτήσει ιεροβοαμ ὁ δὲ ισραηλ αἰχμάλωτος ἀχθήσεται ἀπὸ τῆς γῆς αὐτοῦ

12 καὶ εἶπεν αμασιας πρὸς αμως ὁ ὁρῶν βάδιζε ἐκχώρησον εἰς γῆν ιουδα καὶ ἐκεῖ καταβίου καὶ ἐκεῖ προφητεύσεις

13 εἰς δὲ βαιθηλ οὐκέτι μὴ προσθῇς τοῦ προφητεῦσαι ὅτι ἁγίασμα βασιλέως ἐστὶν καὶ οἶκος βασιλείας ἐστίν

14 καὶ ἀπεκρίθη αμως καὶ εἶπεν πρὸς αμασιαν οὐκ ἤμην προφήτης ἐγὼ οὐδὲ υἱὸς προφήτου ἀλλ' ἢ αἰπόλος ἤμην καὶ κνίζων συκάμινα

15 καὶ ἀνέλαβέν με κύριος ἐκ τῶν προβάτων καὶ εἶπεν κύριος πρός με βάδιζε προφήτευσον ἐπὶ τὸν λαόν μου ισραηλ

16 καὶ νῦν ἄκουε λόγον κυρίου σὺ λέγεις μὴ προφήτευε ἐπὶ τὸν ισραηλ καὶ οὐ μὴ ὀχλαγωγήσῃς ἐπὶ τὸν οἶκον ιακωβ

17 διὰ τοῦτο τάδε λέγει κύριος ἡ γυνή σου ἐν τῇ πόλει πορνεύσει καὶ οἱ υἱοί σου καὶ αἱ θυγατέρες σου ἐν ῥομφαίᾳ πεσοῦνται καὶ ἡ γῆ σου ἐν σχοινίῳ καταμετρηθήσεται καὶ σὺ ἐν γῇ ἀκαθάρτῳ τελευτήσεις ὁ δὲ ισραηλ αἰχμάλωτος ἀχθήσεται ἀπὸ τῆς γῆς αὐτοῦ



Exploring the Meaning of Amos 7      

Napsal(a) Helen Kennedy

In this chapter, the organized church was increasing from external things to more external things. The course of its actions could lead but to one thing: corruption and breaches that would end with the destruction of internal or inmost things. Their decisions were against God and doctrine. The church with all things belonging to it would “perish.”

   Studovat vnitřní smysl

Exploring the Meaning of Amos 7      

Napsal(a) Helen Kennedy

In this chapter, the organized church was increasing from external things to more external things. The course of its actions could lead but to one thing: corruption and breaches that would end with the destruction of internal or inmost things. Their decisions were against God and doctrine. The church with all things belonging to it would “perish.”

Swedenborg

Hlavní výklad ze Swedenborgových prací:

The Inner Meaning of the Prophets and Psalms 207


Další odkazy Swedenborga k této kapitole:

Arcana Coelestia 1453, 2832, 4281, 7571, 9854, 10441


Odkazy ze Swedenborgových nevydaných prací:

Apocalypse Explained 538, 543, 624

Coronis (An Appendix to True Christian Religion) 56

Jiný komentář

  Příběhy:



Skočit na podobné biblické verše

Exodus 32:14

Numbers 14:19

1 Samuel 9:9

2 Samuel 7:8

1 Kings 12:31, 13:1, 18:17, 19:19, 20:35

2 Kings 2:3, 5, 7, 15, 14:23, 24, 15:8, 10, 21:13

1 Chronicles 15

Psalms 78:38

Isaiah 22:18

Jeremiah 15:6, 26:8, 9, 28:16, 29:32, 38:4, 42:10

Ezekiel 2:3, 6:3, 9:8, 21:3

Hosea 1:6

Amos 1, 2:12, 3:8, 14, 4:9, 5:5, 10, 8:2, 9:1

Jonah 3:10

Zechariah 4:2, 13:5

Zdroje pro rodiče a učitele

Zde uvedené položky jsou poskytnuty se svolením našich přátel z General Church of the New Jerusalem. Můžete prohledávat/procházet celou knihovnu kliknutím na odkaz this link.


 The Prophet Amos
Worship Talk | Ages 7 - 14


Přeložit: